Читаем Сочинения. Том 4 полностью

9.5.11. Γειτνιᾷ δέ πως τούτῳ τῷ σκέµµατι καὶ τὸ κατὰ τὴν διαιρετικὴν ὀνοµαζοµένην µέθοδον ἧς τὴν µὲν γυµνασίαν ὁ Πλάτων ἐν Σοφιστῇ καὶ Πολιτικῷ πεποίηται, τὴν δὲ ἐξ αὐτῆς χρείαν ἐπέδειξεν οὐκ ἐν τούτοις µόνον, ἀλλὰ σαφέστατα µὲν ἅµα καὶ τελεώτατα κατά τε Φίληβον καὶ Φαῖδρον, οὐ µὴν <ἀλλὰ> καὶ κατὰ τὴν Πολιτείαν τε καὶ ἄλλ’ ἄττα τῶν συγγραµµάτων.

9.5.12. ἐν µὲν οὖν τῷ Σοφιστῇ καὶ τῷ Πολιτικῷ διδάσκει πῶς ἄν τις ἀντὶ τῆς προσηγορίας ἑρµηνεύοι λόγῳ σαφεῖ τε ἅµα καὶ συντόµῳ τὸ σηµαινόµενον αὐτῆς, ὅντινα λόγον ὁρισµόν τε καὶ ὅρον ἐξαιρέτως ἐκάλεσαν οἱ µετὰ Πλάτωνα.

9.5.13. ἐν δὲ τῷ Φιλήβῳ καὶ τῷ Φαίδρῳ δείκνυσιν εἰς τεχνῶν σύστασιν ἀναγκαιοτάτην εἶναι τὴν διαιρετικὴν καὶ συνθετικὴν θεωρίαν γεγυµνάσθαι τε κελεύει διττῶς κατ’ αὐτὴν ἀπὸ µὲν τοῦ πρώτου καὶ γενικωτάτου καταβαίνοντας ἐπὶ τὰ µηκέτι τοµὴν δεχόµενα διὰ τῶν ἐν τῷ µεταξὺ διαφορῶν, δι’ ὧν καὶ τοὺς ὁρισµοὺς τῶν εἰδῶν ἐδεδείχειν συνισταµένους ἐν Σοφιστῇ καὶ Πολιτικῷ, ἔµπαλιν δ’ ἀπὸ τῶν εἰδικωτάτων πολλῶν ὄντων ἀναβαίνοντας ἐπὶ τὸ πρῶτον γένος κατὰ σύνθεσιν· ὁδὸν µὲν γὰρ εἶναι µίαν ἀµφοῖν, ὁδοιπορίαν δὲ διττὴν ἀπὸ θατέρου τῶν πρώτων ἐπὶ θάτερον ἐναλλὰξ ἰόντι.

9.5.14. λέγει δὲ περὶ αὐτῶν ἐν µὲν τῷ Φαίδρῳ κατὰ τήνδε τὴν λέξιν· “—ἐµοὶ δὲ φαίνεται τὰ µὲν ἄλλα τῷ ὄντι παιδιᾷ πεπαῖχθαι· τούτων δέ τινων ἐκ τύχης ῥηθέντων δυοῖν εἰδῶν, εἰ αὐτοῖν τὴν δύναµιν τέχνῃ λαβεῖν δύναιτό τις, οὐκ ἄχαρι.

9.5.15. —τίνων δή;— εἰς µίαν τε ἰδέαν συνορῶντα ἄγειν τὰ πολλαχῇ διεσπαρµένα, ἵν’ ἕκαστον ὁριζόµενος δῆλον ποιῇ περὶ οὗ ἂν ἀεὶ διδάσκειν ἐθέλῃ, ὥσπερ τὰ νῦν δὴ περὶ ἔρωτος ὅ ἐστιν ὁρισθέν, εἴτε εὖ εἴτε κακῶς ἐλέχθη, τὸ γοῦν σαφὲς καὶ τὸ αὐτὸ αὑτῷ ὁµολογούµενον διὰ ταῦτα ἔσχεν εἰπεῖν ὁ λόγος.

