2.6.12. μόνη γάρ, ὡς εἴρηται, φωνὴ διαφθείρεται τοῦ ζῴου τμηθέντων τῶν παρὰ ταῖς ἀρτηρίαις νεύρων.
2.6.13. ὅσοι δὲ τῶν ἰατρῶν τε καὶ φιλοσόφων ἐπὶ ταῖς εἰρημέναις ἀρτηρίαις ἤτοι τμηθείσαις ἢ ὡς εἴρηται διαληφθείσαις ᾤοντο καροῦσθαι τὸ ζῷον, εἶτ’ ἐκ τούτου συνελογίζοντο τὴν καρδίαν ἐγκεφάλῳ χορηγεῖν αἴσθησίν τε καὶ κίνησιν, ἐσφάλθαι μὲν αὐτοὺς ὑποληπτέον ἐν τῇ περὶ τὸ φαινόμενον ἐμπειρίᾳ, τὸ δ’ ἐξ ὑποθέσεως ἀκολουθοῦν ἀκριβῶς ἑωρακέναι·
2.6.14. εἴπερ γὰρ ὄντως ἐγίγνετο καρῶδες τὸ ζῷον, ὅπερ αὐτοῖς ὄνομα βούλεται σημαίνειν τὸ ἀναίσθητόν τε καὶ ἀκίνητον, ἐξ ἀνάγκης ἂν ἀκολουθεῖν τὸ τὴν καρδίαν ἐπιπέμπειν ἐγκεφάλῳ τὴν πρώτην ἀρχὴν αἰσθήσεώς τε καὶ κινήσεως, ἣν αὐτὸς ἅπαντι τῷ σώματι διὰ νεύρων χορηγεῖ, ὥστ’ εἶναι δευτέραν τινὰ ἀρχὴν αὐτόν, οὐκ ἀκριβῶς πρώτην, ἀνάλογον ὑπάρχῳ μεγάλου βασιλέως.
2.6.15. ἀποδεδειγμένου γὰρ ἐν τοῖς ἔμπροσθεν ὡς ἡ μὲν καρδία τῶν ἀρτηριῶν ὁ δ’ ἐγκέφαλος τῶν νεύρων ἐστὶν ἀρχή, περαίνοιτ’ ἄν, εἴπερ ἀληθὲς ἦν τὸ λεγόμενον, ὡς ἡ καρδία διὰ τῶν ἀρτηριῶν ἐγκεφάλῳ χορηγεῖ δύναμιν ψυχικήν.
2.6.16. οὐ μὴν ἀληθές γ’ ἐστίν, ἀλλὰ κατεψεύσαντο τοῦ φαινομένου κατὰ τὰς ἀνατομάς. καρῶδες μὲν γὰρ οὐδ’ ἐπὶ τοῖς νεύροις τμηθεῖσι γίγνεται τὸ ζῷον, μήτι γε δὴ ταῖς ἀρτηρίαις· ἄφωνον δὲ τῶν νεύρων μὲν βλαβέντων γίγνεται, τῶν ἀρτηριῶν δ’ οὐ γίγνεται καὶ πολὺ δὲ μᾶλλον ἔτι τῶν φλεβῶν.
2.6.17. ἀλλ’ οἱ πλεῖστοι τῶν ἰατρῶν τε καὶ φιλοσόφων ἅμα ταῖς ἀρτηρίαις τὰ νεῦρα τοῖς βρόχοις διαλαμβάνοντες, εἶτα ἄφωνον ὁρῶντες αὐτίκα τὸ ζῷον γιγνόμενον ἀρτηριῶν τὸ πάθος ᾠήθησαν ὑπάρχειν καὶ κάρον ὠνόμασαν, οὐκ ὀρθῶς, οἶμαι, εἰ μή τι ἄρα τὴν ἀφωνίαν ἐθέλουσιν ὀνομάζειν κάρον· οὕτω γὰρ <ἂν> ὀνόματι μόνον σφάλλοιντο κατά γε τοῦτο, περὶ δὲ τὸ πρᾶγμα αὐτὸ ἁμαρτάνοιεν, εἴπερ ἐπὶ ταῖς ἀρτηρίαις ὑπολαμβάνοιεν ἄφωνον γίγνεσθαι τὸ ζῷον.
