Αὕτη µὲν ἡ ἐξήγησίς µοι γέγονε κατὰ τὴν τῶν ᾿Αττικιανῶν ἀντιγράφων ἔκδοσιν, ἐν ἑτέροις δὲ εὑρὼν γεγραµµένον διὰ τὸ τῆς ἐξ αὑτοῦ κινήσεως, ἐνενόησα λείπειν τὸ ω στοιχεῖον γράψαντος τοῦ Πλάτωνος διὰ τὸ τῆς ἔξω ἑαυτοῦ, ἵνα τὴν µεταβατικὴν κίνησιν ἀποφήσῃ τῶν φυτῶν µόνην.
[77c6-9] ταῦτα δὴ τὰ γένη πάντα φυτεύσαντες οἱ κρείττους τοῖς ἥττοσιν ἡµῖν τροφήν, τὸ σῶµα αὐτὸ ἡµῶν διωχέτευσαν τέµνοντες οἷον ἐν κήποις ὀχετούς, ἵνα ὥσπερ ἐκ νάµατος ἐπιόντος ἄρδοιτο.
῞Ενεκα τοῦ τρέφεσθαι τὰ σώµατα ἡµῶν παρεσκευάσθαι φησὶν ὑπὸ τῶν θεῶν τὰ φυτά, καταπινόντων ἡµῶν εἰς τὴν γαστέρα δηλονότι καρποὺς αὐτῶν καὶ µόρια καὶ τῶν καταποθέντων εἰς λεπτὰ καταθραυοµένων, ὅπως ἀναδοθῇ <διὰ τῶν> φλεβῶν ὁµοίῳ <τρόπῳ> τῷ κατὰ τοὺς ἐν κήποις ὀχετούς, διὰ µὲν αὐτῶν τῶν ὀχετῶν φεροµένου τοῦ ὕδατος, ἐξ αὐτῶν δὲ διαδόσεως εἰς τὰ πλησίον µέρη τῶν κήπων γενοµένης· καὶ τοσοῦτόν γε <τὸ> διάστηµα µεταξὺ τῶν ὀχετῶν οἱ κηπουροὶ ποιοῦσιν, ὡς ἱκανὸν εἶναι διὰ παντὸς αὐτοῦ χωρῆσαι <τὸ ὕδωρ> τὸ κατὰ διάδοσιν µέλλον ἐκ τῶν ὀχετῶν ἄρδειν τὰ µεταξύ.
[77c9-d3] καὶ πρῶτον µὲν ὀχετοὺς κρυφαίους ὑπὸ τὴν σύµφυσιν τοῦ δέρµατος καὶ τῆς σαρκὸς δύο φλέβας ἔτεµον νωτιαίας, <δίδυµον> ὡς τὸ σῶµα ἐτύγχανεν δεξιοῖς τε καὶ ἀριστεροῖς ὄν,
᾿Εκ τοῦ κατὰ τοὺς κήπους παραδείγµατος µετήνεγκε τὴν τῶν ὀχετῶν προσηγορίαν ἐπὶ τὰς φλέβας, ἐµνηµόνευσε δὲ τῶν µεγίστων φλεβῶν, ἀφ’ ὧν αἱ καθ’ ὅλον τὸ σῶµα πεφύκασι, νωτιαίας ὀνοµάσας, ἐπειδὴ καθ’ ὅλον ἐκτέτανται τὸν νῶτον ἐκ τῶν ἔνδον δηλονότι µερῶν αὐτοῦ. καθ’ ὅσον µὲν οὖν φλέβας ὀνοµάζει τὰ κατὰ τὸν νῶτον ἀγγεῖα τῶν ἀρχαίων, ὡς εἴρηται, <καὶ> τὰς ἀρτηρίας οὕτω καλούντων, ἀληθεύει, καθ’ ὅσον δέ, διότι δίδυµόν ἐστι τὸ σῶµα, διὰ τοῦτο δύο εἶναί φησι τὰς φλέβας, οὐκ ἀληθεύει. οὔτε γὰρ ὁµοειδῆ τὰ κατὰ τὸν νῶτόν ἐστιν ἀγγεῖα, θατέρου µὲν αὐτῶν λεπτὸν καὶ ἄσφυκτον ἔχοντος χιτῶνα, θατέρου δὲ σφύζοντά τε καὶ τῷ πάχει πενταπλάσιον ἢ ἑξαπλάσιον, ὃ καλοῦµεν ἰδίως ἀρτηρίαν, ἀλλ’ οὐδὲ τὸ µὲν ἐν τοῖς δεξιοῖς ἐστι, τὸ δ’ ἐν τοῖς ἀριστεροῖς µέρεσιν, ἀλλ’ ἄµφω κατὰ τὸ µέσον τῆς ῥάχεως, ἑκατέρωθεν δὲ αὐτῶν ἓν νεῦρόν ἐστι, τὸ µὲν ἐν τοῖς δεξιοῖς ὄν, τὸ δὲ ἐν τοῖς ἀριστεροῖς.
