Читаем Сочинения. Том 4 полностью

6.6.8. ἐξάγει δ’, ὡς ᾿Ερασίστρατός φησιν ἐξηγούµενος τὸ φαινόµενον, ἑκάτερον µὲν τῶν στοµάτων, αἷµα µὲν εἰς τὸν πνεύµονα τὸ ἕτερον αὐτῶν, πνεῦµα δ’ εἰς ὅλον τὸ ζῷον τὸ ἕτερον· ἡ χρεία δὲ τῶν ὑµένων, ὡς ἐκείνῳ δοκεῖ, πρὸς ἐναντίας ὑπηρεσίας τῇ καρδίᾳ χρόνων ἀµοιβαῖς ἐγκαίροις ὑπαλ<λ>αττοµένας, τοὺς µὲν ἐπὶ τοῖς εἰσάγουσι τὰς ὕλας ἀγγείοις ἐπιπεφυκότας ἔξωθεν ἔσω φεροµένους ἀνατρέπεσθαι µὲν ὑπὸ τῆς εἰσόδου τῶν ὑλῶν, ἀναπίπτοντας δ’ εἰς τὰς κοιλότητας τῆς καρδίας ἀνοιγνύντας τὰ στόµατα παρέχειν ἀκώλυτον τὴν φορὰν τοῖς εἰς αὐτὴν ἑλκοµένοις.

6.6.9. οὐ γὰρ δὴ αὐτοµάτως γε τὰς ὕλας εἰσρεῖν φησιν ὡς εἰς ἄψυχόν τινα δεξαµενήν, ἀλλ’ αὐτὴν τὴν καρδίαν διαστελ-λοµένην ὥσπερ τὰς τῶν χαλκέων φύσας ἐπισπᾶσθαι πληροῦσαν τῇ διαστολῇ.

6.6.10. ἐπὶ δὲ τοῖς ἐξάγουσιν ἀγγείοις τὰς ὕλας <ἄλλους> ἔλεγεν ἐπικεῖσθαι καὶ τοὐναντίον ἡγεῖσθαι πάθος πάσχειν· ἔσωθεν γὰρ ἔξω ῥέποντας ἀνατρεποµένους µὲν ὑπὸ τῶν ἐξιόντων ἀνοιγνύναι τὰ στόµατα καθ’ ὃν ἂν ἡ καρδία χρόνον χορηγῇ τὰς ὕλας, ἐν δὲ τῷ λοιπῷ παντὶ κλείειν ἀκριβῶς τὰ στόµατα µηδὲνὶ τῶν ἐκπεµφθέντων ἐπανέρχεσθαι συγχωροῦντας.

6.6.11. οὕτως δὲ καὶ τοὺς ἐπὶ τοῖς εἰσάγουσι<ν>, ὅταν ἡ καρδία συστέλληται, κλείειν τὰ στόµατα µηδὲν τῶν ἑλχθέντων ὑπ’ αὐτῆς αὖθις ἔξω παλινδροµεῖν ἐπιτρέποντας.

6.6.12. Eἴπερ οὖν ἔχει ταῦθ’ οὕτως, ἄνδρες ᾿Ερασιστράτειοι, τὰ µὲν ἄλλα τῶν ἀγγείων ἐάσωµεν ἤδη τῷ λόγῳ, τὸ δ’ ἀµφισβητούµενον ἐπισκεψώµεθα, τὴν κοίλην φλέβα τὴν ἐξ ἥπατος εἰς καρδίαν εἰσάγουσαν τὸ αἷµα ποτέρους ἔχει τοὺς ἐπιπεφυκότας ὑµένας, ἆρ’ ἔσωθεν ἔξω ῥέποντας ἢ τοὐναντίον ἔξωθεν ἔσω φεροµένους;

