8. ᾿Εστὶ µὲν δὴ τὸ προκείµενον, ὥσπερ τοῦ σύµπαντος σώµατος ἐξ ἀνατοµῆς ἐµάθοµεν ἅπαντα τὰ µόρια µέχρι τῶν ἁπλουστάτων, ὡς πρὸς τὴν αἴσθησιν, οὕτω καὶ αὐτὸ τοῦτο ἐξευρεῖν, ὁποῖα τὰ πρὸς τὴν φύσιν ἐστὶ τὰ πρῶτά τε καὶ ἁπλούστατα µόρια. µὴ τοίνυν ἐπὶ πάντων, ἀλλ’ ἐφ’ ἑνὸς, ὡς ἐπὶ παραδείγµατος, ὁ λόγος ἡµῖν γιγνέσθω. τῆς σαρκὸς ἐπισκεπτοµένης, πρῶτον µὲν, εἰ ἕν τι τὴν ἰδέαν ἐστὶ τὸ γεννῆσαν αὐτὴν στοιχεῖον. οὐδὲν γὰρ χεῖρον οὕτως ὀνοµάσαι τὸ πρῶτόν τε καὶ ἁπλούστατον ἐν αὐτῇ µόριον. εἶθ’ ἑξῆς, εἴπερ µὴ φαίνοιτο τοιοῦτον, εἰ πολλά. κᾄπειτα, πόσα γε, καὶ τίνα, καὶ ὅστις ὁ τρόπος αὐτοῖς ἐστι τῆς συνθέσεως. ἐπεὶ τοίνυν ἡ σὰρξ ὀδυνᾶται τεµνοµένη τε καὶ θερµαινοµένη σφοδρῶς, ἀδύνατον ἓν εἶναι τῷ εἴδει τὸ στοιχεῖον, οἷον ᾿Επίκουρος ὑπέθετο τὴν ἄτοµον. ὅτι γὰρ οὐχ ἓν τῷ εἴδει τὸ στοιχεῖόν ἐστι τοιοῦτον, ἐνθένδε δῆλον. οὐδεµία τῶν ἀτόµων αὐτὴ καθ’ ἑαυτὴν οὔτε θερµὴ τὴν φύσιν ἐστὶν, οὔτε ψυχρὰ, οὐ µὴν οὐδὲ λευκή τίς ἐστιν ἐξ αὐτῶν ἢ µέλαινα. καὶ τί διατρίβω, καὶ καταµηκύνω κατακερµατίζων τὸν λόγον; ὅλως γὰρ οὐδεµία ποιότης ἐστὶν αὐτῇ τῇ ἀτόµῳ, ὡς οἱ πατέρες αὐτῶν βούλονται. τῶν γὰρ δὴ τοιούτων ποιοτήτων πᾶσαι δι’ ὅλων φαίνονται διεληλυθέναι τῶν σωµάτων· ὡς ἥ γε κατὰ τὸ σχῆµα ποιότης ὑπάρχει πάσαις αὐταῖς, ὑπάρχει δὲ καὶ ἀντιτυπία, καὶ βάρος. ἀλλ’ εἴτε ποιότητα χρὴ καλεῖν, εἴτε ἄλλο τι τὰ τοιαῦτα, πρός γε τὸ προκείµενον οὐδὲν διαφέρει. πάσαις γὰρ αὐταῖς ὑπάρχει τὰ εἰρηµένα, καὶ οὐ διαφέρουσιν ἀλλήλων εἴδει, καθάπερ αἱ ὁµοιοµέρειαι τοῖς ἐκείνας ὑποτιθεµένοις, ἢ τὰ τέτταρα στοιχεῖα τοῖς τιθεµένοις ταῦτα. φησὶν οὖν ὁ ῾Ιπποκράτης, ἐγὼ δέ φηµι, εἰ ἓν ἦν ἄνθρωπος, οὐδέποτ’ ἂν ἤλγεεν, ὀρθότατα λέγων. τὸ γὰρ ἓν ἀµετάβλητον εἰς ἕτερον, οὐκ ἔχον γε εἰς ὃ µεταβάλοι. τὸ δὲ ἀµετάβλητον ἀναλλοίωτον καὶ ἀπαθὲς, τὸ δὲ ἀπαθὲς