[77d3-6] Ταύτας δὲ καθῆκαν παρὰ τὴν ῥάχιν, καὶ τὸν γόνιµον µεταξὺ λαβόντες µυελόν, ἵνα οὗτός τε ὅτι µάλιστα θάλλοι, καὶ ἐπὶ τἆλλα εὔρους ἐντεῦθεν ἅτε ἐπὶ κάταντες ἡ ἐπίχυσις γιγνοµένη παρέχοι τὴν ὑδρείαν ὁµαλήν.
Γόνιµον µυελὸν εἶπε τὸν νωτιαῖον οὔσης καὶ ταύτης παλαιᾶς δόξης, ὡς καὶ τὸν ῾Ιπποκράτην δοκεῖν αὐτῆς µετεσχηκέναι καὶ νοµίζειν ἐκ τοῦ νωτιαίου µυελοῦ τὸ σπέρµα κατέρχεσθαι πρὸς τὸ τοῦ ἄρρενος αἰδοῖον· θάλλειν δὲ τῇ κοινωνίᾳ τῶν αἱµατικῶν ἀγγείων τὸν µυελὸν ἔφη τρεφόµενον ἐξ αὐτῶν δηλονότι, καὶ ἐπὶ τὰ ἄλλα δὲ µόρια τοῦ σώµατος ἐντεῦθεν ὁµαλὴν γίνεσθαί φησι τὴν ἐπίχυσιν ὡς ἂν ἐκ τῶν µεγάλων ὀχετῶν εἰς µικροὺς τῆς νοµῆς γινοµένης. τὸ δὲ ἅτε ἐπὶ τὸ κάταντες οὐ πάντη καλῶς εἴρηται· καὶ γὰρ τὰ ὑψηλότερα µέρη τὰ περὶ τὸν τράχηλόν τε καὶ τὴν κεφαλὴν τρέφεται διὰ τῶν φλεβῶν· ἐν µὲν οὖν τοῖς κάτω τοῦ διαφράγµατος µέρεσι τῆς ῥάχεως <ἥ τε κοίλη φλὲψ> ἥ τε ἀρτηρία <ἡ> µεγίστη ἐπίκειται κατὰ τῶν σπονδύλων, ἄχρι περ ἂν εἰς τὰ σκέλη σχισθῇ κατὰ τὸ πέρας αὐτῆσ·ἐν δὲ τοῖς ἀνωτέρω τοῦ διαφράγµατος ἡ µὲν ἀρτηρία µέχρι πλείστου τοῖς σπονδύλοις ἐπιτέταται, παράκειται δὲ αὐτῇ τις φλὲψ µικρὰ µόνα τὰ κατὰ τὰς ὀκτὼ [νώθους] πλευρὰς τοῦ θώρακος τρέφουσα τὰ κάτω·τὸ δὲ ἀπὸ τοῦδε µέρος τῆς ῥάχεως ἅπαν τὸ ἄνω, καθ’ ὃ τέτταρες µὲν οἱ πρῶτοι τοῦ θώρακος σπόνδυλοι κεῖνται, µετ’ αὐτοὺς δὲ ἄχρι τῆς κεφαλῆς οἱ τοῦ τραχήλου πάντες, οὔτε ἀρτηρίαν οὔτε φλέβα καθ’ ἑαυτοῦ κειµένην ἔχει· ἀλλ’, ὡς ἔφην, οὐδὲν θαυµαστόν ἐστι τὰ κατὰ τὰς ἀνατοµὰς ἀγνοῆσαι Πλάτωνα καθάπερ καὶ ῞Οµηρον, ὅστις φησίν ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν, ἥτ’ ἀνὰ νῶτα θέουσα διαµπερὲς αὐχέν’ ἱκάνει.