6.8.20. οὕτως οὖν καὶ τὸ ἧπαρ παροµοιοῖ τὸν ἐκ τῆς κοιλίας ἀναδοθέντα χυλὸν ἑαυτῷ,τουτέστι τῇ σαρκί τε καὶ τῇ οὐσίᾳ τῇ ἑαυτοῦ, τῷ καλουµένῳ πρὸς ἐνίων ἰατρῶν παρεγχύµατι.
6.8.21. ἕκαστον γὰρ τῶν ὀργανικῶν τοῦ ζῴου µορίων, σύνθετον ὑπάρχον ἐξ ἑτέρων ἁπλουστέρων µορίων, πάντως ἕν γέ τι τοιοῦτον ὑπάρχει κατὰ τὴν οὐσίαν οἷον οὐκ ἄλλο καθ’ ὅλον τοῦ ζῴου τὸ σῶµα.
6.8.22. τοῦ γοῦν τῆς γαστρὸς σώµατος τὸ ἴδιον οἷον οὐκ ἄλλο τῶν πάντων ἐστίν· ὡσαύτως δὲ καὶ τὸ τοῦ σπληνὸς ἐγκεφάλου τε καὶ νεφρῶν καὶ γλώττης καὶ ὀφθαλµῶν καὶ κύστεων καὶ µητρῶν.
6.8.23. ἀρτηρίαι µὲν οὖν καὶ νεῦρα καὶ φλέβες ἐµφύονται τοῖς ὀργάνοις ἕνεκα χρείας κοινῆς, ὡσαύτως δ’ ἐνίοις αὐτῶν ὑµένες τε καὶ σύνδεσµοι· τὸ δ’ ἴδιον ἑκάστου σώµατος χωρὶς τούτων ἐστί, διὸ καὶ τὴν ἐνέργειαν ἐξαίρετον ἢ τἆλλα κέκτηται.
6.8.24. κατὰ µὲν γὰρ τὸ κοινὸν ἀνάγκη δήπου καὶ τὴν ἐνέργειαν εἶναι κοινήν· οὐ γὰρ οἷόν τε παρὰ τοὺς τόπους τοῦ σώµατος ὑπαλλάττεσθαι φλεβὸς ἢ ἀρτηρίας ἢ νεύρου τὴν ἐνέργειαν, ἀλλ’ ἄν τε κατὰ τὴν πτέρναν ἄν τε κατὰ τὸν ἐγκέφαλον ἀρτηρίαν ἐννοήσῃς, εὐθὺς αὐτῇ συνεπινοήσεις τὴν κοινὴν ἁπασῶν ἀρτηριῶν ἐνέργειαν· ὡσαύτως δὲ καὶ νεύρῳ καὶ φλεβὶ καὶ ὀστῷ καὶ χόνδρῳ καὶ ὑµένι καὶ συνδέσµῳ καὶ πιµελῇ· κατὰ δὲ τὸ ἴδιον εἶδος ἑκάστηςοὐσίας ἰδίαν ἀναγκαῖον εἶναι τὴν ἐνέργειαν.
6.8.25. οἷον γάρ ἐστι τὸ τοῦ πνεύµονος σῶµα κατὰ τὴν οὐσίαν οὐκ ἂν εὕροις ἕτερον οὐδ’ οἷον ἐγκέφαλος οὐδὲν ἄλλο τοιοῦτον, ὥσπερ οὐδὲ ὁποῖον ἡ καρδία σῶµα κατὰ τὴν οὐσίαν ἐστὶν οὐδὲν ἀκριβῶς ἄλλο τοιοῦτον ὑπάρχει, καὶ νεφροὶ δὲ καὶ σπλήν, ἑκάτερον αὐτῶν οἷον οὐκ ἄλλο, καὶ διὰ τοῦτο ἡ ἐνέργεια καθ’ ἕκαστον ἴδιος ἐπὶ τῷ τῆς οὐσίας ἰδίῳ, καὶ εἴ τις δὲ σὰρξ ἰδιότητα πολλὴν ἔχει παρὰ τὰς ἄλλας σάρκας.