ἀνώδυνον. γίγνεται τοίνυν ἐκ τῶν εἰρηµένων προτάσεων συµπέρασµα, τὸ ἓν ἀπαθὲς ὑπάρχειν ἐφ’ ᾧ πάλιν ἕτερος ἐρωτηθήσεται λόγος τοιόσδε. εἰ ἓν ἦν τῷ εἴδει τὸ στοιχεῖον, οὐδὲν ἐν τοῖς πᾶσιν οὐδέποτε ὀδυνήσεται· ἀλλὰ µὴν ὀδυνᾶται· οὐκ ἄρα ἕν ἐστι τὸ στοιχεῖον. ἐπεὶ δ’ ὑπέκειτο περὶ σαρκὸς ποιεῖσθαι τὸν λόγον, ἐπ’ ἐκείνης ἐξεταζέσθω. εἰ ἓν ἦν τῷ εἴδει τὸ τῆς σαρκὸς στοιχεῖον, οὐδέποτε ἡ σὰρξ ὀδυνήσεται· ἀλλὰ µὴν ὀδυνᾶται· οὐκ ἄρα ἕν ἐστι τῷ εἴδει τὸ τῆς σαρκὸς στοιχεῖον. ὁ δ’ αὐτὸςλόγος καὶ καθ’ ἕτερον ἐρωτηθήσεται τρόπον.εἰ ἀπαθές ἐστι τὸ τῆς σαρκὸς στοιχεῖον, οὐκ ὀδυνηθήσεται· ἀλλὰ µὴν ὀδυνᾶται· οὐκ ἄρα ἐστὶν ἀπαθές. εἰ δὲ καὶ πλείω λέγοι τις εἶναι τὰ στοιχεῖα, µὴ µέντοι γε ἀλλοιούµενα, καὶ ἐπ’ ἐκείνων ὁ αὐτὸς λόγος ἐρωτηθήσεται κατὰ τὸν αὐτὸν τρόπον. εἰ ἀπαθῆ τῆς σαρκός ἐστι τὰ στοιχεῖα, οὐκ ἀλγήσει· ἀλλὰ µὴν ἀλγεῖ· οὐκ ἄρα ἐστὶν ἀπαθῆ τὰ τῆς σαρκὸς στοιχεῖα. ὁ µὲν οὖν πρότερος λόγος ἀνατρέπει τήν τε τῶν ἀτόµων, καὶ τὴν τῶν ἀνόρµων, καὶ τὴν τῶν ἐλαχίστων ὑπόθεσιν. κατὰ δὲ τὸν δεύτερον ἥ τε τῶν ὁµοιοµερειῶν ἀναιρεῖται δόξα, καὶ ἡ ᾿Εµπεδοκλέους. καὶ γὰρ οὗτος ἐκ τῶν τεσσάρων στοιχείων βούλεται συνίστασθαι τὰ σώµατα, µὴ µεταβαλλόντων εἰς ἄλληλα. πρόσεχε νοῦν ἤδη τῷ λόγῳ, ὡς θᾶττον ἐλπίδος ἐξεῦρε τὸ µέγιστον µέρος ὧν ἐζήτεις. οὐκ ἀπαθῆ γὰρ ἀπέδειξεν εἶναι δεῖν τὰ στοιχεῖα τῆς σαρκός. οὔκουν ἔτι κα θέξουσι τὸ προκείµενον κατὰ τὸν λόγον ἐν τῇ συνθέσει τῶν ἀπαθῶν ἐκείνων σωµάτων, ἃ δὴ στοιχεῖα τῆς τῶν ὄντων ἁπάντων φύσεως ὑποτίθενται, τὰς ὀδύνας γεννᾶσθαι φάσκοντες. ἀπαθὲς γὰρ ὀδυνώµενον οὔθ’ ἡ διάνοια παραδέχεται, καὶ πολὺ δὴ µᾶλλον οὐδὲν τῶν αἰσθητῶν µαρτυρεῖ. τοὺς γοῦν δακτύλους εἰ συµπλέξῃς ἀλλήλοις, εἶτ’ αὖθις ἀποχωρίζοις, οὔθ’ ἡ σύνοδος, οὔθ’ ὁ διαχωρισµὸς ὀδύνην ἐργάσεται. τὸ µὲν γὰρ ὀδυνᾶσθαι σὺν τῷ πάσχειν ἐστίν. πάσχει δὲ οὐδὲν τὸ ψαῦον, ἐπειδήπερ ἐν δυοῖν τούτοιν ἐστὶ τὸ πάσχειν, ἀλλοιώσει τε τῇ δι’ ὅλων καὶ λύσει τῆς συνεχείας. ὁπότ’ οὖν οὐδ’ ἐν τοῖς παθητικοῖς ἐναργῶς σώµασιν οὔθ’ ἡ σύνοδος, οὔθ’ ἡ ἄφοδος ὀδύνην ἐργάζεται, σχολῇ γε ἂν ἐν τοῖς ἀπαθέσιν ἐργάσαιτο. οὐ µὴν οὐδὲ τὸ ἄναρµον τὸ ᾿Ασκληπιάδου θραυστὸν ὂν ὀδυνήσεται θραυόµενον, ἀναίσθητον γάρ ἐστιν. ὥστε οὐδὲ τούτῳ πλέον ὀδύνης ἔσται ἐξ ὧν πάσχει, τῆς αἰσθήσεως ἀπούσης, ὥσπερ ὀστῷ καὶ χόνδρῳ, καὶ πιµελῇ, καὶ συνδέσµῳ, καὶ θριξί. καὶ γὰρ ταῦτα πάντα πάσχει µὲν, οὐκ ὀδυνᾶται δὲ, διότι µηδὲ αἰσθάνεται. χρὴ τοίνυν τὸ µέλλον ὀδυνήσεσθαι παθητὸν εἶναι καὶ αἰσθητόν. οὐ µὴν ἐξ αἰσθητικῶν γε τῶν πρώτων ἀναγκαῖον εἶναι τὸ αἰσθητικὸν, ἀλλ’ ἀρκεῖ τὸ παθητικὸν µόνον. αἰσθητικὸν γὰρ δύναται γενέσθαι ποτὲ, µεταβάλλον τε καὶ ἀλλοιούµενον. ἐπεὶ δ’ ἀπείρους ἐγχωρεῖ τὸ πλῆθος γενέσθαι τὰς ἐκ τῶν στοιχείων ἀλλοιώσεις τε καὶ κράσεις, ἄπειροι τῶν κατὰ µέρος σωµάτων αἱ ἰδιότητες συστήσονται, καθ’ ἃς οὐδὲν ἄτοπον ἀναίσθητα γενέσθαι πολλὰ, καὶ τῶν αἰσθανοµένων τὸ µὲν µᾶλλον αἰσθάνεσθαι, τὸ δ’ ἧττον. ὅτι µὲν οὖν ἀναγκαῖόν ἐστι καὶ πλείω τοῦ ἑνὸς εἶναι τὰ στοιχεῖα, καὶ ἀλλοιοῦσθαι φύσιν ἔχοντα, δεδήλωται σαφῶς, τοῖς γε, ὡς ὀλίγον ἔµπροσθεν εἴρηται, τὴν παρασκευὴν ἔχουσιν ἅπασαν, ἐξ ὧν ἄν τις ἐπιστηµονικὸς γένοιτο. τοὺς δ’ εἰς τοσοῦτον ἥκοντας ἀναισθησίας, ὡς µηδ’, εἴ τίς ἐστιν ἀποδεικτικὴ µέθοδος, ζητῆσαι πρότερον ἐθέλειν, ἢ παρ’ ἄλλου µαθεῖν, ἢ ἀσκηθῆναι, τούτους οὐδὲ κοινω νοὺς τοῦ λόγου ποιητέον. οὐ γὰρ ἐρίζοντες ἄλλοις, ἢ νικᾷν ἐθέλοντες, ἀλλὰ τὴν ἀλήθειαν αὐτὴν εὑρεῖν σπουδάζοντες, ἐπὶ τόνδε τὸν λόγον ἀφικόµεθα. τῷ γὰρ βουλοµένῳ καὶ τὰς ἀπαιδεύτους ὑπολήψεις αὐτῶν ἐξελέγχειν ἴδιον γέγραπται βιβλίον, ἐν ᾧ περὶ τῶν καθ’ ῾Ιπποκράτην στοιχείων ἐπισκεπτόµεθα.