1. ῞Οτι µὲν οὐ τὴν κοινὴν µόνον ἁπάντων ἀνθρώπων φύσιν, ὦ Γλαύκων, ἐπίστασθαι χρὴ τὸν ἰατρὸν, ἀλλὰ καὶ τὴν ἰδίαν ἑκάστου, πάλαι τε πρὸς ῾Ιπποκράτους ὀρθῶς εἴρηται καὶ ἡµῖν δὲ ἐπ’ αὐτῶν, ὡς οἶσθα, τῶν ἔργων τῆς τέχνης ἱκανῶς ἐσπούδασται. οὐ µὴν γράφειν γε δυνατὸν, ὥσπερ τὴν κοινὴν, οὕτω καὶ τὴν ἰδίαν ἑκάστου, ἀλλ’ ὑπεναντίως ἔχει τὰ γράµµατα πρὸς τὰς πράξεις, ἄλλοθί τε πολλαχόθι καὶ οὐχ ἥκιστα ἐν τοῖς νῦν ὑπ’ ἐµοῦ προκειµένοις. ἠξίωσας µὲν γὰρ ἡµᾶς, ἰαµάτων τινά σοι καθόλου µέθοδον ὑποτυπώσασθαι· περαίνεται δὲ αὕτη διά τε ποιότητος καὶ ποσότητος ἑκάστου τῶν βοηθηµάτων καὶ τοῦ τρόπου τῆς χρήσεως αὐτῶν καὶ τοῦ πάντων τούτων χαλεπωτάτου διαγνωσθῆναι καιροῦ. περὶ ὃν ὀξὺν ἱκανῶς ὄντα, καθάπερ που καὶ τοῦτό φησιν ὁ πάντων ἡµῖν τῶν καλῶν ἡγεµὼν ῾Ιπποκράτης, σφαλλοµένους πολλάκις ὁρᾷς οὐ τοὺς τυχόντας µόνον, ἀλλὰ δὴ καὶ τοὺς ἀρίστους ἰα-τρούς. καὶ µὲν δὴ καὶ µέγα τὸ ποσὸν εὐστόχως συναρµοσθὲν εἰς δύναµιν ὁ αὐτὸς ἀνὴρ ἔγραψεν. ὅταν οὖν εἰς µὲν τὸ καλῶς ἰᾶσθαι µέγα συντελεῖν φαίνοιτο ὅ τε καιρὸς καὶ ἡ ποσότης τῶν βοηθηµάτων, ἴδια δὲ ταῦτα καθ’ ἕκαστον τῶν νοσούντων εὑρήσεις καὶ µηδὲν ἴδιον ἑρµηνεύεσθαι δύναται τῷ λόγῳ, τὸ κοινὸν οὕτως ἀναγκαζόµεθα γράφειν, κᾂν τῇ χρείᾳ δεύτερον ᾖ. καὶ γὰρ οὖν καὶ ἐπισκοπούµεθά τινας ἀῤῥώστους πολλάκις, οἷς ἔµπροσθεν ὑγιαίνουσιν οὐκ ἐνετύχοµεν· οὔκουν οὐδ’ ὅπως εἶχον χροιᾶς, ἢ σχέσεως, ἢ τῆς κατὰ φύσιν θερµασίας, ἢ τῆς τῶν ἀρτηριῶν γινώσκοντες, ἵν’ εἰδότες ἱκανοὶ κριταὶ γενοίµεθ’ ἄν ποτε τῶν νοσηµάτων τοῦ µεγέθους. εἰς ὅσον γὰρ ἐξίσταται τῆς φύσεως ἕκαστον, εἰς τοσοῦτον καὶ µεγέθους ἥκει. τὸ δ’ ὅσον ἐξίσταται, γνῶναι δυνατὸν µόνῳ τῷ τὸ κατὰ φύσιν ἀκριβῶς ἐπισταµένῳ. τοῦτ’ οὖν ἀγνοοῦντες ἐπ’ αὐτῶν, ἵνα µὴ παντάπασιν ἀπορῶµεν, ἐπὶ τὸ κοινὸν ἀφικνούµεθα. πλέον δέ τι κᾀν τούτῳ τῶν ἀτέχνων ὁ τεχνίτης ἔχει. καὶ τί τὸ πλέον; ῾Ιπποκράτης µὲν καὶ τοῦτο πρῶτος ἁπάντων ὧν ἴσµεν γέγραφεν. ὑπεµνήσαντο δὲ ἐπὶ πλέον τῶν µετ’ αὐτὸν ὅσοι τῶν ἐκείνου συνῆκαν γραµµάτων, ὧν εἷς ἦν καὶ Μνησίθεος ὁ ᾿Αθηναῖος, ἀνὴρ τά τε ἄλλα ἱκανὸς πάντα τὰ τῆς τέχνης καὶ εἰς ὅσον χρὴ µεθόδῳ τὴν ἰατρικὴν τέχνην ἀσκεῖν, οὐδενὸς ἐπιγνῶναι δεύτερος. οὗτος ὁ Μνησίθεος ἀπὸ τῶν πρώτων καὶ ἀνωτάτω γενῶν ἀρξάµενος ἀξιοῖ τέµνειν αὐτὰ κατ’ εἴδη τε καὶ γένη καὶ διαφοράς. εἶτ’ αὖθις τὰ τεµνόµενα τέµνειν ὁµοίως κᾀκεῖνα πάλιν ὡσαύτως, ἔστ’ ἂν ἐπί