9.7.1. Εἰκότως οὖν ἔνιοι τὴν τῶν ὁµοίων τε καὶ οὐχ ὁµοίων ἀκριβῆ γνῶσιν αὐτάρκη νοµίζουσιν ὑπάρχειν εἰς µεθοδικὴν σύστασιν ἁπάσης τέχνης, εἴ γε καὶ πρὸς τὴν τῶν ἀµφισβητουµένων κρίσιν ἱκανὴ ποδηγός ἐστιν.
9.7.2. ὁµοιότητος γὰρ οὔσης πολλῆς ἐνίοις τῶν πιθανῶν µέν, οὐκ ἀληθῶν δὲ πρὸς τοὺς ὄντως ἀληθεῖς λόγους, ὁ γεγυµνασµένος διακρίνειν ἀπ’ ἀλλήλων αὐτοὺς εἴσεται σαφῶς ὅσοις τε χρὴ δόγµασι πιστεύειν ὡς ἀληθέσιν, ὅσων τε κατα-γιγνώσκειν ὡς ψευδῶν, ὅσων τε τὸ πιθανὸν ἄδηλον ὅπως ἀληθείας ἔχον προσέοικε τῷ ἀπιθάνῳ, ὥσπερ γε καὶ τῶν ἐπίσης ἀλλήλοις, εἴτε ἐν δυσὶν εἴτ’ ἐν τρισὶν εἴτε ἐν πλείοσιν ἡ ἔκτασις γένοιτο, µηδὲν ἡγεῖσθαι πιστότερον.
9.7.3. ἀνάγεται δὲ ἡ τούτων κρίσις εἰς φαντασίαν, ὡς µὲν οἱ νεώτεροι τῶν ᾿Ακαδηµαϊκῶν λέγουσιν, οὐ µόνον πιθανήν, ἀλλὰ καὶ περιωδευµένην καὶ ἀπερίσπαστον, ὡς δ’ οἱ περὶ τὸν Χρύσιππον, εἰς καταληπτικήν, ὡς δὲ κοινῇ πάντες ἄνθρωποι πεπιστεύκασιν, εἰς αἴσθησίν τε καὶ νόησιν ἐναργῆ.
9.7.4. διαφέρειν µὲν οὖν ἀλλήλων δοκοῦσιν αἱ εἰρηµέναι λέξεις, εἰ δ’ ἐπιµελέστερόν τις σκοποῖτο, τὴν αὐτὴν ἔχουσι δύναµιν, ὥσπερ γε κἀπειδὰν φῇ τις ἀπὸ τῶν κοινῶν ἐννοιῶν ἄρχεσθαι καὶ ταύτας τίθεσθαι πρῶτον ἁπάντων κριτήριον ἐξ ἑαυτοῦ πιστόν.
9.7.5. ὅτι µὲν γὰρ τὸ πρῶτον κριτήριον ἀναποδείκτως εἶναι δεῖ πιστόν, ὡµολόγηται πᾶσιν, οὐ µὴν ὅτι γε φυσικὸν εἶναι δεῖ τοῦτο καὶ πάντων ἀνθρώπων κοινὸν ἐννοοῦσιν ἅπαντες, καὶ οἱ πλεῖστοι προκρίνουσιν ἐνίοτε τοῦ κοινῇ πᾶσιν ἀνθρώποις ἐναργῶς φαινοµένου <τὸ> τῇ ἑαυτῶν ὑπολήψει ἐµµένειν καὶ προσποιοῦνται πεπιστευκέναι βεβαίως οἷς αὐτοὶ λέγουσιν εἰκῇ ἕνεκα τοῦ κατασκευάζειν τι δόγµα τῶν ἀπὸ τῆς ἑαυτῶν αἱρέσεως, ὥσπερ γε πάλιν ἕτεροί τινες εἰς τὸ διαβάλλειν τι τῶν ἑτεροδόξων ὑποµένουσιν ἑκουσίως ψεύδεσθαι.
9.7.6. τοῖς γὰρ ἑαυτοὺς ἀπό τινος αἱρέσεως ἀναγορεύσασιν ἀγωνίζεσθαι πρόκειται περὶ πάντων τῶν κατὰ τὴν αἵρεσιν, εἰ καὶ µηδεµίαν ἀναγκαίαν ἀκολουθίαν ἔχει πρὸς τὴν στοιχείωσιν, ὥσπερ ἀµέλει κἀπὶ τοῦ <περὶ> [τῆς] ψυχῆς ἡγεµονικοῦ δόγµατος.
9.7.7. τοῦτο γὰρ ἰατροῖς ἐπίστασθαι χρήσιµόν ἐστιν ἕνεκα τοῦ προσφέρειν τὰ βοηθήµατα τῷ πεπονθότι τόπῳ βεβλαµµένου τοῦ λογισµοῦ, φιλοσόφοις δ’ οὔτ’ εἰς τὴν εὕρεσιν τῆς διαφορᾶς τῶν ἀρετῶν οὔτε εἰς τὴν ἄσκησιν αὐτῶν ἐστι χρήσιµον.
9.7.8. ἐάν τε γὰρ ἐν τῇ καρδίᾳ τὸ τῆς ψυχῆς ἡγεµονικὸν ὑπάρχῃ µόριον ἐάν τε ἐν τῇ κεφαλῇ, δυνησόµεθα καὶ φρόνησιν κτήσασθαι καὶ σωφροσύνην καὶ δικαιοσύνην καὶ ἀνδρείαν ἐξ ἄλλων δογµάτων τε καὶ ἀσκήσεων ἐπὶ τὴν κτῆσιν αὐτῶν ἀφικόµενοι.
