7.6.5. “τῶν δ’ ὀργάνων πρῶτον µὲν φωσφόρα συνετεκτήναντο ὄµµατα τοιᾷδε ἐνδήσαντες αἰτίᾳ·τοῦ πυρὸς ὅσον µὲν τὸ καίειν οὐκ ἔσχε, τὸ δὲ παρέχειν φῶς ἥµερον, οἰκεῖον ἑκάστης ἡµέρας σῶµα ἐµηχανήσαντο γίγνεσθαι.
7.6.6. τὸ γὰρ ἐντὸς ἡµῶν ἀδελφὸν ὂν τούτου πῦρ εἰλικρινὲς ἐποίησαν διὰ τῶν ὀµµάτων ῥεῖν, λεῖον καὶ πυκνὸν ὅλον µέν, µάλιστα δὲ τὸ µέσον συµπιλήσαντες τῶν ὀµµάτων, ὥστε τὸ µὲν ἄλλο ὅσον παχύτερον στέγειν πᾶν, τὸ τοιοῦτον δὲ µόνον αὐτὸ καθαρὸν διηθεῖν.”
7.6.7. ὁποῖον µὲν οὖν τι τὸ τῆς ὄψεώς ἐστιν ὄργανον ἐν τούτοις ἐδήλωσεν· ὅπως δὲ ὁρῶµεν ἐν τοῖς ἐφεξῆς. συνάπτων γοῦν τοῖς προειρηµένοις φησίν·
7.6.8. “ὅταν µὲν οὖν µεθηµερινὸν ᾖ φῶς περὶ τὸ τῆς ὄψεως ῥεῦµα, τότ’ ἐκπῖπτον ὅµοιον πρὸς ὅµοιον ξυµπαγὲς γενόµενον σῶµα οἰκειωθὲν ξυνέστη κατὰ τὴν <τῶν> ὀµµάτων εὐθυωρίαν ὅπῃπερ ἀντερείδει τὸ προσπῖπτον ἔνδοθεν πρὸς ὃ τὸ ἔξω συνέπεσεν.
7.6.9. ὁµοιοπαθὲς δὴ δι’ ὁµοιότητα πᾶν γενόµενον, ὅτου τε ἂν αὐτό ποτε ἐφάπτηται καὶ ὃ ἂν ἄλλο ἐκείνου, τούτων τὰς κινήσεις διαδιδὸν εἰς ἅπαν τὸ σῶµα µέχρι τῆς ψυχῆς αἴσθησιν παρέσχετο ταύτην ᾗ δὴ ὁρᾶν φαµεν.”
7.6.10. Aὗται µὲν αἱ τοῦ Πλάτωνος ῥήσεις αὐγοειδὲς τὸ τῆς ὄψεως ὄργανον εἶναι λέγοντος αἴσθησίν τε γίγνεσθαι δι’ αὐτοῦ τῶν κατὰ τὴν αὐγὴν παθηµάτων, ὥσπερ τῶν κατὰ τὸν ἀέρα διὰ τῆς ἀκοῆς· τῷ γὰρ ὁµοίῳ τὸ ὅµοιον εἰς τὴν τῶν παθηµάτων ἀφικνεῖται κοινωνίαν.
7.6.11. δύο δὲ σηµαινούσης ἁπάσης τῆς τοιαύτης λέξεως, οἵαν καὶ ὁ ᾿Εµπεδοκλῆς ἐποιήσατο λέγων “γαίῃ µὲν γὰρ γαῖαν ὀπώπαµεν, ὕδατι δ’ ὕδωρ”, ἓν µὲν ὅτι δι’ ὀργάνου τοιοῦδε, δεύτερον δὲ ὅτι διὰ δυνάµεως τοιᾶσδε, τὸ µὲν ὡς δι’ ὀργάνου συγχωρητέον ἀληθὲς εἶναι, τὸ δ’ ὡς διὰ δυνάµεως οὐκέτι.
