Πολλῶν γὰρ ἔτι δέονται οἱ ἐµπειρικοὶ πρὸς ὃ βούλονται, κἂν ταῦτ’ αὐτοῖς συγχωρήσωµεν. εἰ γὰρ µὴ ἴσα δείξαιµι τὰ λειπόµενα τοῖς εἰρηµένοις ἀτόποις, οὐδὲν οὐδ’ ἐκείνων ὄφελος εἶναί µοι βούλοµαι. σὺ µὲν οὖν εὖ οἶδ’ ὅτι τεθαύµακας οὐ µὰ Δία ἡµῶν, ἀλλὰ τῆς τῶν ἐµπειρικῶν εὐηθείας, εἰ τοσάδε καὶ ἐπὶ τοσοῖσδε συγχωρηθέντα λαβόντες οὐδὲν δή τι πλέον ἔχουσι, ἀλλ’ ἕτερα τῶν προτέρων αὐτοὺς οὐκ ἐλάττω διαδέχεται σφάλµατα. παντελὴς γὰρ ἄγνοια καὶ ὑπερβάλλουσά τις ἀναίδεια καὶ σχεδὸν ὑπὲρ τὰ βοσκήµατα ἡ ἀναισθησία, εἰ µήτε ἀπὸ τίνος ἄρξονται ἔχοντες µηδ’ εἰ τοῦτ’ αὐτοῖς τις δοίη πλειστάκις ὡσαύτως ἰδεῖν τι δυνάµενοι µηδὲ τοσαύτας µυριάδας τὰς ἐν τοῖς νοσοῦσιν ἑτερότητας ἰδεῖν ἢ µνηµονεῦσαι ἢ ἀπογράψασθαι δυνατόν — ἢ τίς ἂν ἔτι βιβλιοθήκη τὴν τοσαύτην ἱστορίαν χωρήσειε, τίς δ’ ἂν ψυχὴ τὴν τοσούτων καταδέξαιτο µνήµην—ὅµως οὐδ’ οὕτως αἰσθάνονται ὅτι διαπαίζοντες αὐτοῖς ταῦτα συγχωροῦµεν, ἀλλ’ ὡς ἐπὶ βεβαίοις ὑπάρχουσιν ἔτι φιλοτιµοῦνται περὶ τῶν ἑξῆς. ἐγὼ τοίνυν οὐ δι’ ἐκείνους—περιττὸν γὰρ λίθοις διαλέγεσθαι—ἀλλ’ ἕνεκα τοῦ τελειῶσαι τὸν λόγον ἐναργῶς ἐπιδείξω ὅτι κἂν πλειστάκις ὡσαύτως ὁρᾶσθαί τι συγχωρηθῇ[ναι], οὐδὲν ἐκ τούτου θεώρηµα τεχνικὸν συστήσονται. καὶ µή τις δόξῃ µε τοῦ Πλάτωνος χρήσεσθαι λόγῳ, ὡς εἴ τις µὲν τῶν ἐπιτηδεύσεων τὴν φύσιν γιγνώσκει τῆς ὕλης, περὶ ἣν καταγίνεται, αὕτη µὲν τέχνη ἐστίν, εἰ δὲ µή, τριβὴ µέν τις καὶ ἐµπειρία, τέχνη δ’ οὔ. “ἐγὼ µὲν γάρ,” φησίν, “οὐ καλῶ τέχνην ὃ ἂν ᾖ ἄλογον πρᾶγµα.” οὐ χρῶµαι δ’ αὐτῷ οὐχ ὅτι οὐκ ἔστιν ἀληθής—µαινοίµην γὰρ ἂν εἰ τοῦτο λέγοιµι—ἀλλ’ ὅτι ἡ ἀναισχυντία τῶν ἐµπειρικῶν καὶ τοῦτο προσίεται, καὶ οὐδὲν αὐτοῖς µέλειν ἐροῦσιν, εἰ τούτου γε ἕνεκα µὴ τέχνην αὐτῶν τὸ ἐπιτήδευµα καλοῖµεν, ἀλλ’ ἄλλο τι. τίνες οὖν εἰσιν οἱ ἐµοὶ λόγοι; πρῶτος µὲν οὗ καὶ παρ’ αὐτῶν ἐκείνων συγκεχώρηται τὰ λήµµατα. ἡ γὰρ τῶν πλειστάκις ὡσαύτως ἑωραµένων τήρησις καλεῖται µὲν οἶµαι παρ’ αὐτῶν ἐµπειρία· σύγκειται δ’ ἐκ πολλῶν τῶν καθάπαξ· ἄτεχνον δὲ τὸ καθάπαξ αὐτοί φασιν· εἴη <ἄρ’> ἂν τὸ πλειστάκις ἐκ πολλῶν ἀτέχνων συγκείµενον. καὶ ὧδ’ ἂν ὁ λόγος ἐρωτηθείη· εἰ τὸ καθάπαξ ἄτεχνον, τὸ δὲ πλειστάκις