Читаем Сочинения. Том 4 полностью

6.4.9. οὔτε γὰρ ὑπηρέτου τὸ τοιοῦτον ἔργον, ἀλλ’ ἡγεµόνος καὶ ἄρχοντος, οὔθ’ ὕλης ἐλλιπῶς παρεσκευασµένης τὸ πάθος· ὑπηρέτου γάρ ἐστι τὸ παρασκευάζειν µόνον ὕλης τ’ ἐλλιποῦς ἐστι τὸ µὴ διανέµεσθαι. καὶ µὴν οὔθ’ ὡς ὑπηρέτης τὸ ἧπαρ, ἀλλ’ ὡς ἄρχων, οὔθ’ ὡς ὕλην ἐλλιπῆ [ὕλην] τὸ αἷµα διανέµειν πεπίστευται.

6.4.10. πάντα γὰρ ὅσα κάτω τοῦ διαφράγµατός ἐστι τοῦ ζῴου µόρια παρ’ ἥπατος ἀναµφισβητήτως ἔχει τὸ αἷµα, καίτοι πλείω τῶν ἡµίσεών ἐστι.

6.4.11. µᾶλλον δ’ ὅταν <ὡς> καὶ αὐτὸ τὸ διάφραγµα καὶ ὁ περικάρδιος ὑµὴν ἅµα τοῖς ἄλλοις ὑµέσι τοῖς πλησίον, ὅσοι τε διαφράττουσι τὸν θώρακα καὶ ὅσοι περιαλείφουσι τὸν πνεύµονα, τὴν τροφὴν ἐκ τῆς κοίλης ἔχει πρὶν ἐπὶ τὴν καρδίαν ἀφικέσθαι διδαχθῶµεν ὑπὸ τῆς ἀνατοµῆς, εἰσόµεθα τὰ πλείω τῶν τοῦ ζῴου µορίων ἐξ ἥπατος τρεφόµενα προφανῶς τε καὶ ἀναµφισβητήτως.

6.4.12. ἐπιδειχθήσεται µὲν γὰρ ὀλίγον ὕστερον ὅτι καὶ τὸ ἄνω τῆς καρδίας ἅπαν ἐξ ἥπατος ἔχει τὴν τροφήν. ἀλλὰ τό γ’ ἀναµφισβήτητον ἤδη λαµβανέσθω τὸ τὰ κάτω τῆς καρδίας ἐξ ἐκείνου τρέφεσθαι, [ἀλλὰ] καὶ αὐτοῦ τοῦ θώρακος ὅλα τὰ δύο µέρη.

6.4.13. Mαρτυρεῖ δὲ τῷ λόγῳ καὶ τὰ ἄλλα σύµπαντα τὰ κατὰ τὰς ἀνατοµὰς φαινόµενα καὶ πρῶτόν γε καὶ µέγιστον ἡ κάθαρσις τῶν περιττωµάτων τοῦ αἵµατος. ὡς γὰρ συµπεπληρωµένῃ τῇ τοῦ χυµοῦ γενέσει καὶ τὸ προσῆκον εἶδος ἐχούσῃ παρεσκεύασεν ἡ φύσις ὄργανα καθαρτικὰ τῶν περιττωµάτων, νεφροὺς καὶ σπλῆνα καὶ τὴν χοληδόχον κύστιν, οὐδ’ ἔστιν ἄλλο τέταρτον οὐδ’ ἐπινοῆσαι περίττωµα τροφῆς ἢ ὕλης ἡστινοσοῦν ὑπὸ θερµοῦ µεταβαλλοµένης,

6.4.14. ἀλλὰ τὰ πλεῖστα τρία τὸν ἀριθµόν ἐστι. τουτὶ γὰρ δέδεικταί µοι δι’ ἑτέρων ἤδη πραγµατειῶν αὖθίς τε δειχθήσεται κατὰ τὴν ἐνεστῶσαν ἐπὶ προήκοντι τῷ λόγῳ πραγµατείαν· νυνὶ δ’ εἴρηται µὲν ὡς µηδὲν τῶν ἀληθῶν παραλ<ε>ίποιτο, τῆς δ’ ἐξ αὐτοῦ πίστεως οὐδὲν δεῖ τοῖς παροῦσιν. ὁµολογεῖται γὰρ ἥ τε τῶν νεφρῶν ἐνέργεια καὶ ἡ τῆς χοληδόχουκύστεως ἐκκαθαίρειν τὸ αἷµα.

