6. Τὰ δ’ ἐκκρινόµενα τοῦ σώµατος, ἢ κατεχόµενα παρὰ φύσιν, εἰς τρεῖς µὲν τέµνεται καὶ αὐτὰ τὰς πρώτας διαφορὰς, ἢ ταῖς οὐσίας ὅλαις, ἢ ταῖς ποιότησιν, ἢ ταῖς ποσότησιν ἐξιστάµενα τοῦ κατὰ φύσιν. ἕπεται δὲ πάντως νοσήµασιν ἢ αὐτοῖς ἄντικρυς ἢ διὰ µέσων ἑτέρων συµπτωµάτων. αἱµοῤῥαγία µὲν γὰρ ὅλῳ τῷ γένει τῆς ἐκκρινοµένης οὐσίας παρὰ φύσιν ἐστίν. ἀλλ’ ἤτοι τρωθέντος ἢ ῥαγέντος ἢ ἀναστοµωθέντος ἢ διαβρωθέντος ἀγγείου γίνεται. τούτων δὲ ἡ µὲν τρῶσις καὶ ἡ ῥῆξις καὶ ἡ διάβρωσις νόσηµά ἐστιν ὁµοιοµεροῦς ἴδιον· ἡ δ’ ἀναστόµωσις ἴδιον ὀργανικοῦ, ποτὲ µὲν τῆς περισταλτικῆς δυνάµεως ἀῤῥωστούσης, ποτὲ δὲ τῆς ἀποκριτικῆς ἀµέτρως κινουµένης, ποτὲ δὲ ἀµφοτέρων ἅµα βεβλαµµένων ἀποτελουµένη. οὕτω δὲ καὶ ῥοῦς γυναικεῖος ἤτοι διὰ τὰ τῶν εἰρηµένων ἐνεργειῶν συµπτώµατα γένοιτ’ ἂν, ἢ λεπτοῦ καὶ ὀῤῥώδους τοῦ παντὸς αἵµατος ἀποτελεσθέντος. ἔστι δὲ καὶ τοῦτο σύµπτωµα, γένεσις δ’ αὐτοῦ πολυειδής. ἤτοι γὰρ τῆς ἐξαιµατούσης δυνάµεως, ἢ τῆς διακρινούσης τό τε λεπτὸν καὶ ὀῤῥῶδες, ἢ τῆς ἐκκρινούσης, τὸ σφάλµα. γένοιτο δ’ ἄν ποτε καὶ τῆς καθεκτικῆς ἀµέτρως ἐνεργούσης καὶ τοῦ δέρµατος πυκνωθέντος καὶ τῶν νεφρῶν στεγνωθέντων. οὕτω δὲ καὶ ἱδρῶτας ἀµέτρως ἐκκρίνεσθαι, ἢ ἴσχεσθαι µὴ δεόντως, ἤτοι διὰ τὴν τοῦ δέρµατος διάθεσιν, ἢ διά τινα τῶν εἰρηµένων δυνάµεων, ἢ δι’ αὐτὴν τὴν τῶν ὑγρῶν φύσιν ἀναγκαῖον γίνεσθαι. καὶ δῆλον ὡς ἐν ἅπασι τοῖς τοιούτοις λόγοις παραδιαζευκτικοῖς συνδέσµοις χρώµεθα. πάντως µὲν γὰρ ἐφ’ ἑκάστῳ τῶν εἰρηµένων συµπτωµάτων εἷς τις ὑπάρχει τρόπος τῆς αἰτίας, οὐ µὴν κεκώλυταί γε δύο καὶ τρεῖς καὶ πάντας ἅµα συνιέναι. δῆλον δὲ ὡς ἐκ τούτου τοῦ γένους ἐστὶ τῶν συµπτωµάτων, δυσουρία τε καὶ ἰσχουρία καὶ στραγγουρία καὶ ὁ καλούµενος ὕδρωψ εἰς ἀµίδα, τινὲς δὲ διαβήτην αὐτὸν ὀνοµάζουσι, ἄλλοι δὲ διάῤῥοιαν εἰς οὖρα. καὶ µὲν δὴ καὶ τὰ χρώµατα τῶν ἐκκρινοµένων παρὰ φύσιν, ἢ τὰς ὀσµὰς, οὐδὲν ἔτι δεόµεθα δεικνύειν ἐξ ἀνάγκης ἑπόµενα ταῖς νόσοις, εἴ γε µηδὲν τῶν τοιούτων ἄνευ δυσκρασίας γίνεται. δῆλον δὲ καὶ ὡς τὸ προκείµενον ἀποδέδεικται σαφῶς. ἁπάσης γὰρ τῶν συµπτωµάτων τῆς φύσεως ἡγεῖσθαι χρὴ νοσήµατα, ὡς γίνεσθαι πολλάκις οἷον στίχον τινὰ συµπτωµάτων ἐφεξῆς ἀλλήλοις· ὑπὸ µὲν τοῦ νοσήµατος αὐτοῦ τὸ πρῶτον, ὑπὸ δὲ τούτου τὸ δεύτερον, εἶτ’ αὖθις ὑπ’ ἐκείνου τὸ τρίτον, εἶθ’ ἑξῆς ἐπὶ τούτῳ τὸ τέταρτον. ἀλλ’ ἐνταῦθα µὲν προσέχειν ἀκριβῶς χρὴ τὸν νοῦν καὶ διορίζειν ἐπιµελῶς τῶν ἔργων τοῦ ζώου