Читаем Сочинения. Том 4 полностью

6.8.39. ὡς οὖν ἀρτηριῶν οὕτως καὶ τοῦ πνευµατώδους τε καὶ τοῦ ζέοντος αἵµατος ἀρχή τε καὶ πηγὴ τοῖς ζῴοις ἐστὶν ἡ καρδία καὶ διὰ τοῦτο καὶ τὸ θυµοειδὲς ἐνδείκνυται τῆς ψυχῆς ἐν αὐτῇ κατῳκίσθαι.

6.8.40. ταῦτ’ ἄρα καὶ ὁ Πλάτων τὴν καρδίαν ἔλεγε πηγὴν τοῦ περιφεροµένου κατὰ πάντα µέλη σφοδρῶς αἵµατος. οὐ ταὐτὸν γάρ ἐστιν ἢ πηγὴν αἵµατος ἁπλῶς εἰπεῖν ἢ προσθεῖναι “τοῦ περιφεροµένου σφοδρῶς.”

6.8.41. τὸ µὲν γὰρ ἐξ ἥπατος ὁρµώµενον οὐ περιφέρεται σφοδρῶς, ὅτι µήτε πνευµατῶδές ἐστι µήθ’ ὅλως σφύζουσιν αἱ περιέχουσαι φλέβες αὐτό· τὸ δ’ ἐκ τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας ὁρµώµενον θερµότερόν τε τοῦδε καὶ πνευµατῶδες ἱκανῶς ἐστιν, ὡς ἂν σφυζόντων αὐτοῦ τῶν ἀγγείων.

6.8.42. Kαλεῖται δ’ ὑπὸ µὲν τῶν παλαιοτάτων ἰατρῶν καὶ φιλοσόφων καὶ τουτὶ τὸ γένος τῶν ἀγγείων ὡσαύτως θατέρῳ φλέψ, ὑπὸ δὲ τῶν ἄλλων ἀρτηρία µὲν τὸ σφύζον, τὸ δ’ ἄσφυκτον φλέψ.

6.8.43. ὅτι δ’ οὕτως ὠνόµαζον οἱ παλαιοὶ δέδεικται µὲν ἤδη πολλοῖς τῶν ἔµπροσθεν, ἐπιδέδεικται δὲ καὶ πρὸς ἡµῶν ἑτέρωθι. νυνὶ δὲ τοσοῦτον µόνον ὅσον εἰς τὰ παρόντα χρήσιµον ὑποµνήσω.

6.8.44. τῆς κατὰ τὸν ἀγκῶνα καὶ µάλιστα τὸν ἀριστερὸν ἀρτηρίας ὅταν ἡ κίνησις ἐκ γενετῆς ὑπάρχῃ ταχεῖά τε ἅµα καὶ µεγάλη καὶ εὔτονος, ἰσχυρὰν µὲν ἐνδείκνυται τὴν ἐν τῇ καρδίᾳ θυµοειδῆ δύναµιν, ἀκµαῖον δὲ καὶ ζέον τὸ κατ’ αὐτὴν θερµόν, ὅπερ ὀνοµάζειν µανιῶδές τε καὶ ὀξύθυµον ἔθος.

6.8.45. ὁ τοίνυν ῾Ιπποκράτης ὀνοµάζων φλέβα τὴν ἀρτηρίαν ταύτην ὧδέ πως γράφει κατὰ τὸ δεύτερον τῶν ᾿Επιδηµιῶν· “ᾧ δ’ ἂν ἡ φλὲψ ἡ ἐν ἀγκῶνι σφύζῃ µανικὸς καὶ ὀξύθυµος, ᾧ δ’ ἂν ἀτρεµέῃ τυφώδης.”