6.4.15. κατὰ δὲ τὴν καρδίαν οὔτ’ ἄλλο τι καθαρτικὸν ὄργανον ἡ φύσις ἐποίησεν οὔτ’ ἄλλον ἐργάζεται χυµόν. ὅµοιον γὰρ τό τ’ ἐν τῇ δεξιᾷ κοιλίᾳ τῆς καρδίας αἷµα καὶ τὸ κατὰ πάσας τὰς φλέβας <ἐν> ὅλῳ τῷ ζῴῳ, καθάπερ γε καὶ τὸ κατὰ τὰς ἀρτηρίας ἁπάσας ὅµοιόν ἐστι τῷ κατὰ τὴν ἀριστερὰν κοιλίαν.

6.4.16. τουτὶ µὲν οὖν ὡς τὰ πολλὰ λεπτότερόν τ’ ἐστὶ καὶ ξανθότερον, ἔσθ’ ὅτε δὲ καὶ τἀναντία παχύτερόν τε καὶ µελάντερον, ἀεὶ µέντοι θερµότερόν [αὐτό] ἐστι· τὸ δὲ κατὰ τὴν δεξιὰν κοιλίαν αἷµα τὴν αὐτὴν ἰδέαν ἔχει τῷ τ’ ἄλλῳ παντὶ καὶ τῷ κατὰ τὸ ἧπαρ, ὡς ἂν οὐδὲν ἐξαίρετον ἐπικτώµενον ἐν τῇ δεξιᾷ κοιλίᾳ.

6.4.17. Mεγίστη δὲ πίστις ὡς οὐ προπαρασκευάζει τῇ καρδίᾳ τὸ ἧπαρ οὐδένα χυµὸν εἰς τροφὴν τῶν τοῦ ζῴου µορίων, ἀλλ’ αὐτὸ συµπληροῖ τὴν σύµπασαν ἰδέαν αὐτοῦ, τὸ µίαν εἶναι φλέβα τὴν ἐξ ἥπατος εἰς καρδίαν ἐκφυοµένην, ἑτέραν δὲ µηκέτι ἀντεκφύεσθαι κατ’ ἄλλο µέρος αὐτῆς εἰς ὅλον ἀπάξουσαν τὸ σῶµα τὸν κατεργασθέντα χυµόν, καίτοι γ’ ἄλλης µὲν εἰσαγούσης ἀρτηρίας, ἄλλης δ’ ἐξαγούσης τὸ πνεῦµα· φαίνεται γὰρ ἡ φύσις οὐ τοῖς αὐτοῖςἀγγείοις χρωµένη πρός τε τὰς ἡµιεργάστους ὕλας καὶ πρὸς τὰς τελέως κατειργασµένας οὐδὲ ταῖς αὐταῖς ὁδοῖς.

6.4.18. οὐδὲ γὰρ δυνατόν ἐστιν ἅµα τε τὸ ἡµίπεπτον ἐξ ἥπατος εἰς καρδίαν ἀναπέµπεσθαι τροφήν, ἅµα τε τὴν ἤδη κατειργασµένην διὰ τῆς αὐτῆς ὁδοῦ καταφέρεσθαι, ἀλλ’ ἦν ἂν πάντως ἑτέρα µὲν φλὲψ ἡ εἰσάγουσα τὴν ἡµίπεπτον, ἑτέρα δὲ ἡ τὴν ἀκριβῶς κατειργασµένην ἐξάγουσα.

