17. ῾Υπόλοιπον δ’ ἐστὶν ὑποδεικνύειν, ὡς καὶ εἰς τὴν ἐπιδέξιον χρῆσιν τῶν βοηθηµάτων ἀναγκαῖον ἐπίστασθαι τὴν οὐσίαν ἀκριβῶς τοῦ θεραπευοµένου µορίου, καὶ τὴν διάπλασιν, καὶ τὴν θέσιν. ἡ µὲν οὖν οὐσία διδάσκει τὰ πρῶτα νοσήµατα τὰ κατὰ δυσκρασίαν, εἰς ὅσον ἐξέστηκε τοῦ κατὰ φύσιν, ἄχρι πόσου τε θερµαντέον ἐστὶν ἕκαστον αὐτῶν, καὶ ψυκτέον, καὶ ξηραντέον, καὶ ὑγραντέον. ἡ δὲ διάπλασις αὐτά τε τὰ καθ’ ἑαυτὴν διδάσκει νοσήµατα, περὶ ὧν ἔµπροσθεν εἴρηται, καὶ συνενδείκνυται τὸ µέγεθος αὐτῶν. εἰς ὅσον γὰρ ἕκαστον ἐξέστηκε τοῦ κατὰ φύσιν, εἰς τοσοῦτον ἥκει µέγεθος. ἅµα δὲ τῷ µεγέθει καὶ τὸ µέχρι πόσου, διὰ τῶν ἐναντίων ἐπανάγειν αὐτὸ χρὴ πρὸς τὸ κατὰ φύσιν. ἐξ αὐτοῦ λαµβάνεται. ταῦτα µὲν οὖν ἀνάλογον τοῖς κατὰ δυσκρασίαν. αἱ δὲ ἐµφράξεις τε καὶ σφηνώσεις τούτου εἰσὶ γένους, ἴδιον δὲ ἐξαίρετον ἐνδείκνυται, τὸν τρόπον τῆς κενώσεως ἐκ τῶν στοµάτων, καὶ διὰ τῶν σχηµάτων, ἃ κέκτηται τὸ θεραπευόµενον ὄργανον. ἐπικοινωνεῖ δὲ τοῦτο τοῖς ὑπὸ τῆς θέσεως ἐνδεικνυµένοις, ὑπὲρ ὧν ἤδη λέγωµεν. ὅσα µὲν οὖν ἐν αὐτοῖς ἀνάλογόν ἐστιν εἴς τε τὴν τοῦ µεγέθους διάγνωσιν εἴς τε τὸ ποσὸν τῆς τῶν βοηθηµάτων χρήσεως, οὐδὲν ἔτι δέοµαι λέγειν. ὅσα δ’ ἐξαίρετα, λεκτέον ἐφεξῆς, ἐπειδὴ καὶ ἡ χρεία µεγίστη πρὸς τὰς θερα πείας αὐτῶν ἐστι µιγνυµένων ταῖς ἀπὸ τῆς διαπλάσεως ἐνδείξεσιν. ἔσται δὲ κᾀνταῦθα ὁ λόγος ἐπὶ παραδειγµάτων ὀλίγων ὑπὲρ τοῦ γνῶναι τὴν µέθοδον. ἔµφραξίς ἐστι µὲν ἕν τι τῶν ὀργανικῶν παθῶν· ἐγγίγνεται δὲ ἐν ἥπατι µάλιστα διὰ τὴν κατασκευὴν αὐτοῦ καὶ τὴν ἐνέργειαν. αἱ γὰρ ἀπὸ τῶν πυλῶν φλέβες εἰς ἅπαντα τοῦ σπλάγχνου τὰ σιµὰ κατασχιζόµεναι συνάπτουσι τοῖς ἐν τοῖς κυρτοῖς ἀδήλοις αἰσθήσει στόµασι. ἀναφέρεται δ’ ἐκ τῆς κοιλίας τροφὴ πᾶσα πρὸς ἕνα τόπον τοῦ ἥπατος, ὃν ἀπ’ αὐτοῦ τοῦδε τοῦ νῦν εἰρηµένου πύλας ὀνοµάζουσιν. οὔτε γὰρ εἰς τὰς πόλεις εἰσελθεῖν τις δύναται, πρὶν διελθεῖν τὰς πύλας, οὔτ’ εἰς ἧπαρ ἀφικέσθαι, πρὶν ἐν τούτῳ γενέσθαι τῷ χωρίῳ. διανέµεται δ’ ἐντεῦθεν εἰς τὰ σιµὰ τοῦ ἥπατος ἅπαντα, κᾄπειτα δι’ ὧν εἰρήκαµεν περάτων εἰς τὸ κυρτὸν µεταλαµβάνεται. οὐδὲν οὖν θαυµαστόν ἐστι, διά τε τὴν τῶν ὁδῶν στενότητα καὶ τὸ πλῆθος τῆς διερχοµένης οὐσίας ἐµφράξεσι συνεχέσιν ἁλίσκεσθαι τὸ σπλάγχνον. ἴασις οὖν αὐτῶν ἔσται, πρὶν µὲν πολλὰς γενέσθαι καὶ πυρέττειν τὸν ἄνθρωπον, ἡ τῶν λεπτυνόντων ἐδεσµάτων τε καὶ φαρµάκων προσφορά. πολλῶν δὲ γενοµένων, οὐκ αὐτὴ µόνον, ἀλλὰ καὶ ἡ κένωσίς ἐστιν, ἥντινα δι’ ὧν χρὴ ποιεῖσθαι χωρίων, ἥ τε διάπλασις ἐνδείξεται τοῦ σπλάγχνου καὶ ἡ θέσις. ἐκ τούτων γοῦν ὁρµώµενοι, τὰ µὲν ἐν τοῖς