7.6.12. τὸ γάρ τοι πρῶτον αἰσθητικόν, ὅ τιπερ ἂν ᾖ, κοινὸν ἁπασῶν ἐστι τῶν κατὰ µέρος αἰσθήσεων, ὡς καὶ τοῦτο Πλάτων ἐν ἄλλοις τέ τισι καὶ µέντοι καὶ Θεαιτήτῳ διδάσκει κατ’ ἐκεῖνο τὸ µέρος τοῦ συγγράµµατος ἔνθα φησί·
7.6.13. “δεινὸν γάρ που, ὦ παῖ, εἰ πολλαί τινες ἐν ἡµῖν ὥσπερ ἐν δουρείοις ἵπποις αἰσθήσεις ἐγκάθηνται, ἀλλὰ µὴ εἰς µίαν τινὰ ἰδέαν εἴτε ψυχὴν εἴθ’ ὅ τι δεῖ καλεῖν πάντα ταῦτα συντείνει, ᾗ διὰ τούτων οἷον ὀργάνων αἰσθανόµεθα ὅσα αἰσθητά.”
7.6.14. καὶ κατασκευάζων γε διὰ πλειόνων ἑξῆς ὁ Πλάτων τὸν λόγον ὧδέ φησι· “θερµὰ καὶ σκληρὰ καὶ κοῦφα καὶ γλυκέα δι’ ὧν αἰσθάνῃ, ἆρ’ οὐ τοῦ σώµατος ἕκαστα τίθης ἢ ἄλλου τινός;
7.6.15. οὐδενὸς ἄλλου. ἢ καὶ ἐθελήσεις ὁµολογεῖν ἃ δι’ ἑτέρας δυνάµεως αἰσθάνῃ, ἀδύνατον εἶναι δι’ ἄλλης ταῦτ’ αἰσθέσθαι, οἷον ἃ δι’ ἀκοῆς, δι’ ὄψεως, ἢ ἃ δι’ ὄψεως, δι’ ἀκοῆς;
7.6.16. πῶς γὰρ οὐκ ἐθελήσω; εἴ τι[*] ἄρα περὶ ἀµφοτέρων διανοῇ, οὐκ ἂν διά γε τοῦ ἑτέρου ὀργάνου οὐδ’ αὖ διὰ τοῦ ἑτέρου περὶ ἀµφοτέρων αἰσθάνοιο ἄν. οὐ γὰρ οὖν.
7.6.17. περὶ δὴ φωνῆς καὶ τῆς χρόας πρῶτον µὲν αὐτὸ τοῦτο περὶ ἀµφοτέρων διανοῇ, ὅτι ἀµφοτέρω ἐστόν; ἔγωγε. οὐκοῦν καὶ ὅτι ἑκατέρου µὲν ἑκάτερον ἕτερον, ἑαυτῷ δὲ ταὐτόν; τί µήν;
7.6.18. καὶ ὅτι ἀµφοτέρω δύο, ἑκάτερον δὲ ἕν; καὶ τοῦτο. οὐκοῦν καὶ εἴτε ἀνοµοίω εἴτε ὁµοίω ἀλλήλοιν, δυνατὸς εἶ ἐπισκέψασθαι; ἴσως.
7.6.19. ταῦτα δὴ πάντα διὰ τίνος περὶ αὐτῶν διανοῇ; οὔτε γὰρ δι’ ἀκοῆς οὔτε δι’ ὄψεως οἷόν τε τὸ κοινὸν λαµβάνειν περὶ αὐτῶν.
7.6.20. ἔτι δὲ καὶ τόδε τεκµήριον περὶ οὗ λέγοµεν· εἰ γὰρ δυνατὸν εἴη ἀµφοτέρω σκέψασθαι, ἆρ’ ἐστὸν ἁλµυρὼ ἢ οὔ, οἶσθ’ ὅτι ἕξεις εἰπεῖν ᾧ ἐπισκέψῃ, καὶ τοῦτο οὔτε ὄψις οὔτε ἀκοὴ φαίνεται, ἀλλά τι ἄλλο.