τι τοιοῦτον εἶδος ἀφικώµεθα µεθ’ ὃ τέµνοντες, ἀχρὶς οὗ τὸ τεµνόµενον, εἰς ἓν τῷ ἀριθµῷ καὶ ἄτοµον ἤδη τελευτήσοµεν. ταῦτ’ ἀρκεῖ µοι πρός γέ σε διὰ βραχέων ἃ βούλοµαι δεδηλῶσθαι. καὶ γὰρ ἂν εἴην γελοῖος, εἴ σε διδάσκοιµι τὰ σὰ ὥσπερ οὐχὶ παρὰ Πλάτωνος αὐτὰ πάλαι µεµαθηκότα. οὐδὲ γὰρ ὥστε διδάξαι σέ τί πως περὶ τῆς κατὰ τὴν τοιαύτην διαίρεσιν µεθόδου τὴν ὑπόµνησιν ἐποιησάµην, ἀλλ’ ὅτι µοι πρὸς τὸν ἐφεξῆς λόγον ἅπαντα χρήσιµον αὐτὴν ἔσεσθαι νοµίζω· καὶ τὴν αἰτίαν, ὧν ἑκάστοτε σφαλλοµένους ὁρᾷς τοὺς πλείστους τῶν ἰατρῶν, ἀξιοῦντί σοι µαθεῖν οὐκ ἐνῆν ἄλλως ἐνδείξασθαι. καὶ γὰρ καὶ τὰ κατὰ τὰς ἄλλας αἱρέσεις σφάλµατα καὶ ὅσα νῦν ἐπὶ τῶν νοσούντων οἱ πολλοὶ τῶν ἰατρῶν ἁµαρτάνουσι, πρώτην καὶ µεγίστην αἰτίαν ἔχει τὸ µοχθηρὸν τῆς διαιρέσεως. οἱ µὲν γὰρ ἐπὶ τῶν πρώτων καὶ ἀνωτάτω γενῶν µένουσιν, ἀρκούµενοι ταῖς ἀπὸ τούτων ἐνδείξεσιν· οἱ δὲ µέχρι µέν τινος ἔτεµον, οὐ µὴν πρός γε τὸ τέλος ἐξίκοντο· πολλοὶ δὲ καὶ µοχθηραῖς ἐχρήσαντο διαιρέσεσιν. ὅστις δὲ καὶ τὰ κατὰ φύσιν ἅπαντα καὶ τὰ παρὰ φύσιν εἰς τὴν τοιαύτην ἀνάγων µέθοδον, ἐξ ἁπάντων τούτων τῶν κατὰ τὴν διαίρεσιν ἀνενδεῆ λαµβάνοι τὴν ἔνδειξιν, µόνος ἂν οὗτος εἰς ἀνθρωπίνην δύναµιν ἀναµάρτητος εἴη περὶ τὰς ἰάσεις· καὶ τούς τε γινωσκοµένους ἄµεινον τῶν ἄλλων ἰῷτο καὶ τοὺς ἀγνοουµένους εἰς ὅσον οἷόν τε καὶ τούτους ἐγγυτάτω τῶν γινωσκοµένων. εἰ γὰρ διορίσαιτό τις πρῶτον µὲν τὴν κατὰ τὰς ἡλικίας διαφορὰν, ἐφεξῆς δὲ τὴν κατὰ τὰς κράσεις καὶ τὰς δυνάµεις καὶ τἄλλα τὰ τοῖς ἀνθρώποις ὑπάρχοντα, χροιὰς λέγω καὶ θερµασίας καὶ σχέσεις καὶ σφυγµῶν κινήσεις καὶ ἔθη καὶ ἐπιτηδεύµατα καὶ τὰ τῆς ψυχῆς ἤθη, προσθείη δὲ τούτοις καὶ τὴν ὡς ἄῤῥενος πρὸς θῆλυ διαφορὰν, ὅσα τε κατὰ τὰς χώρας καὶ τὰς ὥρας τοῦ ἔτους καὶ τὰς ἄλλας τοῦ περιέχοντος ἡµᾶς ἀέρος καταστάσεις, ὡς χρὴ διορίσασθαι, πλησίον ἂν ἥκοι τῆς ἰδίας τοῦ κάµνοντος φύσεως. ἀλλὰ πάντων τούτων τὰ µὲν ἐν τοῖς περὶ σφυγµῶν, τὰ δὲ ἐν τοῖς περὶ κράσεων διώρισται· ὥσπερ γε καὶ τῶν παρὰ φύσιν ἁπάντων ὅσαι κατ’ εἴδη τε καὶ γένη διαφοραὶ τυγχάνουσιν οὖσαι, πάσας ἐν τῷ περὶ παθῶν διοριζόµεθα λόγῳ. νυνὶ δὲ ὁ µὲν λόγος ἡµῖν ἅπας ἔσται περὶ τῶν τοιούτων ἀῤῥώστων ὧν τὴν φύσιν ἀκριβῶς ἐπιστάµεθα πρὸ τῆς νόσου· συνεπινοηθήσονται δὲ αὐτοῖς καὶ οἱ λοιποὶ πάντες ὧν ἠγνοοῦµεν. οὐδὲν γὰρ ἦν χαλεπὸν ἀπὸ τοῦ τελέως διωρισµένου καὶ τὸ µὴ τοιοῦτον ἐξευρίσκειν.