13. Τῶν δ’ ἄλλων ὄγκων τῶν παρὰ φύσιν οὐδενὸς µὲν ἠξίωσά σοι γραφῆναι χειρουργίαν· ἔλαβες γὰρ δοκιµώτατα τῶν παρ’ ἡµῖν φαρµάκων. ἐπὶ µὲν χοιράδων τά τε προστέλλειν καὶ ξηραίνειν δυνάµενα καὶ διαπυΐσκειν. ἐπὶ δὲ µελικηρίδων ὅσα καὶ ταύτας διαφορεῖ καὶ πύου διαφορητικὰ φάρµακα καὶ ὕδατος ἐν ὀσχέῳ τε καὶ κατ’ ἐπιγάστριον ἔλαβες, ὡς κᾀπὶ τῶν ὑδερικῶν κεχρῆσθαι. διττὸς γὰρ καὶ τούτων ὁ σκοπὸς, ἰᾶσθαί τε τοῦ σπλάγχνου τὸν σκίῤῥον καὶ διαφορῆσαι τὸ συνειλεγµένον ὑγρόν. εἴρηται δ’ ἔµπροσθεν ἡ τῶν σκιῤῥουµένων σπλάγχνων θεραπεία. ὥστε καὶ ἡ τῶν ὑδέρων ἴασις εἰς τρεῖς τούτους ἀνάγεται σκοποὺς, ἰᾶσθαι τοῦ σκιῤῥουµένου σπλάγχνου τὸν σκίῤῥον, ἐπιθέµασί τε καὶ διαφοροῦσι τὴν ὑγρότητα χρῆσθαι· φάρµακά τε πίνειν διουρητικά. ταῦτα µὲν οὖν εἰς ἀποδηµίαν σοι µακρὰν στελλοµένῳ νοµίζω συµµέτρως ἔχειν. ἐὰν δὲ, ὡς προείρηται, καὶ τὴν ἐπὶ τῶν κατὰ γένος καὶ τόπους πεπονθότας φαρµάκων πραγµατείαν ποιήσωµαι, κᾀκείνην ἕξεις ἐπανελθὼν ἐκ τῆς ἀποδηµίας. ἔστι δὲ καὶ ἄλλη µεγάλη πραγµατεία τῶν ἑταίρων ἀξιωσάντων ἁπάσης τῆς θεραπευτικῆς µεθόδου. κατεχοµένῳ δ’ ἐπὶ πλέον ἔξω σοὶ πέµπειν οὐκ ὀκνήσω τῶν γραφοµένων ἡµῖν ὑποµνηµάτων ἕκαστον.
К Главкону, о методе лечения[161]