20. Καιρὸς οὖν ἤδη µετιέναι τῷ λόγῳ πρὸς τοὺς ἐκ τῶν νοσηµάτων ἀναλαµβάνοντας, ἐφ’ ὧν οὔτ’ αἴτιον οὐδέν ἐστι παρὰ φύσιν, οὔτε διάθεσις ἰσχνότης δὲ µόνη µετὰ δυνάµεως ἀσθενοῦς. διὰ ταῦτά τοι καὶ ἡ εἰς τὴν κατὰ φύσιν ἀγωγὴ τῶν οὕτω διακειµένων ἀνάθρεψίς τε καὶ ῥῶσίς ἐστιν ἐκ κινήσεών τε καὶ τροφῶν συµµέτρων γιγνοµένη. τὰς δ’ ὕλας κᾀνταῦθα, δι’ ὧν αἱ κινήσεις τε καὶ θρέψεις ἔσονται, διὰ τῆς ὑγιεινῆς ἐδήλωσα πραγµατείας. ἀλλ’ ὑπὲρ τοῦ µηδὲν λείπειν τῷ παρόντι λόγῳ, λεχθήσεται καὶ νῦν ἡ µέθοδος ἁπάσης τῆς ὑγιεινῆς πραγµατείας, οὐ µόνον τῆς ἀναληπτικῆς λεγοµένης. καὶ πρῶτόν γε, ὁποῖον τὸ γένος αὐτῶν ἐστι, ἆρά γε τῶν παρόντων φυλακτικὸν, ἢ τούτῳ µόνῳ διαφέρει τοῦ θεραπευτικοῦ, τῷ κατὰ µικρὰ ποιεῖσθαι τὴν ἐπανόρθωσιν; οὐ γὰρ δὴ διαφυλάττοντί γε τῷ σώµατι τὴν ἔµπροσθεν ἕξιν ἐπιστατούσης ἐδέησε τέχνης. ἀλλ’ αὐτὸ τοῦτ’ ἔστι αἰτία τοῦ δεῖσθαι τῆς προνοησοµένης ἐπιστήµης, ὅτι δια φθείρεταί τε καὶ οὐ διαµένει τοιοῦτον, οἷον ἔµπροσθεν ἦν. εἰ µὲν δὴ τοῦτο µόνον αὐτῷ τὸ κενοῦσθαί τε καὶ διαφορεῖσθαι συµπίπτοι, τροφὴ καὶ ποτὸν ἀναπληρώσουσι τὸ λεῖπον. εἰ δ’ ἤτοι ὑποθρέψειε πλῆθος χυµῶν, ἢ περιττώµατα µοχθηρὰ, γυµνασίων αὐτῷ δεήσει σκοπὸν ἐχόντων καὶ ἐκκενοῦν µὲν, καὶ καθαίρειν τὸν χυµὸν, καὶ πέπτειν τὰ περιττώµατα, πρὸς τῷ καὶ διαφυλάττεσθαι τὰς αἰτίας ἁπάσας, ὅσαι τὴν ὑγείαν αὐτὴν διαφθεῖραι δυνήσονται, ψύξιν, ἔγκαυσιν, κόπον, ἀπεψίαν, µέθην, ἀγρυπνίαν, λύπας, ὀργὰς, θυµὸν, ὅσα τ’ ἄλλα τοιαῦτα, οὐ γὰρ ἔτι δεῖ καθ’ ἕκαστον ὑπεξιέναι τῷ λόγῳ, τῆς ὑποθέσεως, ἣν ὑπεθέµεθα, πεπληρωµένης ἤδη. πρόκειται γὰρ οὐ κατὰ διέξοδον ὑπὲρ ἁπάντων τῶν µερῶν τῆς ἰατρικῆς διελθεῖν, ἀλλὰ δεῖξαι, πῶς ἀπὸ τῆς κατὰ τὸ τέλος ἐννοίας, ὥσπερ τῶν ἄλλων τεχνῶν, οὕτω καὶ ταύτης ἡ σύστασις γίγνεται. καὶ τοίνυν ἐπειδὴ γέγονεν ἤδη τοῦτο, διὰ κεφαλαίων ἀναλάβωµεν ἅπαντα τῆς ἰατρικῆς τὸν λόγον, εὐθὺς καὶ τὴν ἀναλογίαν ἐπιδεικνύντες, ἣν ἔχει πρὸς τὰς ἄλλας τέχνας, ὅσαι ποιητικαί. ῎Εστιν οὖν ἡ ἰατρικὴ µία τῶν