Читаем Сочинения. Том 4 полностью

9.9.20. ἔστι µὲν γὰρ τρία κεφάλαια, πρῶτον µὲν τὸ περὶ διαίρεσιν καὶ σύνθεσιν, δεύτερον δὲ τὸ περὶ τὴν τῶν ἀκολούθων τε καὶ µαχοµένων γνῶσιν, ἐπ’ αὐτοῖς δὲ τρίτον τὸ κατὰ τὴν πρὸς ἄλληλα τῶν πραγµάτων µεταβολὴν ἐν τῷ µᾶλλόν τε καὶ ἧττον, ἴσως τε καὶ ὁµοίως καὶ ἀνάλογον, <ὧν> ἐστιν ἥ τε ταὐτοῦ καὶ ἡ ἑτέρου γνῶσις, οἷς ἅπασι κοινὰ συµβέβηκε περὶ ἃ γεγυµνάσθαι χρή, τὸ δυνατὸν καὶ ἀναγκαῖον ἥ τ’ ἐν τούτοις ὁµοιότης τε καὶ ἀνοµοιότης.

9.9.21. οἱ µὲν οὖν σκοποὶ καθ’ οὓς ἕκαστα τούτων ὀρθῶς ἄν τις µεταχειρίζοιτο παντάπασιν ὀλίγοι, τὸ <δὲ> κατ’ αὐτοὺς γυµνάσιον οὐκ ὀλίγου χρόνου δεόµενον.

9.9.22. Ἐνδείκνυται δὲ τοῦτο καὶ κατὰ τὸ τέταρτον τῆς Πολιτείας ὁ Πλάτων, ἔνθα βούλεται δεῖξαι τὴν ψυχὴν ἡµῶν οὐχ ἁπλῆν οὐδὲ µονοειδῆ κατὰ τὴν οὐσίαν, ἀλλὰ σύνθετον ἐκ τριῶν µερῶν, ὧν ἕκαστον µὲν ἴδιον ἔχει τὸ εἶδος, οὐ µίαν δὲ δύναµιν, ἀλλὰ πλείους.

9.9.23. εἰς γὰρ τὴν ἀπόδειξιν αὐτοῦ χρῆταί τινι τῶν πρὸς νόησιν ἐναργῶν λόγῳ τοιῷδε· “δῆλον ὅτι ταὐτὸν τἀναντία ποιεῖν ἢ πάσχειν κατὰ ταὐτόν τε καὶ πρὸς ταὐτὸν οὐκ ἐθελήσει ἅµα.”

9.9.24. τοῦτο µὲν οὖν τὸ ἀξίωµα καθ’ ὃ τὴν ἀπόδειξιν ἐγχειρεῖ ποιήσασθαι. γιγνώσκων δὲ µὴ παντὶ τὸν εἰρηµένον εἶναι λόγον σαφῆ ἐπάγει αὐτὸς [οὗτος] ὧδε· “ἑστάναι, εἶπον, καὶ κινεῖσθαι τὸ αὐτὸ ἅµα κατὰ τὸ αὐτὸ ἆρα δυνατόν;”

9.9.25. οὐκ ἀρκεσθεὶς δ’ οὐδὲ τούτῳ διὰ τὸ συντόµως εἰρῆσθαι µακρότερον αὖθις διέρχεται τὸν αὐτὸν λόγον ὧδέ πως γράφων· “ἔτι τοίνυν ἀκριβέστερον διοµολογησώµεθα, µή πως προϊόντες ἀµφισβητήσωµεν.

9.9.26. εἰ γάρ τις λέγοι ἄνθρωπον ἑστηκότα κινοῦντα δὲ τὰς χεῖράς τε καὶ τὴν κεφαλήν, ὅτι ὁ αὐτὸς οὗτος ἕστηκε καὶ κινεῖται ἅµα, οὐκ ἂν οἶµαι ἀξιοῖµεν οὕτως λέγειν δεῖν, ἀλλ’ ὅτι τὸ µέν τι αὐτοῦ ἕστηκε, τὸ δὲ κινεῖται. οὐχ οὕτως; οὕτω.”

9.9.27. µετὰ δὲ τοῦτο τὸ παράδειγµα χρησιµώτερον ἕτερον εἰς ἀντιλογίαν τοῦ προκειµένου ἀξιώµατος ἐπιφέρων ὧδέ πως γράφει· “οὐκοῦν καὶ εἰ ἔτι µᾶλλον χαριεντίζοιτο ὁ ταῦτα λέγων, κοµψευόµενος ὡς οἵ γε στρόµβοι ὅλοι ἑστᾶσί τε ἅµα καὶ κινοῦνται, ὅταν ἐν τῷ αὐτῷ πήξαντες τὸ κέντρον περιφέρωνται, ἢ καὶ ἄλλο τι κύκλῳ περιιὸν ἐν τῇ αὐτοῦ ἕδρᾳ τοῦτο δρᾷ, οὐκ ἂν ἀποδεχοίµεθα, ὡς οὐ κατὰ ταὐτὰ αὐτῶν τὰ τοιαῦτα µενόντων τε καὶ φεροµένων, ἀλλὰ φαῖµεν ἂν ἔχειν αὐτὰ εὐθύ τε καὶ περιφερὲς ἐν ἑαυτοῖς καὶ κατὰ µὲν τὸ εὐθὺ ἑστάναι, οὐδαµῇ γὰρ ἀποκλίνειν, κατὰ δὲ τὸ περιφερὲς κύκλῳ κινεῖσθαι· καὶ ὅταν δὲ τὴν εὐθυωρίαν ἢ εἰς δεξιὰ ἢ εἰς ἀριστερὰ ἢ εἰς τὸ πρόσθεν ἢ εἰς τὸ ὄπισθεν ἐκκλίνῃ ἅµα περιφερόµενον, τότε οὐδαµῇ ἑστάναι.”

9.9.28. ταῦτα προειπὼν ὁ Πλάτων σαφέστατα συνάπτων αὐτοῖς ἐφεξῆς φησιν, “οὐδὲν ἄρα ἡµᾶς τῶν τοιούτων λεγόµενον ἐκπλήξει οὐδὲ µᾶλλόν τι πείσει ὥς ποτέ [τοι] τι ἂν τὸ αὐτὸ ὂν ἅµα κατὰ τὸ αὐτὸ πρὸς τὸ αὐτὸ τἀναντία πάθοι ἢ καὶ εἴη ἢ καὶ ποιήσειεν.”

9.9.29. ἐν τούτοις διορίζει τὰς ἐν τοῖς εἰρηµένοις πράγµασιν ὁµοιότητας, ἐπιδεικνὺς ὅπως ἐνδέχεταί τινα τῶν µὴ καθορώντων ἀκριβῶς αὐτὰς οἴεσθαι τὸν εἰρηµένον ὑπ’ αὐτοῦ καθόλου λόγον οὐκ εἶναι διὰ παντὸς οὐδ’ ἐπὶ πάντων ἀληθῆ, δύνασθαι γὰρ τἀναντία κατὰ τὸν αὐτὸν χρόνον πρὸς τὸ αὐτὸ ποιεῖν ἢ πάσχειν, ἐπὶ τὰ µόρια τὸν λόγον ἀνάγοντα, καθάπερ ἐπ’ ἀνθρώπου κινουµένου µὲν τοῖσδε τοῖς µορίοις, ἡσυχάζοντος δὲ τοῖσδε.

9.9.30. πρόδηλον γὰρ ὡς οὐ σώζεται τὸ ταὐτὸν ἀκριβῶς ἐν τοῖς τοιούτοις· ἀλλ’ εἴ τις ἐπιδεῖξαι δύναιτο τὸν δάκτυλον ἡσυχάζειν τε ἅµα καὶ κινεῖσθαι, οὗτος ἂν εἴη τὸ προειρηµένον ἀξίωµα διαβεβληκώς.

9.9.31. δείξας οὖν ὁ Πλάτων κἀνταῦθα τὴν ἀνοµοιότητα τοῦ βουληθέντος ἀντειπεῖν κατὰ τὸν εἰρηµένον λόγον, ἐφ’ ἑτέραν ἀντιλογίαν πιθανωτέραν µεταβὰς ἐπιδείκνυσι κἀκείνην κατὰ τὸ µὴ δύνασθαι διακρίνειν τὴν ὁµοιότητα τῆς ἀνοµοιότητος ἐσοµένην.

9.9.32. ἐν γὰρ τοῖς στρόµβοις δύναιτ’ ἄν τις λέγειν τἀναντία [µὴ] περὶ ταὐτὸν σῶµα συµβαίνοντα, ὅταν <ἐν> ἑνὶ τόπῳ πήξαντες τὸ κέντρον περιφέρωνται· ἀλλὰ καὶ κατὰ τοῦτο τὸ παράδειγµά φησιν ὁ Πλάτων ἕτερον µὲν εἶναι τὸ ἑστὸς τοῦ στρόµβου, ἕτερον δὲ τὸ περιφερόµενον, ὃ δὴ “κύκλῳ <κινεῖσθαι>” προσηγόρευσεν αὐτός.

9.9.33. ἐν τούτῳ τῷ λόγῳ παντὶ σκοπὸν ἡµᾶς ἐδίδαξε τῆς διακρίσεως τῶν οὕτως λεγοµένων ἐν διαφορᾷ κ[ιν]εῖσθαι τοῦ τε ἀκριβῶς λεγοµένου ταὐτοῦ, καὶ τοῦ παχέως τε καὶ πλατέως καὶ οὐκ ἀκριβῶς.

9.9.34. ὁ µὲν γὰρ αὐτὸς ἵππος οὐ δύναται κατὰ τὸν αὐτὸν [ἅµα] χρόνον εἰς ᾿Αθήνας τε ἅµα καὶ Κόρινθον ἀπιέναι, καθάπερ οὐδ’ εἶναι κατὰ τὸν αὐτὸν ἅµα χρόνον ᾿Αθήνησι καὶ <ἐν> Κορίνθῳ, οὐδὲ µέλας καὶ λευκὸς εἶναί τε καὶ λέγεσθαι καθ’ ἕνα χρόνον τὸν αὐτόν, εἰ µὴ τὸ µὲν ἥµισυ φέρε τοῦ σώµατος λευκὸν [αὐτοῦ] εἴη, τὸ δ’ ἕτερον αὐτοῦ µέλαν, ἀλλ’ [ὅτι] οὔτε τὸ λευκὸν µέρος ἅµα τε λευκὸν εἶναι καὶ µέλαν οὔτε τὸ µέλαν ἅµα µέλαν τε καὶ λευκὸν οἷόν τε εἶναι.

9.9.35. Kατὰ τοῦτον οὖν τὸν σκοπὸν ἐπὶ πλέον ἐν τοῖς ἑξῆς γυµνάζων ἡµᾶς διακρίνει τό τε ταὐτὸν ἀπὸ τοῦ ἑτέρου καὶ τὸ ὅµοιον ἀπὸ τοῦ ἀνοµοίου.

Перейти на страницу:

Похожие книги