4. Οἱ δ’ ἐπὶ χυµοῖς ἀναπτόµενοι πυρετοὶ καλοῦνταί τ’ αὐτὸ τοῦτο πυρετοὶ καί εἰσιν οὐ συµπτώµατα νοσηµάτων, ἀλλ’ αὐτοὶ νοσήµατα. τούτων δὲ τινὲς µὲν ἄνευ συµπτωµάτων, οἵπερ δὴ καὶ ἐπιεικέστατοί εἰσι· τινὲς δ’ ἅµα συµπτώµασιν ἐνοχλοῦσιν. εἰρήσεται δ’ ἡµῖν περὶ προτέρων τῶν ἄνευ συµπτωµάτων πυρετῶν· ἐν οἷς µάλιστα µὲν εἰ οἷόν τε κατὰ τὴν πρώτην ἡµέραν διαγνωστέον οἷός τίς ἐστιν ὁ πυρετὸς, ἆρά γε χρόνιος ἢ ὀξύς, καὶ πότερον τῶν διαλειπόντων καλουµένων ἢ τῶν συνεχῶν. εἰ δὲ µὴ οἷόν τε περὶ τὴν ἡµέραν τὴν πρώτην, ἀλλὰ τῇ δευτέρᾳ γε πειρατέον ἐξευρεῖν τὴν ἰδέαν τοῦ πυρετοῦ. µηδενὸς δὲ µηδ’ ἐν ταύτῃ βεβαίως διαγνωσθέντος, ἐν γοῦν τῇ τρίτῃ πάντως φανήσεταί σοι σαφέστερόν τι. παντελῶς γὰρ ὀλίγοι πυρετοὶ τῆς τετάρτης ἡµέρας δέονται πρὸς ἀκριβῆ διάγνωσιν. ἐρῶ δέ σοι καθόσον οἷόν τε διὰ βραχέων σηµεῖα, δι’ ὧν ἐπιγνώσῃ τὸ εἶδος τοῦ πυρετοῦ. µακρότερον δὲ καὶ σαφέστερον ἑτέρωθι πάντα λέλεκται. Τοὺς µὲν οὖν µετὰ ῥίγους εἰσβάλλοντας οὐκ ἂν ἀπὸ τρόπου τῶν κατὰ περίοδον ἐνοχλούντων ὑπολάβοις εἶναι. τριταῖοι γὰρ καὶ τεταρταῖοι µετὰ ῥίγους τοὐπίπαν παροξύνουσιν. ἀλλ’ οἱ µὲν τριταῖοι εὐθὺς ἐν τῇ πρώτῃ καταβολῇ πολλάκις µετὰ σφοδροῦ τοῦ ῥίγους ὑπήρξαντο. τεταρταῖον δ’ οὐκ οἴδαµεν µετὰ σφοδροῦ ῥίγους ἀρξάµενον, ἀλλ’ ἐν τῷ χρόνῳ τὸ µέγεθος αὐτῷ προσγίνεται, σὺν τῷ µηδ’ εὐθὺς ἀπ’ ἀρχῆς τὰ πολλὰ τὸν πυρετὸν τοῦτον εἰσβάλλειν, ἀλλ’ ἑτέρων προηγησαµένων συµπίπτειν. ὁ µὲν οὖν τεταρταῖος τοῖς καλουµένοις πλάνησί τε καὶ πλανήταις ἐπιγίνεται πυρετοῖς διὰ φλέγµα. ὁ δ’ ἀµφηµερινὸς οὐδὲ χωρὶς τοῦ τὸ στόµα τῆς γαστρὸς πεπονθέναι τὰ πολλὰ συνίσταται· καθάπερ ὁ τεταρταῖος περὶ σπληνὶ κακοπραγοῦντι· ὁ δὲ τριταῖος περὶ ἥπατι. τὸν µὲν δὴ µετὰ σφοδροῦ τοῦ ῥίγους ἀρξάµενον εἰκὸς µᾶλλον τριταῖον ἢ τῶν ἄλλων τινὰ εἶναι πυρετῶν. εἰ δὲ καὶ τἄλλα τὰ ἐφεξῆς εἰρησόµενα µαρτυροίη, τοῦτον µὲν ἂν ἐναργῶς εὐθὺς