6.8.46. ὅτι δὲ καὶ τὸ σφύζειν ὄνοµα καὶ ὁ σφυγµὸς ἐπὶ τῆς σφοδρᾶς εἰς τοσοῦτον τῶν ἀρτηριῶν κινήσεως, ὡς καὶ πρὶν ἐπιλαβεῖν τὴν ἁφὴν αἰσθητὴν εἶναι τἀνθρώπῳ τὴν κίνησιν, ὑπὸ τῶν παλαιῶν ἐλέγετο, καὶ δι’ ἄλλων µὲν ἀποδέδεικται καὶ νῦν δ’ οὐχ ἥκιστα φαίνεται διὰ τῆς πρὸς τὸ ἀτρεµέειν ἀντιθέσεως καὶ τὸν τυφώδη δέ, δηλονότι τὸν ἐναντίον τῷ µανικῷ ἢ καὶ ὀξυθύµῳ καὶ ἀόργητον.

6.8.47. ὥσθ’ οἷον ὁδοῦ τι πάρεργον ἡµῖν οὐ σµικρὸν ἤνυσται κατὰ τὴν ἐξήγησιν τοῦ τῆς φλεβὸς ὀνόµατος ἐπιδείξασιν ῾Ιπποκράτην πρότερον Πλάτωνος ἐν καρδίᾳ τιθέµενον <τὴν> ἀρχὴν τῆς θυµοειδοῦς δυνάµεως. ἀλλὰ τούτου µὲν καὶ µετ’ ὀλίγον ἐπιµνησθήσοµαι.

6.8.48. Πρὸς δὲ τὴν τοῦ Πλάτωνος λέξιν ἐπάνειµι καθ’ ἣν τὰς ἀρτηρίας ὀνοµάζων φλέβας ἔλεγε· “τὴν δὲ καρδίαν ἅµ<µ>α τῶν φλεβῶν καὶ πηγὴν τοῦ περιφεροµένου κατὰ πάντα τὰ µέλη σφοδρῶς αἵµατος.”

6.8.49. ἐπειδὴ γὰρ οὐδέπω τὸ σφύζον ἀγγεῖον ὥσπερ νῦν ἀρτηρία[ι] προσηγόρευτο, µόνας δὲ τὰς κατὰ τὸν πνεύµονα τὰς ὑπὸ τῶν νεωτέρων τραχείας ὀνοµασθείσας οὕτως ἐκάλουν, εὐλόγως ὁ Πλάτων εἰς διορισµὸν ὁποίων ἄν τινων βούληται φλεβῶν εἶναι τὴν καρδίαν ἀρχήν, προσέθηκε “καὶ πηγὴν τοῦ περιφεροµένου κατὰ πάντα τὰ µέλη σφοδρῶς αἵµατος.”

6.8.50. εἰς ὅ τι µὲν οὖν ἐστι τοῦτο τὸ αἷµα τοῦ ζῴου χρηστὸν αὖθις εἰρήσεται. τὸ δ’ ἐξ ἥπατος ὁρµώµενον εἰς τροφὴν παρεσκεύασται τοῖς τοῦ σώµατος ἅπασι µέρεσιν.

6.8.51. ὅθεν οἶµαι καὶ ὁ Πλάτων ὑπὲρ ἐκείνου διαλεγόµενος ἔφη “οἷον φάτνην ἐν ἅπαντι τούτῳ τῷ τόπῳ τῆς τοῦ σώµατος τροφῆς τεκτηναµένου.”

6.8.52. καὶ µέντοι καὶ ἐκ τοῦ λέγειν τουτὶ µὲν τὸ καθ’ ἧπαρ εἶδος τῆς ψυχῆς “σίτων τε καὶ ποτῶν ἐπιθυµητικὸν” ὑπάρχειν, οὐ µὴν ἐπί γε τῆς καρδίας οὐδὲν ἔτι προσθεῖναι τοιοῦτον, δῆλός ἐστιν ἐκ µὲν τῆς γαστρὸς εἰς ἧπαρ βουλόµενος ἀναφέρεσθαι τὴν τροφήν, ἐκεῖθεν δὲ ἐπὶ τὴν καρδίαν ἰέναι τι µέρος εἰς τὴν τοῦ κατ’ ἐκείνην αἵµατος γένεσιν.