9.7.9. Mόνοις οὖν ἐκείνοις τοῖς φιλοσόφοις καὶ τὸ µηδὲν εἰς ἦθός τε καὶ τὰς πολιτικὰς πράξεις χρήσιµον ζητεῖν ἀκόλουθόν ἐστιν, ὅσοι τὴν θεωρητικὴν φιλοσοφίαν εἵλοντο, καθάπερ γε καὶ εἰ µετὰ <τὸν> κόσµον τοῦτόν ἐστί τι, καὶ εἰ ἔστιν, ὁποῖόν τι τοῦτο, καὶ εἰ ὁ κόσµος οὗτος ἐν ἑαυτῷ περιέχεται καὶ εἰ πλείους ἑνὸς καὶ εἰ πάµπολύ τι πλῆθος, ὁµοίως δὲ καὶ εἰ γεννητὸς ἢ ἀγέννητος ὅδε ὁ κόσµος ἐστίν, ὥσπερ γε καὶ εἰ γεγονότος αὐτοῦ θεός τις ἐγένετο δηµιουργὸς ἢ θεὸς µὲν οὐδείς, αἰτία δέ τις ἄλογός τε καὶ ἄτεχνος εἰργάσατο κατὰ τύχην οὕτως καλὸν αὐτὸν ὡς εἰ καὶ θεὸς ἐπεστάτει τῇ κατασκευῇ σοφώτατος ἅµα καὶ δυνατώτατος.
9.7.10. ἀλλὰ τά γε τοιαῦτα ζητήµατα πρὸς τὸ καλῶς οἰκεῖν τὸν ἴδιον οἶκον ἢ τῶν τῆς πόλεως πραγµάτων προνοεῖσθαι προσηκόντως ἢ συγγενέσι καὶ πολίταις καὶ ξένοις προσφέρεσθαι δικαίως τε καὶ κοινωνικῶς οὐδὲν συντελεῖ.
9.7.11. παρεγένοντο δ’ ἐπὶ τὴν ζήτησιν αὐτῶν ἔνιοι τῶν πρακτικὸν ὑποτιθεµένων τὸ τέλος ἐκ τῶν χρησίµως ζητουµένων κατὰ βραχὺ προελθόντες ὡς ἐφ’ ὅµοια.
9.7.12. οὐ γὰρ δή, ὥσπερ γεγονέναι τὸν κόσµον ἢ µὴ γεγονέναι ζητεῖν ἄχρηστον, οὕτω καὶ περὶ προνοίας καὶ θεῶν.
9.7.13. ὅτι γάρ ἐστί τι κρεῖττον ἀνθρώπου δυνάµει τε καὶ σοφίᾳ κατὰ τὸν κόσµον, ἅπασιν ἡµῖν ζητεῖσθαι βέλτιον, οὐ µήν, ὁποῖοί τινές εἰσι τὴν οὐσίαν οἱ θεοί, πότερον ἀσώµατοι παντάπασιν ἢ καθάπερ ἡµεῖς, οὕτω καὶ αὐτοὶ µετὰ σωµάτων, ἀναγκαῖον σκοπεῖσθαι.
9.7.14. καὶ γὰρ καὶ ταῦτα καὶ ἄλλα πολλὰ τελέως ἄχρηστ’ ἐστὶν εἰς τὰς ἠθικάς τε καὶ πολιτικὰς ὀνοµαζοµένας ἀρετάς τε καὶ πράξεις, ὥσπερ γε καὶ εἰς τὰς τῶν ψυχικῶν παθῶν ἰάσεις.
9.7.15. καὶ γέγραπται περὶ αὐτῶν ὑπὸ Ξενοφῶντος ἄριστα, µὴ µόνον αὐτοῦ τῆς ἀχρηστίας κατεγνωκότος, ἀλλὰ καὶ Σωκράτην φάσκοντος οὕτω φρονεῖν.
9.7.16. ὁµολογοῦσι δ’ αὐτῷ καὶ οἱ ἄλλοι τοῦ Σωκράτους ἑταῖροι καὶ Πλάτων αὐτός, ὃς τὴν φυσικὴν θεωρίαν τῇ φιλοσοφίᾳ προσθεὶς Τιµαίῳ ἀναφέρει τὸν περὶ αὐτῆς λόγον, οὐχὶ Σωκράτει, καθάπερ καὶ τὴν ἐπὶ πλέον ἐκτεταµένην διαλεκτικὴν εἰς Παρµενίδην τε καὶ τὸν ἑταῖρον αὐτοῦ Ζήνωνα.
9.7.17. δι’ ὁµοιότητα µὲν <οὖν> τινα τοῖς χρησίµοις τῶν λογικῶν τε καὶ φυσικῶν θεωρηµάτων καὶ ἡ τῶν ἀχρήστων προσετέθη ζήτησις· ἀδύνατον γάρ ἐστι µηδ’ ὅλως ἐφάψασθαι κατὰ τὴν ἠθικήν τε καὶ πολιτικὴν θεωρίαν µήτε τῆς φυσικῆς µήτε τῆς συλλογιστικῆς· ἀλλὰ καὶ ταῦτα τῶν ἀχρήστων εὑρήσει<ς>.
9.7.18. παραπλήσια δὲ πολλὰ τῶν ψευδῶν ἐστι τοῖς ἀληθέσιν ἔν τε ταῖς ἀρχαῖς τῶν ἀποδείξεων καὶ πᾶσι τοῖς µετὰ ταῦτα καὶ τὰ σοφίσµατα καθ’ ὁµοιότητα τὴν πρὸς τοὺς ἀληθεῖς λόγους συντίθενται.