ἐν τῇ πρώτῃ τῶν ἡµερῶν διαγινώσκοις εἶναι τριταῖον. εἰ δὲ µετὰ βραχέος ἄρξεται ῥίγους, τότε δεῖ καὶ µᾶλλον τοῖς ἄλλοις γνωρίσµασι τὸν νοῦν προσέχειν, ὡς οὐκ ἀµφηµερινοῦ καὶ τεταρταίου µόνον, ἀλλὰ καὶ ἡµιτριταίου καὶ ἄλλου τινὸς τῶν συνεχῶν εἶναι δυναµένου. τὰ δ’ ἄλλα γνωρίσµατα τό τε τῆς θερµασίας ἐστὶ ποιὸν καὶ ποσὸν καὶ ἡ τῶν ἀρτηριῶν κίνησις, αὐτό τε τοῦ ῥίγους τὸ εἶδος αἰσθανοµένου, ὥρα τε καὶ χώρα καὶ κατάστασις καὶ ἡ φύσις τοῦ νοσοῦντος καὶ ἡ ἡλικία καὶ τὰ προηγησάµενα καὶ τὰ παρακολουθοῦντα. τὴν µὲν γὰρ θερµασίαν πολλὴν καὶ δριµεῖαν εἶναι χρή· τοὺς δὲ σφυγµοὺς µεγάλους καὶ θερµοὺς καὶ σφοδροὺς καὶ ταχεῖς καὶ πυκνοὺς καὶ χωρὶς πάσης ἀνωµαλίας, πλὴν τῆς πυρεκτικῆς. τὸ δὲ ῥῖγος, οἷον νυττοµένου τοῦ χρωτὸς ὡς ὑπό τινος ὀξέος µᾶλλον ἢ ψυχροῦ, τῶν ἐν τεταρ-ταίοις τε καὶ ἀµφηµερινοῖς ψυχροῦ τοῦ ῥίγους αἰσθανοµένων. τὴν δ’ ὥραν θερινὴν, ὥσπερ οὖν καὶ τὸ χωρίον θερµὸν καὶ τήν γε παροῦσαν κατάστασιν· ἔστω δὲ καὶ ἡ φύσις τοῦ κάµνοντος θερµοτέρα τε καὶ χολωδεστέρα, καὶ ἡ ἡλικία νεανίσκου· καὶ γυµνασία µᾶλλον ἢ ἀργία προηγείσθω, καὶ ἔγκαυσις µᾶλλον ἢ ψύξις, καὶ ἔνδεια µᾶλλον ἢ πλησµονή. καὶ ἀγρυπνίαι δὲ καὶ λῦπαι καὶ κόποι καὶ σύντονοι φροντίδες εἰς τοῦτο συντελοῦσιν. εἰ δὲ καὶ πολλοῖς ἄλλοις τῶν νοσούντων ἐν ἐκείνῳ τῷ χρόνῳ τριταίοις ἁλῶναι συµβαίη καὶ τοῦτ’ ἂν εἴη πρὸς τοῖς εἰρηµένοις µέγιστον γνώρισµα. εἰ δὲ τούτων ἁπάντων ὑπαρχόντων ἢ τῶν µεγίστων τε καὶ ἐπικαιροτάτων δίψος τε αὐτοὺς ἔχει σφοδρὸν, ἔµετός τε χολῆς ἢ ἱδρὼς ἐπιγένηται ἢ ἀµφότερα, νῦν µὲν ἂν καὶ σαφῶς εἴη δῆλος. εἰ δὲ καὶ παύσαιτο µὲν πυρέττων ἐπὶ τοῖσδε ὁ ἄνθρωπος τοῦτον δὴ τὸν φανερὸν ἅπασι καὶ ἐν κινήσει πυρετὸν, ὑπολείποιτο δ’ αὐτῷ κατὰ τὴν τῶν ἀρτηριῶν κίνησιν ἡ ἴδιος ἀνωµαλία τῶν πυρετῶν, βεβαίως ἂν οὕτως ἀποφαίνοις τριταῖον ὑπάρχειν αὐτὸν, ὡς εἰ καὶ διὰ τρίτης ἤδη παροξυνόµενον ἑώρας.