8. Τοῦ δευτέρου δ’ αὖ τοῦ παρὰ τὸν ἀριθµὸν, εἰ µὲν ἀπόλοιτό τι τῶν κατὰ φύσιν, ἤτοι τοµή τις, ἢ καῦσις, ἢ σῆψις, ἢ ψύξις ἰσχυρὰ προηγεῖται. τὰ µὲν οὖν τῆς ψύξεως αἴτια προείρηται. σήπεται δὲ τὰ µὲν ὑπὸ τῶν σήπειν πεφυκότων φαρµάκων, ἢ τῶν ἐν αὐτοῖς τοῖς ζώοις γεννωµένων περιττωµάτων, τὰ δ’ ὑπὸ τοῦ µὴ διαπνεῖσθαι·προείρηται δὲ καὶ τὰ τοῦ µὴ διαπνεῖσθαι προηγούµενα. εἰ δὲ τῶν οὐκ ὄντων τι κατὰ φύσιν ἐπιγίγνοιτο, νόσος µὲν καὶ τοῦτ’ ἐστὶ παρὰ τὸν ἀριθµὸν τῶν µορίων. ἀλλ’ εἰ µὲν τῆς κατὰ φύσιν ἰδέας ἔχοιτο τὸ ἐπιγιγνόµενον, ὕλης χρηστῆς πλῆθος αἴτιον· εἰ δὲ τῆς παρὰ φύσιν, εἴη ἂν καὶ ἡ τῆς ὕλης ποιότης παρὰ φύσιν. ἔῤῥωται δ’ ἐν ἀµφοῖν ἡ δύναµις, ἢ οὐκ ἂν οὔτε διέπλαττε τὸ χρηστὸν οὔτ’ ἀπέτριβε τὸ µοχθηρόν. διαπλάττει µὲν οὖν ἐν ταῖς κυήσεσιν, ἐπειδὰν ἑξαδάκτυλον ἤ τι τοιοῦτον ἕτερον ἀπεργάσηται· κᾀν τοῖς ἤδη τελείοις, ἐπειδὰν ἐπιτρέφῃ σάρκας ἰσχυρὰς τοῖς ἡλκωµένοις µορίοις, ὡς πτερύγιον τοῖς ὀφθαλµοῖς. ἀποτίθεται δὲ τὸ περιττὸν ἐν γαγγλίοις τε καὶ µελικηρίσι καὶ στεατώµασι καὶ ἀθερώµασι καὶ τοῖς τοιούτοις ἅπασι.
9. Καὶ µὲν δὴ καὶ τὸ µέγεθος τῶν µορίων αὐξάνεται µὲν ὑπό τε πλήθους ὕλης χρηστῆς καὶ δυνάµεως ἐῤῥωµένης, µειοῦται δὲ ὑπὸ τῶν ἐναντίων, κᾀπειδὰν ἤτοι τοµή τις, ἢ καῦσις, ἢ σῆψις, ἢ νέκρωσις ἐκ καταψύξεως ἀµέτρου διαφθείρῃ τινὸς ὀργάνου µόριον, ὡς εἶναι τὸ λειπόµενον αὐτοῦ κολοβόν.
10. Τὰ δ’ ἐν τῷ τῆς θέσεως γένει νοσήµατα τινὰ µὲν ἐξαιφνιδίους τε καὶ σφοδρὰς ἔχει προηγουµένας κινήσεις, τινὰ δὲ δι’ ἀµετρίαν τῆς ἐν τοῖς ἄρθροις ὑγρότητος γίγνεται, τεγγούσης µὲν τοὺς συνδέσµους καὶ χαλώσης, ὀλισθηρὰν δὲ τῇ γλισχρότητι τὴν ὅλην διάρθρωσιν ἐργαζοµένης. ἐνίοις δὲ τῶν ἀµφὶ τὰς κοτύλας ὀφρύων περιθραυσθεισῶν ἑτοίµη ταῖς κεφαλαῖς τῶν κώλων ἡ παράλλαξις γίγνεται. τισὶ δ’ εὐθὺς ἐξ ἀρχῆς ὕπτιαί τε καὶ προπετεῖς εἰσι καὶ παντάπασιν ἐπιπολῆς αἱ κοτύλαι. ταυτὶ µὲν οὖν ἅπαντα τῶν ἐξαρθρηµάτων αἴτια. κατὰ δὲ τὰς ἐντεροκήλας τε καὶ τὰς ἐπιπλοκήλας ὀνοµαζοµένας ἀνευρύνεσθαι µὲν τοὐπίπαν, ἔστιν ὅτε δὲ καὶ ῥήγνυσθαι συµβαίνει τὸν ἀπὸ τοῦ περιτοναίου καθήκοντα πόρον ἐπὶ τοὺς ὄρχεις, εἶθ’ οὕτως εἰς αὐτὸν τὸν πόρον, ἢ εἰς τὸν ἐρυθροειδῆ χιτῶνα κατολισθαίνειν ἤτοι τὸ ἐπίπλουν, ἢ καί τι τῶν ἐντέρων. ἐξίσταται δὲ τῆς οἰκείας θέσεως ἔντερα, κᾀπειδὰν τοῦ περιτοναίου διαιρεθέντος προπέσῃ. καὶ πνεύµονος δὲ λοβὸς ἐπὶ ταῖς τοῦ θώρακος τρώσεσιν ἐκπίπτει πολλάκις. καὶ ὁ ῥαγοειδὴς χιτὼν ἐπὶ πλεῖστον χαλᾶται, διαβρωθέντος τοῦ κερατοειδοῦς. εἰ δὲ καὶ τῶν σπλάγχνων ὑποπτύσσεταί τις ἐνίοτε λοβὸς ἐπὶ σφοδραῖς καταπτώσεσιν, ἢ θλίψεσιν, εἴη ἂν καὶ τοῦτο τὸ νόσηµα τῆς τε θέσεως ἅµα καὶ τοῦ σχήµατος ὑπάλλαξις ἐπὶ ταῖς εἰρηµέναις γιγνόµενον. ἡ δὲ πρὸς τὰ παρακείµενα µόρια κοινωνία διαφθείρεται, συµφύντων τινῶν ἀλλήλοις οὐ δεόντως, ἤ τινος ἀρτήµατος, ἢ δεσµοῦ χαλασθέντος, ἢ συνταθέντος, ἢ ἀποῤῥαγέντος. ἐκ τίνων δ’ ἕκαστον τούτων γίγνεται προφάσεων, εὔδηλον.