6.4.19. νυνὶ δ’ εἰσάγει µέν τις, ἐξάγει δ’ οὐδεµία πλὴν τῆς εἰς πνεύµονα, περὶ ἧς [ἂν] ἐπὶ πλέον ἐν τοῖς Περὶ χρείας µορίων ἐπεσκεψάµεθα τὴν αἰτίαν ἐρευνῶντες, ἧς ἕνεκεν ἐκ τῆς καρδίας οὐκ ἐκ τῆς κοίλης ἐξέφυσεν ἡ φύσις εἰς τὸν πνεύµονα τὴν θρέψουσαν τὸ σπλάγχνον φλέβα.

6.5.1. Δεῖται δὲ µάλιστα εἴπερ τις ἄλλος λόγος καὶ ὁ νῦν ἡµῖν προκείµενος αὐτοῦ τοῦ φαινοµένου κατὰ τὰς ἀνατοµάς. οὐ µόνον γὰρ οὐδεµία φαίνεται φλὲψ ἐκ καρδίας εἰς τὰ κάτω µόρια φεροµένη πλὴν [ἢ] τῆς ἐξ ἥπατος ἀναφερούσης τὸ αἷµα, ἀλλ’ οὐδ’ εἰς τὸ ἄνω καρδίας ἀφικνεῖται φλὲψ οὐδεµία.

6.5.2. φαίνεται γὰρ ἡ κοίλη φλὲψ ἀπὸ τοῦ ἥπατος εὐθὺ τῶν σφαγῶν ἀναφεροµένη καὶ ταύτης ἀποβλάστηµά τι τὸ εἰς τὴν καρδίαν ἐµφυόµενον, οὐκ ἐξ ἐκείνης αὐτή. γνώρισµα δ’ ἐναργέστατόν ἐστι τὸ κατὰ τὴν ἀρτηρίαν τὴν µεγάλην, ὃ θεωρούµενον ἄν τινα βουλοίµην οὕτως ἐπὶ τὴν κοίλην ἔρχεσθαι φλέβα.

6.5.3. µία γὰρ ἀρτηρία µεγίστη τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας ἐκφῦσα σαφῆ σχίσιν εἰς ἀµφοτέρας ποιεῖται τὰς ἀρτηρίας, ἥν τε ἄνω πρὸς τὴν κεφαλὴν ἥν τ’ ἐπὶ τὴν ῥάχιν ὁρῶµεν κάτω φεροµένην. οὕτως δ’ αὖ ἐχρῆν καὶ τὴν ἐκ τῆς δεξιᾶς κοιλίας ἐκφυοµένην φλέβα σαφῆ τὴν νοµὴν ἴσχειν εἰς ἄµφω τὰ µέρη.

6.5.4. φαίνεται δὲ οὐχ οὕτως, ἀλλ’ ἀπὸ τῆς ἀναφεροµένης ἐξ ἥπατος εἰς καρδίαν ἀποσχίζεται. πῶς οὖν ἔτι δυνατόν ἐστι τὴν δεξιὰν κοιλίαν τῆς καρδίας ὑπολαβεῖν εἶναι φλεβῶν ἀρχήν, ὥσπερ τὴν ἀριστερὰν ἀρτηριῶν;

6.5.5. ἐπὶ γὰρ ἀνοµοίοις γνωρίσµασιν ἀνόµοιον εἶναι χρὴ καὶ τὴν ἔνδειξιν. εἰ δέ τῳ δοκεῖ µικρὸν εἶναι τὸ τῆς ἐκφύσεως τῶν ἀγγείων γνώρισµα, καίτοι γ’ οὐκ ὄντος µικροῦ, ἀλλ’ ἐκεῖνό γ’ οἶδ’ ὅτι οὐ σµικρὸν εἶναί φησι τὸ πολλὰ τῶν ζῴων οὐκ ἔχειν τὴν δεξιὰν κοιλίαν τῆς καρδίας.

Перейти на страницу:

Похожие книги