6.6.13. ἀλλ’ ἴσως οὐδὲ τοῦτο µέγα πρὸς τὸ προπαρεσκευάσθαι µὲν ἐν ἥπατι τὸ αἷµα, φέρεσθαι δ’ ἐντεῦθεν εἰς τὴν καρδίαν ἀποληψόµενον ἐνταῦθα τὸ λεῖπον τῆς οἰκείας ἰδέας εἰς ἀκριβῆ τελειότητα· καὶ γὰρ καὶ λόγον ἔχει µηδὲν τῶν τελέων τε καὶ µεγάλων ἔργων ἀθρόως δύνασθαι γενέσθαι µηδὲ ὑφ’ ἑνὸς ὀργάνου φυσικοῦ τὸν οἰκεῖον κόσµον ἅπαντα κτήσασθαι.

6.6.14. δείξατε οὖν ἡµῖν ἕτερον ἀγγεῖον ἐξάγον ἐκ τῆς καρδίας τουτὶ τὸ κοσµηθὲν αἷµα καὶ διανεµόµενον ἅπαντι τῷ σώµατι καθάπερ ἡ ἀρτηρία τὸ πνεῦµα.

6.6.15. καὶ µὴν τὰ σύµπαντα τέτταρά ἐστι στόµατα, δύο καθ’ ἑκατέραν κοιλίαν, ἓν µὲν ἐκ τοῦ πνεύµονος εἰσάγον τὸ πνεῦµα, τὸ δ’ ἕτερον ἐξάγον, ἄµφω µὲν ταῦτα κατὰ τὴν ἀριστερὰν κοιλίαν, ὑπόλοιπα δὲ δύο κατὰ τὴν δεξιάν, εἰς µὲν τὸν πνεύµονα τὸ ἕτερον αἷµα παράγον, <ἐκ δὲ τοῦ ἥπατος> εἰσάγον τὸ ἕτερον· ὑπὲρ οὗ σύµπας ὁ λόγος ἐστίν.

6.6.16. πέµπτον δ’ ἄλλο στόµα οὐκ ἔχοµεν εἰπεῖν κατὰ τὴν καρδίαν, ᾧ τὸ ἐξ ἥπατος ἀφικόµενον εἰς αὐτὴν αἷµα πρὸς ὅλον ἀποπέµψει τὸ σῶµα.

6.6.17. µὴ τοίνυν ἐπιπέµπεσθαι λέγετε τῷ παντὶ σώµατι παρὰ τῆς καρδίας αἷµα καὶ πνεῦµα µηδὲ εἶναι τοῦτο τὸ σπλάγχνον ὡς ἀρτηριῶν, οὕτω καὶ φλεβῶν ἀρχήν.

6.6.18. οὔτε γὰρ ἀγγεῖον ἕτερον ἔχετε δεικνύειν ἐκφυόµενον τῆς καρδίας οὔτ’ ἄλλην τινὰ χρείαν τῶν ὑµένων, οὓς οὐκ ἂν ἡ µηδὲν εἰκῇ ποιοῦσα φύσις ἐν τῷ κυριωτάτῳ σπλάγχνῳ κατέθετο µὴ µέγιστόν τι µέλλοντας εἰς ὑπηρεσίαν παρέχειν αὐτῷ.

6.6.19. καί µοι θαυµάζειν ἐπέρχεται µάλιστα πάντων ᾿Ερασιστράτου καθ’ ἓν βιβλίον τὸ πρῶτον Περὶ πυρετῶν ἅµα µὲν ἀρχὴν ἀποφηναµένου καὶ ἀρτηριῶν καὶ φλεβῶν εἶναι τὴν καρδίαν, ἅµα δὲ τοὺς ἔξωθεν ἔσω νεύοντας ὑµένας ἐπὶ τοῖς εἰσάγουσι τὰς ὕλας ἀγγείοις ἐπιπεφυκέναι φάσκοντος.