6.8.26. ἐν ὀφθαλµῷ δὲ τί δεῖ καὶ λέγειν ὡς ἴδιον ἐξαίρετον καὶ οὐδ’ ἐγγὺς οὐδενὶ τῶν ἄλλων ἐοικός ἐστι τὸ κρυσταλ<λ>οειδές, ὅτε καὶ τὸ τῆς ἐνεργείας τῆς κατ’ αὐτὸ µηδενὶ προσέοικεν;
6.8.27. Oὐδὲν οὖν θαυµαστόν ἐστιν οὐδὲ τὸ τοῦ ἥπατος ἴδιον σῶµα κατὰ τὴν αὐτοῦ φύσιν κεκτῆσθαι τὴν ἐνέργειαν· ἐρυθρότατον µὲν γάρ ἐστιν ὥσπερ τὸ αἷµα, τῷ πεπῆχθαι µόνον αὐτοῦ <διαφέρον.
6.8.28. αἵµατος δὲ πῆξις ἡ µὲν ὑπὸ τοῦ> περιέχοντος γίγνεται, σβεννύουσα µὲν ἐξ αὐτοῦ τὴν θερµότητα, µελαίνουσα δὲ διὰ τὴν ψῦξιν· οὐχ οὕτως δὲ κατὰ τὸ ἧπαρ, ἀλλ’ ὑπό γε τῆς ἐµφύτου θερµασίας κοσµούσης αὐτὸ µᾶλλον ἢ φθειρούσης.
6.8.29. ἀλλοιοῦται µὲν γὰρ ἑκατέρως τὸ αἷµα, κἂν θρόµβος γένηται κἂν ἥπατος σάρξ· ἀλλ’ ἡ µὲν εἰς θρόµβον ἀλλοίωσις ὁδὸς ἐπὶ φθοράν ἐστι<ν>, ἡ δ’ εἰς τὴν ἥπατος οὐσίαν ἐνέργεια φύσεως· οὐδ’ ἐστὶν οὐδὲν ὁµοιότερον εὑρεῖν αἵµατι τῆς ἥπατος ἰδέας.
6.8.30. εἴρηται µὲν οὐ καλῶς οὐδ’ ὑπὸ τῶν εἰπόντων τῇ πρώτῃ καὶ νεοπαγεῖ σαρκὶ παραπλήσιον γίγνεσθαι στάξαν εἰς ὕδωρ χλιαρὸν αἷµα· πολὺ δὲ δὴ µᾶλλον ἡ συµµετρία τῆς ἐµφύτου θερµασίας ἀκριβῆ περιτίθησιν αὐτῷ τὸν κόσµον.
6.8.31. εἴπερ οὖν ἕκαστον µόριον ἐξ ὁµοιοτάτου κατὰ τὴν οὐσίαν ἑαυτῷ τρέφεται χυλοῦ καὶ τοῦτον παρασκευάζειν ἑαυτῷ πέφυκεν ἀλλοιοῦν τε καὶ µεταβάλλον, ἡ τοῦ αἵµατος γένεσις ἔργον τῆς ἥπατος σαρκός. αὕτη δ’ ἐστίν, ὡς ἐδείχθη, τὸ ἴδιον ἑαυτοῦ σῶµα. διὸ τῶν ἄλλων ἀποκριθὲν ἕν τι τῶν σπλάγχνων ἐστὶ µονογενές.
6.8.32. Mετέχει µὲν οὖν καὶ ἡ καρδία τοῦ τοιούτου χρώµατος, ἀλλ’ οὐκ εἰς ὅσον ἧπαρ· ὑγρότερον γάρ ἐστι τὸ σπλάγχνον τοῦτο τῆς καρδίας καὶ διὰ τοῦτ’ ἐρυθρότερόν τε καὶ µαλακώτερον, ἡ δὲ ξηροτέρα τε καὶ θερµοτέρα τοῦ ἥπατος ὑπάρχει.