ἐκ πολλῶν τῶν καθάπαξ σύγκειται, ἄτεχνον τὸ πλειστάκις. ἀλλὰ µὴν τὸ καθάπαξ ἄτεχνον· καὶ τὸ πλειστάκις <ἄρα>. ἀλλ’ ἴσως οὐδ’ ὃ λέγοµεν εἰδέναι φήσουσι. φεύγειν γὰρ ὁµολογήσουσι τά τε ἄλλα µαθήµατα καὶ διαλεκτικήν. εἰ βούλει τοίνυν, τοῦτον µὲν ἡµῖν αὐτοῖς εἰρηµένον τὸν λόγον ἐῶµεν, ἐκείνους δ’ ἐρωτήσωµεν ἕτερόν τινα τοιοῦτον. ἆρά γε, ὦ ἐµπειρικοί, τὸ πλειστάκις ὁποσάκις ἐστίν, εἰπεῖν ἔχετε ἡµῖν; βουλόµεθα γὰρ δὴ καὶ αὐτοὶ γνῶναι παραπλησίως ὑµῖν διὰ τηρήσεως. ἵν’ οὖν µὴ ἀµετρίᾳ τοῦ δέοντος ἁµαρτάνωµεν ἢ πρὸ τῆς ἱκανῆς αὐτοῦ θέας ἥκειν ἐπὶ τὸ τέλος ἤδη νοµίζοντες ἢ περαιτέρω τοῦ προσήκοντος ἐκτεινόµενοι <τὴν τήρησιν> ἀγνωσίᾳ τοῦ µέτρου, δεόµεθα ὑµῶν καὶ ἡµῖν δεῖξαι τὸ µέτρον, ἵνα καὶ αὐτοί τι µάθωµεν ἐκ τηρήσεως. “ὦ µωρέ” φησὶ γελάσας, “τὸ ἓν αἰτεῖς ἓν οὐκ ἔστιν ἁπάντων µέτρον, ἀλλὰ καθ’ ἕκαστον ἄλλο. σὺ δ’ ὅµοιον ἐπύθου ὡς εἰ καὶ σκυτοτόµον τις ἀξιοῖ διδάξαι αὐτὸν τὸν καλάποδα τίς ποτέ ἐστιν ᾧ πάντας ὑποδεῖ. οὔτε γὰρ ἐκεῖ τῶν ποδῶν ἓν µέτρον· ἄνισοι γάρ· οὔτ’ ἐνθάδε τῶν πραγµάτων· διάφορα γάρ.” ἐγὼ δ’ ἀσµενίζω καὶ δέχοµαι τὴν ἀπόκρισιν καὶ ἀγαπῶ πολὺ µᾶλλον ἢ εἰ ἓν ὑπέσχετό µοι πάντων ἐρεῖν. τότε µὲν γὰρ κἂν ὑπώπτευον, εἰ παρὰ πολὺ τῶν πραγµάτων διαφερόντων ἓν ἐπάξειν ἐπηγγέλλετο µέτρον, νυνὶ δὲ εἰ καθ’ ἕκαστον ἴδιόν τι δείξειέ µοι, πάνυ τεύξεσθαι τοῦ ἀληθοῦς ἤλπικα. καὶ δὴ οὖν ἀπὸ τῶν ἁπλουστέρων ἀρξάµενος πυνθάνοµαι, ὁποσάκις ἂν εἴη µοι θεασαµένῳ τὸν µηνιγγότρωτον ἀκριβῶς εἰδέναι, πότερον διὰ παντὸς ἢ ὡς <ἐπὶ> τὸ πολὺ ἢ σπανίως ἢ ἀµφιδόξως τεθνήξεται, ἀλλ’ οὐδεὶς αὐτῶν τὸ µέτρον οὔτε νῦν ἡµῖν ἀπεκρίνατο οὔτε ἐν τοῖς βιβλίοις ἔγραψε. µήποτ’ οὖν οὐδ’ ἔχουσί τι καθ’ ἕκαστον ὡρισµένον; ὅτι µὲν οὖν καὶ ἤδη αὐτῶν ἔρρει τὰ πράγµατα, παντὶ δῆλον. ἀλλ’ ἐφεξῆς ἂν εἴη, καθάπερ ἀρχῆθεν αὐτοῖς διελέχθηµεν προσεπαίσαµεν, εὐγνωµόνως ἔτι καὶ νῦν ἡµᾶς ἐπισκέψασθαι κατὰ µόνας, πότερον ἐκείνοις µὲν ἀγνοεῖται τὸ <τοῦ> πλειστάκις µέτρον, ἔστι δ’ ἐν τῇ φύσει τῶν πραγµάτων, ἢ οὐδ’ ὅλως συστῆναι δυνατὸν ὑπάρχειν τι µέτρον ἐπὶ τοῦ πλειστάκις, <ὃ δ>ὴ αὐτὸ ποιήσει πρότερον οὐκ ὂν τεχνικὸν νυνὶ τεχνικὸν εἶναι. ἐγὼ µὲν οὖν ἐπεσκεψάµην