11. ᾿Εφεξῆς δ’ ἂν εἴη τοῖς εἰρηµένοις εἰπεῖν σοί τι καὶ περὶ τῶν γαγγραινουµένων φλεγµονῶν. ὀνοµάζουσι δ’, ὡς οἶσθα, γαγγραίνας τὰς διὰ µέγεθος φλεγµονῆς νεκρώσεις οὐκ ἤδη γεγενηµένας, ἀλλὰ γινοµένας ἔτι. τελέως µὲν γὰρ νεκρωθὲν µόριον ὡς νυττόµενον ἢ τεµνόµενον ἢ καιόµενον ἀναίσθητον ὑπάρχειν ὧν πάσχει, τάχιστα χρὴ περικόπτειν καθ’ ὃ ψαύει τοῦ πλησιάζοντος ὑγιοῦς. ἀλλὰ τὸ µὲν οὕτω διατεθὲν µέλαν γίνεται, τὸ δ’ ἐν τῷ µεταξὺ καθεστηκὸς, ὡς ὁδοιπορεῖν ἐπὶ τὴν νέκρωσιν, γάγγραινα ὀνοµάζεται. θεραπεία δ’ αὐτῆς γίνεται κενωσάντων ἡµῶν ὅσον οἷόν τε πλεῖστον τοῦ κατὰ τὸ πάσχον µόριον αἵµατος ἐσφηνωµένου, δι’ ὃ καὶ ἡ νέκρωσις γίνεται, µὴ δυναµένων τῶν ἀρτηριῶν ὑπὸ στενοχωρίας διαστέλλεσθαι, τῷ δ’ ὑπολοίπῳ διαπνοὰς παρασχόντων. ἢ τοίνυν ὅλον τὸ δέρµα πολλαῖς βαθείαις τοµαῖς διαιρεῖν χρὴ, τέµνοντας ἅµα αὐτῷ τὴν ὑποκειµένην οὐσίαν ἢ πολλαῖς ἀµυχαῖς βαθείαις ἀποσχάζειν, ἐάσαντα δ’ ἀποῤῥυῆναι τὸ αἷµα τῶν φαρµάκων ἐπιτιθέναι τι τῶν πρὸς τὰ σηπόµενα χρησίµων. ἔστι δὲ τοιαῦτα δι’ ὀξυµέλιτος καὶ ἀλεύρου ὀρόβων ἢ αἰρῶν, ἢ εἰ µὴ ταῦτα παρείη, τὸ τῶν κυάµων· αὐτό τε µόνον τὸ ὀξύµελι. σφοδροτέρῳ δὲ αὐτῷ χρῆσθαι βουλόµενος, ἁλῶν ἐπεµβάλλειν ἢ τῶν κυκλίσκων τινὰ λειοῦν ἀκριβῶς, οἷος ὁ ᾿Ανδρώνιός ἐστι καὶ ὁ Πολυείδου καὶ ὁ Πασίωνος. ἀλλὰ καὶ τὸ τοῦ Μούσα φάρµακον ἐπιτηδειότατόν ἐστιν εἰς ταῦτα, ὃ κατὰ τὸν ῞Ηρα γέγραπται τόµον. χρῶ δὲ τούτοις καὶ οἷς προείρηκα, προσέχων τὸν νοῦν τῷ σώµατι τοῦ κάµνοντος. ἀγροίκου µὲν γὰρ ὄντος αὐτοῦ καὶ σκληροῦ φύσει, τῶν ἰσχυροτάτων δεῖται φαρµάκων τὸ σῶµα· γυναίου δὲ ἁπαλοσάρκου, τῶν ἀσθενεστέρων. οὕτω δὲ καὶ τῶν ἀνδρῶν ὅσοι λευκοί τε καὶ ἁπαλόσαρκοι καὶ φιλόλουτροι καὶ ἀγύµναστοι µαλακῶν δέονται φαρµάκων. δῆλον δ’ ὅτι καὶ τὰ παιδία. κᾂν ἐκτέµοις δέ ποτε τὸ σεσηπὸς καὶ νενεκρωµένον µέρος ἀσφαλείας ἕνεκα, τοῖς εἰρηµένοις ἄρτι χρῶ φαρµάκοις, ἀποβλέπων εἰς τὰς τῶν νοσηµάτων φύσεις, ἅµα τῷ καὶ τὴν αὐτοῦ τοῦ πεπονθότος µορίου φύσιν ἐπισκοπεῖν· τινὰ γὰρ τάχιστα σήπεται καὶ βέλτιον ἀσφαλείας ἕνεκα, ὅταν ἐκτέµῃς ἢ περιτέµῃς τὸ σεσηπὸς, τὴν οἷον ῥίζαν αὐτοῦ συνηµµένην τοῖς ἀπαθέσι καίειν, ὡς ἐπὶ τῶν αἰδοίων εἰώθαµεν ἐργάζεσθαι πολλάκις, ἐνίοτε µὲν αὐτοῖς τοῖς πεπονθόσι µορίοις τὰ καυτήρια προσφέροντες, ἐνίοτε δὲ καὶ προϋποβάλλοντες µότον. µετά γε µὴν τὴν καῦσιν εἰώθαµεν, ὡς οἶσθα, χυλῷ πράσου χρῆσθαι, µὴ παρόντος δὲ τούτου, τοῖς προειρηµένοις ὀλίγον ἔµπροσθεν. ὅταν δὲ φαίνηταί σοι τούτων γιγνοµένων πεπαῦσθαι τὸ σηπόµενον, ὅπως ἀποπέσῃ θᾶττον ἡ ἐσχάρα, τῷ κεφαλικῷ καλουµένῳ φαρµάκῳ µετὰ µέλιτος χρῶ. κάλλιον καὶ καταπλάττειν ἔξωθεν ἢ δι’ ὑδρελαίου τὸν ἄρτον ἕψοντας ἢ κρίθινον ἄλευρον οὕτω σκευάζοντας, ἢ µετὰ αὐτοῦ µῖξαι πύρινον. καὶ µὴν καὶ τὸ τετραφάρµακον ὀνοµαζόµενον, ἔτι τε τὸ µακεδονικὸν, ἐπιτήδεια πρὸς τὰς διαπυήσεις τε καὶ ἀποπτώσεις τῶν ἐσχαρῶν, ὁµοίως δὲ καὶ πάντα ὅσα διαπυΐσκει. καὶ ἄρτος δὲ µετὰ σελίνου λειωθεὶς ἢ ὠκίµου περιῤῥήσσει καὶ χωρίζει τὰς ἐσχάρας ἀπὸ τῶν ὑγιεινῶν. τῶν δ’ ἁπλῶν φαρµάκων µετὰ µέλιτος ἴρις ἢ ῥίζα πάνακος ἢ ἀριστολοχίας ἢ ἀκόρου. ἐπὶ δὲ τῶν µαλακῶν σωµάτων ἀρκεῖ καὶ τὸ τῶν ὀρόβων ἄλευρον µετὰ µέλιτος ἢ λιβανωτοῦ. ὁµοίως δὲ ἀφαιρεῖ τὰς ἐσχάρας καὶ τὸ τοῦ Μαχαιρίωνος φάρµακον καὶ ἡ ῎Ισις ἔµµοτα µετὰ µέλιτος. ὅταν δὲ ἐκπέσωσιν αἱ ἐσχάραι, καὶ διὰ τῶν ἐπιτυχόντων φαρµάκων σαρκοῦνται τὰ τοιαῦτα τῶν ἑλκῶν.