τὰ συµπτώµατα. πολλαχῇ γὰρ ἀλλήλοις οὕτως ἔοικεν, ὡς καὶ τὸ σύµπτωµα ἔργον νοµίζεσθαι καὶ τοὖργον σύµπτωµα. καὶ εἰ µή τις ἔχει τι κᾀν τούτῳ κριτήριον ὑγιὲς, ἐξ ὧν ἂν αὐτὸς σφάλληται συκοφαντήσει τὸν λόγον. εἰ γὰρ δὴ τῶν κατὰ φύσιν ἐκκρίσεων, οὕτω δὲ καλοῦσι τὰς ἐπὶ τῶν ὑγιαινόντων γιγνοµένας, ἤτοι τὸ ποσὸν, ἢ καὶ τὸ ποιὸν, ἢ καὶ τὸ γένος αὐτὸ τῆς οὐσίας ὑποθέµενός τις σκοπὸν, ἔπειτα πρὸς τοῦτ’ ἀποβλέπων κρίνοι τὰ συµπτώµατα, σφαλήσεται πολλαχόθι. πολλαπλάσιος γὰρ ἱδρὼς ἐνίοτε τοῦ κατὰ φύσιν, ἢ γαστρὸς διαχώρησις, ἢ οὖρα τοῖς ἀῤῥωστοῦσι γίνεται, µὴ ὅτι βεβλαµµένης ἐνεργείας τινὸς, ἀλλὰ καὶ µετὰ ῥώµης καὶ προνοίας τοῦ ζώου γιγνοµένης. ἔνια µέν γε καὶ ὅλῳ τῷ γένει παρὰ φύσιν ὑπάρχο-ντα, καθάπερ αἱµοῤῥαγίαι διὰ τῶν ῥινῶν, ἢ ἔµετος, ἢ αἵµατος ὑποχώρησις, ἢ αἱµοῤῥοῒς, ἤ τι τοιοῦτον ἕτερον, ὅµως οὐδέπω παρὰ φύσιν ἐστὶν, ἂν ἐν καιρῷ γίνηται. τὸ δ’ ἐν καιρῷ δῆλον ὅτι τοῦτ’ ἔστιν, ἂν τὸ λυποῦν ἐκκαθαίρηται. µενούσης οὖν τῆς ὁµολογίας, ἣν ἐξ ἀρχῆς ὡµολογήσαµεν, ὡς αἱ τῶν ἐνεργειῶν βλάβαι συµπτώµαθ’ ὑπάρχουσιν, οὐδὲν τῶν ἐπ’ ὠφελείᾳ γινοµένων ἐκ τούτου τοῦ γένους ἐστὶ τῶν συµπτωµάτων. ἔργον γὰρ φύσεως ἕκαστον αὐτῶν µᾶλλον ἢ βλάβη τις ὑπάρχει. ἀλλ’ ἴσως τις ὑπάξει θατέρῳ γένει τῶν συµπτωµάτων, τῷ τῆς παρὰ φύσιν διαθέσεως, ἅπαντα τὰ τοιαῦτα. τὸ γὰρ ὅλως διῃρῆσθαί τινα φλέβα καθ’ ὁτιοῦν µόριον τοῦ σώµατος, ἢ ἀνεστοµῶσθαι µέχρι τοῦ προχεῖν ἃ πρότερον ἔστεγεν, οὐ κατὰ φύσιν εἶναι διάθεσιν. καί τοι κᾀνταῦθα τὴν διάῤῥοιαν τῆς γαστρὸς, ἢ τὸ τῶν οὔρων πλῆθος οὐκ ἂν ἔχοι δεικνύναι πάντως ἑπόµενα ταῖς παρὰ φύσιν διαθέσεσιν. αἱµοῤῥαγίας µὲν γὰρ καὶ ἐµέτους ὅλῳ τῷ γένει φησί τις παρὰ φύσιν ὑπάρχειν, οὔτε δὲ ἡ διὰ γαστρὸς, οὔτε ἡ διὰ κύστεως, οὔτε ἡ διὰ µήτρας ἔκκρισις ὅλῳ τῷ γένει παρὰ φύσιν. ἴσως δ’ ἀµφισβητήσει τις καὶ περὶ τῶν ἱδρώτων, ὡς οὐδ’ αὐτῶν ὄντων κατὰ φύσιν. καὶ γὰρ οὖν καὶ ὁ Διοκλῆς ἱκανῶς ἐπεχείρησεν εἰς τοῦτο. πάνυ δ’ εἶναι τραχὺ δοκεῖ τόδε τὸ δόγµα καὶ παρὰ τὴν ἐνάργειαν, εἰ καὶ ὅτι µάλιστα πιθανῶς κατασκευάζηται. περὶ µὲν δὴ τῶν τοιούτων ἴσως ἄν ποτε καὶ αὖθις εἰπεῖν ἂν γένοιτο ἡµῖν· παντάπασι γὰρ ὀλίγα διαµφισβητεῖται περὶ δὲ τοῦ παντὸς πλήθους τῶν ἄλλων συµπτωµάτων ἱκανῶς ἐπιδέδεικται, καὶ χρὴ καταπαύειν ἤδη καὶ τόδε τὸ γράµµα. καὶ γὰρ δὴ καὶ γεγυµνασµένος τις ἐν τοῖς ὁµολογουµένοις ῥᾷον ἂν ἀκολουθήσειε τῇ τῶν ἀµφισβητουµένων κρίσει.
О разновидностях симптомов[212]