6.8.53. ᾿Aλλ’ ὅτι µὲν οὐκ ἐκ τῶν κατὰ τὴν γαστέρα χωρίων τῆς τροφῆς ἀνάδοσις εἰς τὴν καρδίαν εὐθέως, ἀλλ’ εἰς ἧπαρ γίγνεται, πρότερον αὐτάρκως ἀποδεδειγµένον ἐν τοῖς Περὶ τῶν φυσικῶν δυνάµεων, οὐδὲν ἔτι δεόµαι νῦν ἐπεξέρχεσθαι, προσθεῖναι δ’ ἄµεινον τῷ λόγῳ τοσόνδε.

6.8.54. θερµὸν µὲν ἱκανῶς ἀναγκαῖον εἶναι τὸ θυµοειδὲς σπλάγχνον, οὐκ ἐξ ἀνάγκης δὲ θερµὸν ἱκανῶς τὸ ἐπιθυµητικόν, ἀλλ’ ἐν φυτοῖς µὲν καὶ πάµπολυ τοῦ θυµοειδοῦς ἀπολειπόµενον, ἐν ζῴοις δ’ οὐ τοσοῦτον µέν, ὅµως δ’ οὐκ ὀλίγον.

6.8.55. οὔτε γὰρ ἂν οὕτως θερµὸν εἰργάζετο χυµόν, εἰ µὴ καὶ αὐτὸ τοιοῦτον ὑπῆρχεν, οὔτ’ ἀσφύκτους ἂν εἶχε τὰς φλέβας, εἰ ζεούσης θερµασίας ἦν ἀρχή.

6.8.56. ταῦτ’ ἄρα καὶ ῾Ιπποκράτης ἐνδεικνύµενος ἔγραφε· “ῥίζωσις φλεβῶν ἧπαρ, ῥίζωσις ἀρτηριῶν καρδίη· ἐκ τουτέων ἀποπλανᾶται εἰς πάνθ’ αἷµα καὶ πνεῦµα, καὶ θερµασίη διὰ τούτων φοιτᾷ·” αἷµα µὲν ἐξ ἥπατος ἀποπλανᾶσθαι λέγων, πνεῦµα δ’ ἐκ καρδίας, θερµασία<ν> δ’ ἐξ ἀµφοῖν.

6.8.57. ὅθεν οὐδὲ διήνεγκεν ἢ φλεβῶν ἀρχὴν εἰπεῖν τὸ ἧπαρ ἢ αἵµατος ἢ τῆς ἐπιθυµητικῆς ψυχῆς, ἀλλ’ οἰκειότερόν πως ἰατρῷ µὲν ἐπὶ τοῖς σωµατικοῖς ὀργάνοις, φιλοσόφῳ δ’ ἐπὶ ταῖς ψυχικαῖς δυνάµεσι ποιεῖσθαι τὴν διδασκαλίαν, ἕπεται δὲ ἐπιδειχθέντι θατέρῳ θάτερον.

6.8.58. καὶ τοίνυν φαίνονται γεγραφότες οὕτως ὑπὲρ αὐτῶν ῾Ιπποκράτης καὶ Πλάτων, ὁ µὲν ὑπὲρ τῶν σωµατικῶν ὀργάνων τὸν πλείω λόγον ποιησάµενος, ὁ δ’ ὑπὲρ τῶν ψυχικῶν δυνάµεων.

6.8.59. Διὰ τοῦτ’ οὖν ὁ µὲν ῾Ιπποκράτης ἐρεῖ “ῥίζωσις φλεβῶν ἧπαρ” ἀνατοµήν τε γράφει φλεβῶν τήνδε· “ἡπατῖτις ἐν ὀσφύϊ µέχρι τοῦ µεγάλου σπονδύλου κάτωθεν καὶ σπονδύλοισι προσδιδοῖ, ἐντεῦθεν µετέωρος δι’ ἥπατος καὶ διὰ φρενῶν εἰς καρδίαν.

Перейти на страницу:

Похожие книги