6.8.33. οὕτως γὰρ ἤµελλεν ἅµα τε σκληροτέρα γενήσεσθαι καὶ κινήσεσθαι διττὴν κίνησιν ὁµοίως ταῖς ἀρτηρίαις, ἵν’ ἐκ µὲν τῆς τοιαύτης κινήσεως ἡ συµµετρία φυλάττηται τῆς ἐµφύτου θερµασίας, ὡς ἐν τῷ Περὶ χρείας σφυγµῶν ἐπεδείξαµεν, ἡ σκληρότης δὲ τὴν δυσπάθειαν αὐτῇ παρέχῃ συνεχέσι τε κινήσεσι καὶ σφόδρα ἰσχυραῖς ἐνίοτε παρεσκευασµέναις ὑπὸ τῆς φύσεως.
6.8.34. ὅθεν οὐδὲ τὸ ἴδιον αὐτῆς αἷµα τοιοῦτόν ἐστιν οἷόν περ τὸ τοῦ ἥπατος, ἀλλ’ ὅσῳ θερµότερον τὸ σπλάγχνον τοῦ σπλάγχνου, τοσούτῳ ξανθότερον, ὅπερ ἴδιον αἵµατος ξηροτέρου, καθάπερ τοῦ ὑγροτέρου τὸ ἐρυθρόν.
6.8.35. εἴρηται δὲ καὶ ὑπὸ Πλάτωνος µὲν ἐν Τιµαίῳ περὶ τῆς τῶνδε τῶν χρωµάτων γενέσεως, ἀτὰρ οὖν καὶ ἡµεῖς αὖθις ἐξηγησάµεθά τε καὶ ἀπεδείξαµεν ὡς ὀρθῶς εἴρηται πάντα, γεγραφότες ὑπὲρ αὐτῶν ἰδίᾳ καθ’ ἕτερον λόγον.
6.8.36. ᾿Aλλὰ νῦν γε τὸ προκείµενον ἡµῖν περαίνωµεν. αἵµατος ὑγροῦ µὲν τὴν κρᾶσιν, ἐρυθροῦ δὲ τὴν χρόαν ἡ πρώτη µὲν ἐν ἥπατι γένεσις, ὀχετοὶ δὲ παράγοντές τε καὶ διανέµοντες αὐτὸ παντὶ τῷ σώµατι φλέβες· αἵµατος δὲ ξανθοῦ καὶ θερµοῦ καὶ λεπτοµεροῦς καὶ πνευµατώδους ἡ µὲν πρώτη γένεσις ἐν τῇ τῆς καρδίας ἀριστερᾷ κοιλίᾳ, διανέµουσι δὲ καὶ παράγουσιν εἰς ὅλον τὸ ζῷον αἱ ἀρτηρίαι τὸ τοιοῦτον αἷµα· δέδεικται δὲ καὶ περὶ τούτων ἐπὶ πλέον ἐν τοῖς τῶν Φυσικῶν δυνάµεων ὑποµνήµασιν.
6.8.37. ὥσθ’ ἅµα µὲν ὅπερ ἀνεβαλόµην ἐν τοῖς ἔµπροσθεν λόγοις ἐρεῖν αὖθις ὑπὲρ τοῦ κατὰ τὴν καρδίαν αἵµατος, τὰ νῦν εἴρηται, ἅµα δὲ ὡς ἐσφάλησαν οἱ καὶ τὴν καρδίαν ἀρχὴν εἰπόντες εἶναι τῶν φλεβῶν ἐπιδέδεικται.
6.8.38. εἴπερ γὰρ αἵµατός τινος, εὐθὺς δήπου καὶ φλεβῶν ἐνόµισαν, ὥσπερ µὴ καὶ τῶν ἀρτηριῶν ἐχουσῶν αἷµα λεπτοµερέστατον καὶ θερµότατον.