σιµοῖς τοῦ ἥπατος ἐπ’ ἔντερον προτρέψοµεν, ὅσα δ’ ἐν τοῖς κυρτοῖς ἐστι, δι’ οὔρων ἐκκενώσοµεν. οὕτω δὲ καὶ ὅσα κατὰ τὸν θώρακα καὶ τὸν πνεύµονα περιέχεται, κενοῦσθαι δεόµενα, παρά τε τῆς διαπλάσεως αὐτῆς καὶ τῆς θέσεως ἐδιδάχθηµεν ἐκκαθαίρειν διὰ βηχῶν. ὡσαύτως δὲ καὶ ὅσα κατὰ τὸν ἐγκέφαλον, ἐπὶ τὰς ῥῖνας ἕλκειν. οὐχ ἥκιστα δὲ καὶ ἡ τῶν φλεγµαινόντων µορίων ἴασις ἐκ θέσεώς τε καὶ διαπλάσεως λαµβάνεται. ἔστι µὲν γὰρ καὶ τούτων ὁ πρῶτος σκοπὸς ἡ κένωσις τοῦ χυµοῦ τοῦ κατασκήψαντος εἰς τὸ φλεγµαῖνον. ὅπως δ’ ἐκκενοῦν αὐτὸν χρὴ, τῶν κατεχόντων ὀργανικῶν µορίων ἡ φύσις ἐνδείκνυται. παρ’ αὐτῶν γοῦν διδασκόµενοι, τὰ µὲν εἰς ἰσχίον κατασκήψαντα ῥεύµατα διὰ τῶν κατ’ ἰγνύα τε καὶ σφυρὰ φλεβῶν ἐκκενώσοµεν, ὥσπερ γε καὶ ὅσα κατὰ τὰς µήτρας ἴσχεται. τὰ δὲ κατὰ θώρακα καὶ πνεύµονα διὰ τῆς ἔνδον κατ’ ἀγκῶνα φλεβός. τὰ δὲ κατὰ κεφαλήν τε καὶ τράχηλον ἐκ τῆς ὠµιαίας. ἡ γὰρ τῶν ἐγγυτάτων τε καὶ κοινῶν τῷ πεπονθότι µορίῳ φλεβῶν κένωσις ἀρίστη τε καὶ ῥᾴστη. καὶ τὸ διαφορεῖν δὲ τὸ φλεγµαῖνόν ἐστι µὲν δήπου καὶ αὐτὸ τὴν ἐκ τοῦ νοσήµατος ἔνδειξιν ἔχον. ὑπαλλάττεται δ’ ἐν τῇ κατὰ µέρος τῶν βοηθηµάτων χρήσει τὴν παρὰ τῆς θέσεως τοῦ πεπονθότος µορίου προσλαµβάνον ἔνδειξιν. ὅσα µὲν γὰρ ἐπιπολῆς κεῖται, τοιοῦτον ἐπ’ αὐτῶν εἶναι προσήκει τὸ διαφορῆσον φάρµακον, οἷόνπερ ἐνδείκνυται τὸ τῆς φλεγµονῆς εἶδος. ὅσα δ’ ἐν βάθει, τοσοῦτον δριµυτέρων δεῖται φαρµάκων, ὅσῳ τῶν ἐκτὸς ἀποκεχώρηκεν, ὥστε καὶ σικύας ἐπ’ αὐτῶν ἐνίοτε χρῄζοµεν, εἰ κατὰ συχνοῦ κέοιτο βάθους, ὅπερ ἐναντιώτατόν ἐστι τοῖς ἐπιπολῆς φλεγµαίνουσιν. οὕτω δὲ καὶ εἴ που στύφοντος εἴη φαρµάκου χρεία, σκοπεῖσθαι τοῦ δεοµένου χωρίου τὴν θέσιν. εἰ µὲν γὰρ ἱκανόν ἐστιν ἐξικέσθαι πρὸς αὐτὸ τὸ στύφον, οὐδὲν κωλύει παραλαµβάνειν. εἰ δ’ οὐχ ἱκανὸν, ἐπισκοπεῖσθαι, µή ποτε ἄρα τὴν ἐκ τῶν προκειµένων ὑγρότητα συνελάσωµεν εἰς τὸ πεπονθὸς, ὥστε ἤτοι τὴν ποδηγοῦσαν τῷ στύφοντι φαρµάκῳ µικτέον ἐστὶ δύναµιν, ἢ οὐ χρηστέον αὐτῷ. µέγιστον οὖν οἶδα βλάπτοντας, ὅσοι τοῖς ἐκ πνεύµονος ἀναβήττουσιν αἷµα περιτιθέασιν ἐκ κύκλῳ καθ’ ὅλον τὸν θώρακα φάρµακα στύφοντα. πρὸς γὰρ τῷ µὴ διϊκνεῖσθαι τὴν δύναµιν αὐτῶν εἰς τὸν πνεύµονα συνελαύνουσι καὶ τὸ κατὰ τὸν θώρακα αἷµα πρὸς τὸ σπλάγχνον. ἀρκεῖν ἡγοῦµαι καὶ περὶ τούτων εἴς γε τὴν ἐνεστῶσαν, πραγµατείαν τὰ εἰρηµένα. τοσοῦτον οὖν εἰπὼν ἔτι περὶ αὐτῶν ἀπαλλάξοµαι, ὡς ἡ µὲν µέθοδος αὕτη τὸ εἶδος µόνον ἐστὶ τῆς πραγµατείας· ἡ δὲ καθ’ ἕκαστον µέρος τοῦ σώµατος ἐπιστήµη τε καὶ διέξοδος, ἡ οἷον οὐσία σύµπασα, ἣν ἐν ταῖς ἄλλαις πραγµατείαις διεξήλθοµεν.