2.7.1. ᾿Εγὼ μὲν δή μοι δοκῶ τὸ κελευσθὲν ὑπὸ τοῦ Χρυσίππου πεπραχέναι ζητήσας εἴτ’ ἀπὸ καρδίας ἐγκεφάλῳ δύναμίς τις εἴτ’ ἀπ’ ἐγκεφάλου τῇ καρδίᾳ χορηγεῖται.
2.7.2. Χρύσιππος δ’ αὐτὸς ὀλιγώρως ἐσχηκέναι φαίνεται περὶ τὴν τοῦ πράγματος ἔρευναν ἰδὼν μὲν τὴν ὁδὸν ᾗ χρὴ τὸ ζητούμενον ἁλῶναι, μὴ χρησάμενος δὲ αὐτῇ.
2.7.3. μέμφομαι δ’ αὐτῷ καὶ διότι καθ’ ἓν βιβλίον ἐναντία λέγειν ὑπέμεινεν οὐκ ἀπὸ μακροῦ διαστήματος ἀλλήλων, ἔμπροσθεν μὲν ὡς ἀποδεικτικὸν γράψας τὸν τοῦ Ζήνωνος λόγον, ἐπὶ προήκοντι δὲ τῷ συγγράμματι δεικνὺς αὐτοῦ τὴν λύσιν.
2.7.4. εὑρίσκω δ’ οὐχ ἥκιστα τὸν Χρύσιππον καὶ ἄλλας τινὰς ἐναντιολογίας ἐν αὐτῷ τούτῳ τῷ λόγῳ περὶ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ πεποιημένον.
2.7.5. ἐν ἀρχῇ γὰρ προειπὼν ὡς τὰ μὲν ἄλλα μέρη τῆς ψυχῆς ἐν οἷς ἐστι τοῦ ζῴου μορίοις ὁμολογεῖται, περὶ δὲ τοῦ ἡγεμονικοῦ μόνου ζητεῖται διὰ τὸ μήτε αἴσθησιν ἐκφανῆ μηδεμίαν εἶναι αὐτοῦ μήτ’ ἐναργές τι τεκμήριον, ὀλίγον ὕστερον ὡς περὶ φαινομένου τοῦ μέρους διαλέγεται.
2.7.6. ἔχουσι δὲ αἱ ῥήσεις αὐτοῦ τόνδε τὸν τρόπον· “οὕτω φαίνεται διαφεύγειν ὁ τόπος ἡμᾶς οὔτε αἰσθήσεως ἐκφανοῦς γιγνομένης, ὅπερ ἐπὶ τῶν λοιπῶν συντέτευχεν, οὔτε τῶν τεκμηρίων δι’ ὧν ἄν τις συλλογίσαιτο τοῦτο· οὐδὲ γὰρ ἂν οὐδ’ ἐπὶ τοσοῦτον ἀντιλογία προῆλθεν ἰατροῖς τε καὶ φιλοσόφοις.”
2.7.7. ταῦτα προειπὼν ὁ Χρύσιππος ἐφεξῆς φησιν ὡς ἅπαντες ἄνθρωποι τῶν τῆς διανοίας παθῶν αἰσθάνονται κατά τε τὸν θώρακα καὶ τὴν καρδίαν.
2.7.8. ἔχει δὲ καὶ ἥδε ἡ ῥῆσις ὧδε· “κοινῇ δέ μοι δοκοῦσιν οἱ πολλοὶ φέρεσθαι ἐπὶ τοῦθ’ ὡσανεὶ αἰσθανόμενοι περὶ τὸν θώρακα αὐτοῖς τῶν κατὰ τὴν διάνοιαν παθῶν γιγνομένων καὶ μάλιστα καθ’ ὃν ἡ καρδία τέτακται τόπον, οἷον μάλιστα ἐπὶ τῶν φόβων καὶ τῶν λυπῶν λέγω καὶ ἐπὶ τῆς ὀργῆς καὶ μάλιστα τοῦ θυμοῦ.”