ποιητικῶν, οὐ µὴν ἁπλῶς οὕτως, ὡς ἡ οἰκοδοµική τε καὶ τεκτονικὴ, καὶ ὑφαντικὴ, ἀλλ’ ὡς ἥ τε τῆς πεπονθυίας οἰκίας ἐπανορθωτικὴ καὶ τῶν ῥαγέντων ἱµατίων ἀκεστική. ἐπεὶ δὲ καὶ τούτων αὐτῶν ἡ σύστασις ἐδείχθη διττὴ, ποτὲ µὲν ἑαυτοῦ γεννῶντος τοῦ τεχνίτου τὸ παράδειγµα, ποτὲ δ’ ἐκτὸς ὑπάρχοντος θεωρουµένου, τὴν ἰατρικὴν τέχνην ἐκ τοῦ δευτέρου γένους ἐπεδείξαµεν. οὐ γὰρ ἑαυτῆς διαπλάττει τὸ παράδειγµα· θεασαµένη δὲ δι’ ἀνατοµῆς ὅλον ἀκριβῶς, αὐτὸ πειρᾶται τὸ διαφθειρόµενον ἐπανορθοῦν. διήνεγκε δ’ ἐν τούτῳ τῶν προειρηµένων τεχνῶν, ὅτι τὰ πλεῖστα τῆς φύσεως ἐργαζοµένης ὑπηρετεῖ. τὴν θεωρίαν µέντοι πᾶσαν, ἐξ ἧς ὁρµώµενος ὁ ἰατρὸς ἐπανορθωτικός τε καὶ ὑπηρετικός ἐστιν, ἀνάλογον ἐκτήσατο ταῖς ἄλλαις τέχναις αῖς ποιητικαῖς. καὶ γὰρ τῶν ὁµοιοµερῶν ἔγνωκε τὴν οὐσίαν, καὶ τῶν ὀργανικῶν τὸν τρόπον τῆς γενέσεως, ἔτι τε τῶν παθῶν τὴν εὕρεσιν ὁµοίως ἐποιήσατο, καὶ τοὺς καθ’ ἕκαστον αὐτῶν σκοποὺς τῆς ἰάσεως.
21. ῎Εστιν οὖν ἡ ἰατρικὴ µία τῶν ποιητικῶν, οὐ µὴν ἁπλῶς οὕτως, ὡς ἡ οἰκοδοµική τε καὶ τεκτονικὴ, καὶ ὑφαντικὴ, ἀλλ’ ὡς ἥ τε τῆς πεπονθυίας οἰκίας ἐπανορθωτικὴ καὶ τῶν ῥαγέντων ἱµατίων ἀκεστική. ἐπεὶ δὲ καὶ τούτων αὐτῶν ἡ σύστασις ἐδείχθη διττὴ, ποτὲ µὲν ἑαυτοῦ γεννῶντος τοῦ τεχνίτου τὸ παράδειγµα, ποτὲ δ’ ἐκτὸς ὑπάρχοντος θεωρουµένου, τὴν ἰατρικὴν τέχνην ἐκ τοῦ δευτέρου γένους ἐπεδείξαµεν. οὐ γὰρ ἑαυτῆς διαπλάττει τὸ παράδειγµα· θεασαµένη δὲ δι’ ἀνατοµῆς ὅλον ἀκριβῶς, αὐτὸ πειρᾶται τὸ διαφθειρόµενον ἐπανορθοῦν. διήνεγκε δ’ ἐν τούτῳ τῶν προειρηµένων τεχνῶν, ὅτι τὰ πλεῖστα τῆς φύσεως ἐργαζοµένης ὑπηρετεῖ. τὴν θεωρίαν µέντοι πᾶσαν, ἐξ ἧς ὁρµώµενος ὁ ἰατρὸς ἐπανορθωτικός τε καὶ ὑπηρετικός ἐστιν, ἀνάλογον ἐκτήσατο ταῖς ἄλλαις τέχναις ταῖς ποιητικαῖς. καὶ γὰρ τῶν ὁµοιοµερῶν ἔγνωκε τὴν οὐσίαν, καὶ τῶν ὀργανικῶν τὸν τρόπον τῆς γενέσεως, ἔτι τε τῶν παθῶν τὴν εὕρεσιν ὁµοίως ἐποιήσατο, καὶ τοὺς καθ’ ἕκαστον αὐτῶν σκοποὺς τῆς ἰάσεως.
К Патрофилу, о составе медицинского искусства[150]