4. Περὶ µὲν δὴ τῶν θερµῶν τε καὶ ψυχρῶν νοσηµάτων αὐτάρκως εἴρηται·περὶ δὲ τῶν ξηρῶν ἐφεξῆς λεγέσθω. εἰ δέ τις διαπονοίη µὲν πλείω καὶ διαπνοίη, τρέφοιτο δὲ ἐλάττω, καὶ ταῦτα ξηρότερα τὴν δύναµιν, ξηρότερος ὢν τὴν κρᾶσιν, εἰς ξηρὸν ῥᾳδίως ὑπαχθήσεται νόσηµα, καὶ µάλιστα εἰ φροντίσειεν, ἢ ἀγρυπνήσειε πλείω. καὶ µὴν καὶ αἱ τοῦ περιέχοντος ἡµᾶς ἀέρος καταστάσεις αἱ ξηραὶ ξηραίνουσι δηλονότι καὶ αὐτὰ τὰ τῶν ζώων σώµατα, καὶ νῆξις ἐν ὕδατι νιτρώδει τε καὶ θειώδει καὶ στυπτηριώδει καὶ ἀσφαλτώδει καί τινος ἑτέρου τοιαύτης ποιότητος µετέχοντι. καὶ µέν γε καὶ ὅσα τῶν φαρµάκων ξηρὰ τὴν δύναµίν ἐστιν, εἴτ’ ἔσωθεν, εἴτ’ ἔξωθεν προσφέροιτο, ξηραίνει καὶ ταῦτα. εἴρηται δὲ ὑπὲρ αὐτῶν ἐπιπλέον ἐν τοῖς περὶ φαρµάκων.
5. Αὗται µὲν καὶ αἱ τῶν ξηρῶν νοσηµάτων αἰτίαι. τῶν δ’ ὑγρῶν αἱ ἐναντίαι σύµπασαι, ἐδεσµάτων µὲν ὑγροτέρων τὴν δύναµιν ἀφθονία, καὶ πλείω τὰ πώµατα, καὶ σύµπασα ἡ ἁβροτέρα δίαιτα, καὶ ἡ θυµηδία, καὶ λουτρὰ γλυκέων ὑδάτων πολλὰ, καὶ µᾶλλον µετὰ τροφήν. οὕτω δὲ καὶ ἀργὸς ὁ σύµπας βίος, καὶ ἄπονος, ὄµβροι τε πολλοὶ, καὶ ἡ πᾶσα κατάστασις ὑγρὰ, καὶ φάρµακα ταὐτὸ τοῦτο δρᾷν δυνάµενα.