2.7.9. κατὰ τήνδε τὴν ῥῆσιν, εἰ καὶ μηδὲν ἄλλο, τὸ γοῦν ὡσανεὶ προσέθηκεν οὐ τολμήσας ἄντικρυς εἰπεῖν αἰσθάνεσθαι τοὺς ἀνθρώπους τῶν κατὰ τὴν διάνοιαν παθῶν ἐν τῷ θώρακι γιγνομένων· “ὡσανεὶ” γὰρ ἔφη “συναισθανόμενοι”.
2.7.10. μικρὸν δ’ ὕστερον καὶ τὸ ὡσανεὶ περιελὼν οὑτωσὶ γράφει· “ἡ γὰρ περὶ τὴν διάνοιαν γιγνομένη ταραχὴ καθ’ ἕκαστον τούτων αἰσθητῶς περὶ τοὺς θώρακάς ἐστιν”·
2.7.11. εἶτ’ ἐφεξῆς· “τῆς μὲν γὰρ ὀργῆς γιγνομένης ἐνταῦθα εὔλογον καὶ τὰς λοιπὰς ἐπιθυμίας ἐνταῦθα εἶναι”, καὶ πάλιν ἐν τοῖς ἑξῆς τοῦ συγγράμματος “καὶ τὰ τῶν ὀργιζομένων δὲ πάθη” φησί “φαίνεται περὶ τὸν θώρακα γιγνόμενα καὶ τὰ τῶν ἐρώντων”, καὶ λοιπὸν οὐκέτι παύεται περὶ τῶν παθῶν διαλεγόμενος ὡς ἔν τε τῷ θώρακι καὶ περὶ τὴν καρδίαν μάλιστα συνίστασθαι φαινομένων.
2.7.12. ὥστ’ ἔγωγε θαυμάζω τἀνδρός, ὅπως τὸ κατ’ ἀρχὰς ὑφ’ ἑαυτοῦ γραφόμενον οὐκ ἐξήλειψεν, ἔνθα φησὶν οὔτ’ αἴσθησιν οὐδεμίαν ἐκφανῆ γίγνεσθαι ποῦ τὸ κύριον τῆς ψυχῆς μέρος, οὔτε τεκμήριον· οὐ γὰρ <ἂν> ἐπὶ τοσοῦτον διενεχθῆναι πρὸς ἀλλήλους ἰατρούς τε καὶ φιλοσόφους.
2.7.13. ἢ εἴπερ ἀρέσκεται τῷδε τῷ λόγῳ, πῶς οὐκ ᾐδέσθη πάλιν ἐν τοῖς ἑξῆς αἰσθήσει τε κρίνων τὸ δόγμα καὶ “φαίνεται” λέγων;
2.7.14. ἐγὼ δή μοι δοκῶ, καθάπερ ὀλίγον ἔμπροσθεν ἔπραξα τὸν ἀληθέστερον ἑλόμενος λόγον ὃν ὁ Χρύσιππος ἔγραψε πρὸς ἑαυτὸν ἐναντιολογούμενος, οὕτω καὶ νῦν ποιήσειν.
2.7.15. οὐδεμία γὰρ αἴσθησις ἡμῖν γίγνεται τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ κατὰ τὴν καρδίαν ἢ τὸν θώρακα περιεχομένου καὶ διὰ τοῦτ’ ἐπαινῶ μὲν τὰ πρῶτα τοῦ Χρυσίππου, δι’ ὧν ὁμολογεῖ τὸ ἀληθές, οὐκ ἐπαινῶ δὲ ἐν οἷς καταψεύδεται τῆς αἰσθήσεως.