9.5.16. —τὸ δ’ ἕτερον δὴ εἶδος τί λέγεις, ὦ Σώκρατες;— τὸ πάλιν κατ’ εἴδη δύνασθαι διατέµνειν, κατὰ ἄρθρα ᾗ πέφυκε καὶ µὴ ἐπιχειρεῖν καταγνύναι µέρος µηδὲν κακοῦ µαγείρου τρόπῳ χρώµενον.”

9.5.17. ταῦτα µὲν οὖν καθόλου περὶ τῆς διαιρετικῆς τε καὶ συνθετικῆς µεθόδου λέλεκται τῷ Πλάτωνι. µεταβὰς δ’ ἐπὶ τὴν ῥητορικὴν τέχνην, εἴη δ’ ἂν ἡµῖν ἕν τι τοῦτο παράδειγµα τῆς ὅλης πραγµατείας, τάδε γράφει·

9.5.18. “—ἐπειδὴ λόγου δύναµις τυγχάνει ψυχαγωγία οὖσα, τὸν µέλλοντα ῥητορικὸν ἔσεσθαι ἀνάγκη εἰδέναι ψυχὴ ὅσα εἴδη ἔχει.

9.5.19. ἔστιν οὖν τόσα καὶ τόσα καὶ τοῖα καὶ τοῖα, ὅθεν οἱ µὲν τοιοίδε οἱ δὲ τοιοίδε γίγνονται. τούτων δ’ οὕτω διῃρηµένων λόγων αὖ τόσα καὶ τόσα ἐστὶν εἴδη, τοιόνδε δὲ ἕκαστον.

9.5.20. οἱ µὲν οὖν τοιοίδε ὑπὸ τοιῶνδε λόγων διὰ τήνδε τὴν αἰτίαν εἰς τὰ τοιάδε εὐπειθεῖς, οἱ δὲ τοιοίδε διὰ τάδε δυσπειθεῖς.

9.5.21. δεῖ δὴ ταῦτα ἱκανῶς νοήσαντα µετὰ ταῦτα θεώµενον αὐτὰ ἐν ταῖς πράξεσιν ὄντα τε καὶ πραττόµενα ὀξέως δύνασθαι ἐπακολουθεῖν τῇ αἰσθήσει ἢ µηδὲν εἶναι πω πλέον αὐτῷ ὧν τότε ἤκουε λόγων ξυνών.

9.5.22. ὅταν δ’ εἰπεῖν τε ἱκανῶς ἔχῃ οἷος ὑφ’ οἵων πείθεται παραγιγνόµενόν τε δυνατὸς ᾖ διαισθανόµενος ἑαυτῷ ἐνδείκνυσθαι ὅτι οὗτός ἐστι καὶ αὕτη ἡ φύσις περὶ ἧς τότε ἦσαν οἱ λόγοι νῦν ἔργῳ παροῦσά σοι, ᾗ προσοιστέον τούσδε ὧδε τοὺς λόγους ἐπὶ τὴν τῶνδε πειθώ, πάντα δὴ ταῦτ’ ἔχοντι, προσλαβόντι καιροὺς τοῦ πότε λεκτέον καὶ ἐπισχετέον βραχυλογίας τε [καὶ] αὖ καὶ ἐλεεινολογίας καὶ δεινώσεως ἑκάστων τε ὅσα ἂν εἴδη λόγων µάθῃ, τούτων τὴν εὐκαιρίαν τε καὶ ἀκαιρίαν διαγνόντι καλῶς τε καὶ τελέως ἐστὶν ἡ τέχνη ἀπειργασµένη, πρότερον δ’ οὔ.