6.6.20. Oὐδὲ γὰρ οὐδὲ τοῦτο δυνατὸν εἰπεῖν, ὡς τοῦ µὲν αἵµατος ἀρχὴ τὸ ἧπαρ ὑπάρχει, τῆς διοικούσης δὲ τὰς φλέβας δυνάµεως ἡ καρδία. ὅπου γὰρ οὐδὲ ταῖς ἀρτηρίαις ἐκ καρδίας ἐκπέµπεσθαι διὰ τῶν χιτώνων ὁµολογεῖ τὴν δύναµιν, ἦ πού γε ταῖς φλεψὶν ὁµολογήσει;.

6.6.21. εἴπερ οὖν ἀρχὴν ἐκεῖνό φαµεν εἶναι τὸ µόριον ὃ τοῖς ἀφ’ ἑαυτοῦ πεφυκόσιν ἤτοι τὴν δύναµιν ἢ πάντως γε τὴν ὕλην χορηγήσει, τὴν καρδίαν οὐχ οἷόν τε φάναι τῶν φλεβῶν ἀρχήν. δύναµιν µὲν γὰρ αὐταῖς οὐ χορηγεῖ κατὰ τὸν ᾿Ερασίστρατον, ὅτι µηδὲ ταῖς ἀρτηρίαις, ἡ δ’ ὕλη τοῦ αἵµατος ἐξ ἥπατος ὁρµᾶται σαφῶς.

6.6.22. οὐ µὴν <οὐδ’> ὅτι πᾶσαι περαίνουσιν εἰς τὴν καρδίαν αἱ φλέβες, ἀρχὴν αὐτῶν οἷόν τε τὴν καρδίαν αὐτὴν εἰπεῖν· οὐ περαίνουσι γάρ, ὡς δέδεικται πρόσθεν.

6.6.23. ἆρ’ οὖν ὅτι κατὰ τὴν πρώτην διάπλασιν ἐκ καρδίας ἡ γένεσις αὐτῶν ἐστι, διὰ τοῦτ’ ἀρχὴν ἕξουσι τὴν καρδίαν αἱ φλέβες; ἀλλ’ οὔτε περὶ τῆς τοιαύτης ἀρχῆς ἡ ζήτησις ἦν, ὡς ἐν τῷ [προτέρῳ] πρώτῳ γράµµατι κατ’ ἀρχὰς εὐθέως διώρισται, καὶ πρὸς τῷ µὴ ζητεῖσθαι τὴν τῆς γενέσεως αὐτῶν ἀρχὴν οὐδ’ ἀπόδειξίν τινα ἐπεχείρησεν ᾿Ερασίστρατος εἰπεῖν ὡς ἐκ καρδίας ἡ φύσις ἐν τῷ διαπλάττεσθαι τὸ ἔµβρυον ἐξέφυσε τὸ φλεβῶδες γένος.

6.6.24. οὐ µὴν οὐδ’ ἐπὶ νεύρων ἐζήτησε τὴν τοιαύτην ἀρχήν, ὥσπερ οὐδ’ ἐπ’ ἀρτηριῶν, ἀλλὰ µόνης τῆς ἐπὶ τοῦ διαπεπλασµένου τελέως ζῴου διοικήσεως ἀρχὰς ἀπεφήνατο, τῆς µὲν τῶν ἀρτηριῶν ἐνεργείας τὴν καρδίαν, τῆς δὲ τῶν νεύρων τὴν κεφαλήν. οὐκοῦν οὐδὲ φλεβῶν ἑτέρως ἂν ἔλεγεν ἀρχὴν εἶναι τὴν καρδίαν.

6.6.25. Eἰκότως µὲν οὖν ἀσαφὴς ἡ γνώµη τἀνδρός ἐστιν ἡ περὶ τῶν φλεβῶν οὐδὲν εἰπόντος ὑπὲρ αἵµατος γενέσεως, ἀλλ’ ὅλην ταύτην παραλιπόντος ἄσκεπτον τὴν ἐνέργειαν, ἀναγκαιοτέραν οὖσαν µακρῷ τοῖς ζῴοις τῆς κατὰ τὴν γαστέρα.

Перейти на страницу:

Похожие книги