10. ᾿Επὶ δὲ τὸ προκείµενον ἐπανίωµεν. ἐκ τῶν τεσσάρων στοιχείων ἀλλήλοις κεραννυµένων ἓν ὁµοιοµερὲς γίγνεται σῶµα, κατὰ τὸ τῆς κράσεως ποιὸν, ἤτοι γε αἰσθητικὸν, ἢ ἀναίσθητον. ὡσαύτως δὲ καὶ κατὰ µέρος ἐν ἑκατέρῳ τῷ γένει διαφοραὶ πᾶσαι τῇ τῆς κράσεως ἕπονται διαφορᾷ. κατὰ γοῦν τὴν ταύτης ἰδιότητα τὸ µὲν γίγνεται ὀστοῦν, τὸ δὲ σὰρξ, τὸ δὲ ἀρτηρία, τὸ δὲ νεῦρον. ἀλλὰ καὶ ἡ καθέκαστον αὐτῶν ἰδιότης ἐν τῇ τῆς κράσεώς ἐστιν ἰδιότητι. ξηροτέρα µὲν γὰρ καὶ θερµοτέρα σὰρξ ἡ τοῦ λέοντος· ὑγροτέρα δὲ καὶ ψυχροτέρα τοῦ προβάτου· µέση δ’ ἀµφοῖν ἡ τοῦ ἀνθρώπου. καὶ αὐτῶν δὲ τῶν ἀνθρώπων ἡ µὲν τοῦ Δίωνος, εἰ οὕτως ἔτυχε, θερµοτέρα, ψυχροτέρα δ’ ἡ τοῦ Φίλωνος. ὥστε γίγνεσθαι τὰς διαφορὰς τῶν ὁµοιοµερῶν σωµάτων ἁπλᾶς µὲν, ὅσα πέρ ἐστι τὰ στοιχεῖα, θερµοτέρας, καὶ ψυχροτέρας, καὶ ὑγροτέρας, καὶ ξηροτέρας· συνθέτους δ’ ἄλλας τέτταρας, ὑγροτέρας τε ἅµα καὶ ψυχροτέρας, θερµοτέρας τε καὶ ὑγροτέρας· ἄλλην τέ τινα τρίτην ξηροτέραν τε ἅµα καὶ θερµοτέραν· ἐφ’ ᾗ τετάρτην ψυχροτέραν τε ἅµα καὶ ξηροτέραν· ἐφ’ αἷς πρώτην ἁπασῶν εἶναι τὴν εὐκρατοτάτην. ἀλλὰ περὶ µὲν τούτων ὁ λόγος ἱκανὸς ἐξείργασται σύµπας ἐν τοῖς περὶ κράσεων. ὁ δὲ νῦν ἐνεστὼς, ἐπειδὴ τῶν ὁµοιοµερῶν τὴν ἀρετήν τε καὶ τὴν κακίαν ἐξεῦρεν ἐν τῇ συµµετρίᾳ τε καὶ ἀµετρίᾳ τῶν στοιχείων, ἑξῆς ζητήσει διορίσαι τῆς κακίας αὐτῶν τὴν νόσον. ὁ διορισµὸς δὲ ἀπὸ τῆς ἐννοίας ἑκατέρων τῶν πραγµάτων, ὡς ἐν τῷ περὶ ἀποδείξεως ἐδείκνυτο, τὴν πρώτην ἀρχὴν ἕξει. τίς οὖν ὑγιαινούσης κατασκευῆς τοῦ σώµατος ἔννοια, καὶ τίς ἤδη νοσούσης; ἡ µὲν οὖν ὑγιαίνουσα κατασκευὴ τοῦ σώµατος ἀβλαβεῖς ἔχει τὰς κατὰ φύσιν ἐνεργείας· ἡ δὲ νοσοῦσα βεβλαµµένας. ὥστ’, ἐπειδάν τις ὑγιαίνων ἀσθενεστέρας µὲν ὑγιαίνοντος ἑτέρου τὰς ἐνεργείας ἔχῃ, µηδέπω δ’ ἤδη βεβλαµµένας, δυσκρατότερος µέν ἐστι, νοσεῖ δ’ οὐδέπω. µία µὲν οὖν ἡ εὐκρατοτάτη τῶν ἕξεών ἐστι τῶν ὑγιεινῶν, ὀκτὼ δὲ δύσκρατοι. νόσος δὲ εὔκρατος µὲν οὐδεµία, δύσκρατοι δὲ σύµπασαι, τοσαῦται τὸν ἀριθµὸν, ὅσαι περ αἱ ὑγιειναὶ δυσκρασίαι. εἰ δ’ οὐκ ἀρέσκει τινὶ τῶν ὑγιαινόντων τοὺς µὲν εὐκράτους τίθεσθαι, τοὺς δὲ δυσκράτους, οὗτος ἀναγκασθήσεται δυοῖν δογµάτων ἑλέσθαι θάτερον, ἢ διαπαντὸς ἅπαντας νοσεῖν, ἢ µίαν ἁπάντων εἶναι κρᾶσιν ἀνδρῶν καὶ γυναικῶν, ἀκµαζόντων, γερόντων, παίδων, ἀθλητῶν, ἰδιωτῶν, ἐργατῶν, ἀργῶν, ἰσχυρῶν, ἀσθενῶν, ἀλλ’ ἑκάτερον ἄτοπον. ἀναγκαῖον οὖν τρίτον εἶναί τι πλάτος ὑγείας, ὡς παµπόλλας ἐν αὐτῷ περιέχεσθαι διαφορὰς τῶν ὑγιαινόντων σωµάτων, ἐν τῷ µᾶλλόν τε καὶ ἧττον. οὕτω δὲ κᾀν τοῖς ἄλλοις ἅπασιν ἔχει. καὶ γὰρ οἰκία, καὶ ναῦς, καὶ σκίµπους, καὶ κιβωτὸς, ἱµάτιόν τε, καὶ ὑπόδηµα, καὶ δίφρος, ἤτοι βέλτιόν ἐστιν, ἢ χεῖρον τῇ κατασκευῇ, πρὶν νοσεῖν. καὶ τρεῖς ταύτας ὑποθετέον ἡµῖν ἐστι κατασκευὰς σώµατος ἅπασι τοῖς οὖσι, τὴν ἀρίστην, τὴν φαύλην, τὴν νοσοῦσαν. ἀλλ’ ἡ µὲν ἀρίστη µία, τὸ χεῖρον γὰρ οὐκ ἐγγίγνεται τῷ τελεωτάτῳ· τῶν δὲ ἄλλων ἀµφοῖν οὐκ εὐαρίθµητον µὲν τὸ πλῆθος, αἱ διαφοραὶ δ’ ἐν τῷ µᾶλλόν τε καὶ ἧττον.