7.6.21. τί δ’ οὐ µέλλει, ἥ γε διὰ τῆς γλώττης δύναµις; καλῶς λέγεις. ἡ δὲ δὴ διὰ τίνος δύναµις τό τ’ ἐφ’ ἅπασι κοινὸν καὶ τὸ ἐπὶ τούτοις δηλοῖ σοι, ᾧ τὸ ἔστιν ἐπονοµάζεις καὶ τὸ οὐκ ἔστι καὶ ἃ νῦν δὴ ἠρωτῶµεν περὶ αὐτῶν; <τούτοις> πᾶσι ποῖα ἀποδώσεις ὄργανα, δι’ ὧν αἰσθάνεται ἡµῶν τὸ αἰσθανόµενον ἕκαστα;”
7.6.22. ῎Eν τε οὖν τούτοις ὁ Πλάτων ὥσπερ οὖν κἀν τοῖς ἐφεξῆς ἐν ἄλλοις τέ τισι διαλόγοις ἐδίδαξεν ἡµᾶς ὑπὲρ τῆς κοινῆς δυνάµεως, ἥτις ἐξ ἐγκεφάλου διὰ τῶν νεύρων εἰς ἕκαστον τῶν αἰσθητηρίων ἀφικνουµένη τῶν ἐν αὐτοῖς ἀλλοιώσεων αἰσθάνεται· ὡς εἴ γε δυνατὸν ἦν τοῖς ἰδίοις παθήµασιν αὐγῆς ἄλλο τι συναλλοιωθῆναι παρὰ τὸ φωτοειδὲς ὄργανον ἢ τοῖς τῶν ἀτµῶν ἕτερόν τι τοῦ ἀτµοειδοῦς ἢ τοῖς τοῦ ἀέρος ἄλλο τι παρὰ τὸ ἀεροειδὲς ἢ τοῖς τῶν ὑγρῶν ἕτερόν τι παρὰ τὸ γευστικόν τε καὶ πλῆρες χυµῶν, οὐκ ἂν ἐγεγόνει τὰ τῶν αἰσθητηρίων ὄργανα· νυνὶ δ’ οὐχ οὕτως ἔχει.
7.6.23. τὰ µὲν γὰρ ἐν τοῖς ἀντιβαίνουσι σώµασιν ὅσαπερ ἦν ἴδια τῆς οἰκείας διαφορᾶς <οὐχ> ἅπαντι µορίῳ νεύρων µεταλαβόντι δυνατὸν αἰσθάνεσθαι, διότι µηδὲ παθεῖν ἅπαν ὑπὸ τῆς τοῦ γηΐνου σώµατος προσβολῆς ἐπιτήδειόν ἐστιν.
7.6.24. ἦν δ’ αὐτῶν πρώτη µὲν ἡ κατ’ ὀξύτητα καὶ ἀµβλύτητα, δευτέρα δ’ ἡ κατὰ θερµότητα καὶ ψυχρότητα, κατὰ συµβεβηκὸς δ’ αἱ λοιπαί, µέγεθός τε καὶ σχῆµα καὶ κίνησις καὶ ἀριθµός, αἱ καὶ µετὰ συλλογισµοῦ καὶ µνήµης, οὐ µόνης αἰσθήσεως ἐδείχθησαν γιγνόµεναι κατά γε τὴν ἁφὴν καὶ τὴν ὄψιν ἐν τῇ Περὶ τῆς ἀποδείξεως πραγµατείᾳ, καθ’ ἣν πρώτην ἀξιῶ γεγυµνάσθαι τὸν ἀκριβῶς ἕπεσθαι τοῖς νῦν λεγοµένοις ἐφιέµενον.
7.6.25. ὥσπερ δὲ τὰ τῆς ἁπτικῆς αἰσθήσεως αἰσθητὰ δι’ ἀντιβάσεως, οὕτως τὰ τῆς γευστικῆς δι’ ὑγρότητός τε καὶ χυµῶν εἰς γνῶσιν ἥκει.