αὐτὸ πολλάκις. ἢ οὐκ ἂν αὐτοσχεδίως… τὸν ζ′ ἔτι θεάσασθαι περιµενεῖς καὶ τὸν η′ καὶ ὅλως πάνυ πολλοὺς ἐφεξῆς. τί ποτ’ οὖν ἔτι συκοφαντήσεις καὶ ἀσύστατον ἐρεῖς τὴν ἐµπειρίαν καὶ τὸ πλειστάκις ἀπεριόριστον καὶ ὕποπτον ἀποφανεῖς οἷ[ς] στήσεται, λέγων οὐχ εὑρίσκειν οἴει τε µᾶλλον ἡµᾶς ἢ σαυτὸν καταβάλλειν; ἐµοὶ µὲν γὰρ δοκεῖ σαυτὸν µᾶλλον. ὄντοιν γὰρ δυοῖν, ἑνὸς µὲν τοῦ διὰ µόνης εὑρίσκεσθαί τι τηρήσεως—ὅπερ ἐγώ τε βούλοµαι καὶ ὑµεῖς ἄκοντες µὲν καθοµολογεῖτε ἀλλ’ ὅµως—, δευτέρου δὲ τοῦ πῶς—ὃ ἐγὼ µὲν οὔτε δυνατὸν οὔτε χρήσιµον εἶναί φηµι, σὸν δὲ λοιπὸν εἴη ἂν ἔργον τοῦτο εὑρεῖν, ἄπορον αὐτὸ ἀποφαίνων τῷ σοφίσµατι σαυτὸν <µὲν> καταβαλεῖς, ἡµᾶς δὲ οὐδὲν ἀδικήσεις. οὐ γὰρ περὶ τοῦ πῶς ἕκαστον γίνεται τεχνικὸν ὁ ἀγὼν ἡµῖν ἐστιν, ἀλλ’ ὅτι γίνεται µόνον, ὅπερ ἐναργῶς ἔχοµεν ὁµολογούµενον. σὺ δὲ ὁ τὰς αἰτίας πο-λυπραγµονῶν δίκαιος εἶ καὶ τὸ πῶς ἐκδιδάσκειν. ἀλλ’ ἔοικας ἔµπαλιν τοῦ δέοντος ἰέναι καὶ ὅµοιόν τι ποιεῖν τοῖς ἐπεὶ µὴ γινώσκουσι ὅπως ὁρῶσιν µηδ’ ὁρᾶν ὁµολογοῦσιν ἢ ἐπειδὴ τίνα τρόπον γίνεται τὰ γινόµενα καὶ φθείρεται τὰ φθειρόµενα καὶ τὰ κινούµενα [µή] κινεῖται µὴ γινώσκουσι οὔτε γένεσιν οὔτε φθορὰν οὔτε κίνησιν ἀπολείπουσιν. ἀλλ’ ὅτι ἡ µεγίστη παντὸς λόγου διαβολὴ ἡ πρὸς τὸ ἐναργές ἐστι µάχη, τίς οὐκ οἶδεν; ὃς γὰρ οὐδ’ ἄ ρξασθαι δύναται τῆς ἐναργείας χωρίς, πῶς ἂν οὗτος πιστὸς εἴη, παρ’ ἧς ἔλαβε τὰς ἀρχάς, κατὰ ταύτης θρασυνόµενος; τοῦτο καὶ Δηµόκριτος εἰδὼς ὁπότε τὰ φαινόµενα διέβαλε “νόµῳ χροιή, νόµῳ γλυκύ, νόµῳ πικρόν” εἰπὼν “ἐτεῇ δ’ ἄτοµα καὶ κενόν” ἐποίησε τὰς αἰσθήσεις λεγούσας πρὸς τὴν διάνοιαν οὕτως· “τάλαινα φρήν, παρ’ ἡµέων λαβοῦσα τὰς πίστεις ἡµέας καταβάλλεις; πτῶµά τοι τὸ κατάβληµα”. δέον οὖν καταγνῶναι τοῦ λόγου τῆς ἀπιστίας, ὃς οὕτως ἐστὶν µοχθηρός, ὥσθ’ ὁ πιθανώτατος αὐτοῦ µάχεται τοῖς φαινοµένοις, ἀφ’ ὧν ἤρξατο, τὸ ἐναντίον ἐργάζεσθε τῶν ὡς γίγνεται οὐκ ἐχόντων λόγον, ὡς ὁ λόγος δὲ βούλεται µὴ γιγνοµένων κατεγνωκότες· ἐµοὶ δ’ αὐτὸ τοῦτο ἔλεγχος εἶναι δοκεῖ µέγιστος τοῦ λόγου· τίς γὰρ ἂν ἔτι νοῦν ἔχων πιστεύσειεν αὐτῷ περὶ τῶν ἀδήλων, ὃς οὕτως ἐστὶ µοχθηρὸς ὥστε τοῖς ἐναργέσιν ἐναντία τίθεσθαι;