9.5.23. ἀλλ’ ὅ τι ἂν αὐτῶν τις ἐλλείπῃ λέγων ἢ διδάσκων ἢ γράφων, φῇ δὲ τέχνῃ λέγειν, ὁ µὴ πειθόµενος κρατεῖ.”

9.5.24. ταῦτα οὖν αὐτῷ λέλεκται περὶ τῆς ῥητορικῆς ἐνταῦθα διδάσκοντι πῶς ἄν τις αὐτὴν ἄριστα συστήσαιτο µεθόδῳ χρώµενος, οὐ καθάπερ οἱ πολλοὶ δι’ ἐµπειρίας τε καὶ τριβῆς.

9.5.25. ἔτι τε πρὸς τούτοις κατωτέρω µετὰ τὸ διελθεῖν ἐν τῷ µεταξὺ χρήσιµα πολλὰ συγκεφαλαιούµενος αὐτὰ κατὰ λέξιν οὕτως ἔφη·

9.5.26. “ὥστ’ εἰ µὲν ἄλλο τι περὶ τέχνης λόγων λέγεις, ἀκούοιµεν ἄν, εἰ δὲ µή, οἷς νῦν δὴ διήλθοµεν πεισόµεθα, ὡς ἐὰν µή τις τῶν τ’ ἀκουσοµένων τὰς φύσεις διαριθµήσηται καὶ κατ’ εἴδη τε διαιρεῖσθαι τὰ ὄντα καὶ µιᾷ ἰδέᾳ ἀδύνατος ᾖ καθ’ ἓν ἕκαστον περιλαµβάνειν, οὔποτ’ ἔσται τεχνικὸς λόγων πέρι καθόσον δυνατὸν ἀνθρώπῳ.”

9.5.27. Ἐν τούτῳ µὲν τῷ βιβλίῳ διὰ συντόµων ἐδήλωσε περί τε τῆς τῶν τεχνῶν ἁπασῶν καθόλου συστάσεως καὶ περὶ τῆς ῥητορικῆς, ἀκριβέστατα δὲ τὸν λόγον ὅλον ἐν τῷ Φιλήβῳ διῆλθεν. ἐγὼ δὲ ἀπὸ τῶν ἐπικαιροτάτων ἄρξοµαι παραγράψας αὐτοῦ πρώτην τήνδε τὴν ῥῆσιν·

9.5.28. “—φωνὴ µὲν ἡµῖν ἐστί που µία διὰ τοῦ στόµατος ἰοῦσα καὶ ἄπειρος αὖ πλήθει πάντων τε καὶ ἑκάστου.— τί µήν; —καὶ οὐδὲν ἑτέρῳ γε τούτων ἐσµέν πω σοφοί, οὔτε ὅτι τὸ ἄπειρον αὐτῆς ἴσµεν οὔθ’ ὅτι τὸ ἕν· ἀλλ’ ὅτι ὁπόσα τέ ἐστι καὶ ὁποῖα, τοῦτο ἔστι τὸ γραµµατικὸν ἕκαστον ποιοῦν ἡµῶν.

9.5.29. —ἀληθέστατα.— καὶ µὴν καὶ τὸ µουσικὸν ὃ τυγχάνει ποιοῦν, τοῦτ’ ἔστι ταὐτόν. —πῶς; φωνὴ µέν που καὶ τὸ κατ’ ἐκείνην τὴν τέχνην ἐστὶ µία ἐν αὐτῇ.— πῶς δ’ οὔ; —δύο δὲ θῶµεν, βαρὺ καὶ ὀξύ, καὶ τρίτον ὁµότονον· ἢ πῶς;— οὕτως. — ἀλλ’ οὔπω σοφὸς ἂν εἴης τὴν µουσικὴν εἰδὼς ταῦτα µόνα, µὴ εἰδὼς δέ, ὡς ἔπος εἰπεῖν, εἰς ταῦτα οὐδενὸς ἄξιος ἔσῃ.

Перейти на страницу:

Похожие книги