14. ᾿Επεὶ δὲ καὶ περὶ τούτων αὐτάρκως εἴρηται, προσθῶµεν τῷ λόγῳ τὸ λεῖπον, ὑπὲρ ὧν ὀλίγον ἔµπροσθεν εἴποµεν, ἐξευρίσκοντες τὰ βοηθήµατα. τὰς µὲν γὰρ οἷον γενικὰς αὐτῶν ἰδέας διήλθοµεν, ὡς χρὴ τὰ µὲν ψύχειν, τὰ δὲ θερµαίνειν, τὰ δὲ ὑγραίνειν, τὰ δὲξηραίνειν. οὗτοι γὰρ ἐν τοῖς ὁµοιοµερέσιν οἱ σκοποὶ, καθάπερ ἐν τοῖς κατὰ τὸ πηλίκον, ἤτοι καθαίρειν ἢ ἀνατρέφειν, οὕτω δὲ κᾀν τοῖς κατ’ ἀριθµὸν, ἢ ἐξαιρεῖν ὅλον, ἢ γεννᾷν. ἐν δὲ τοῖς κατὰ διάπλασιν εἰς τὰ κατὰ φύσιν ἐπαναγαγεῖν σχήµατα, καὶ κενοῦν τὰ πεπληρωµένα, καὶ πληροῦν τὰ κεκενωµένα, καὶ τὰς ἐµφράξεις ἐκφράττειν, καὶ τὰς ἀναστοµώσεις συνάγειν, καὶ τὰ µεµυκότα, καὶ πεπυκνωµένα πρὸς τοὐναντίον ἐπιστρέφειν, τὰ µὲν ἀναστοµοῦντα, τὰ δὲ ἀραιοῦντα. οὕτω δὲ κᾀν τῷ κατὰ τὴν σύνθεσιν νοσήµατι πρὸς τὸ κατὰ φύσιν ἐπανάγειν ὁ σκοπὸς, κᾀν τῷ τὴν ἕνωσιν λελύσθαι κόλλησιν ἐργάζεσθαι τῶν κεχωρισµένων. ἀλλ’ ἐν ἅπασι τούτοις ἐξευρίσκειν ὕλας βοηθηµάτων οὐ µικρόν ἐστι µόριον τῆς τέχνης. οἷον εὐθέως ἐπὶ τῶν παραλλαττόντων ἄρθρων, ἐπειδὴ συµβαίνει µὴ µόνον ὀπίσω καὶ πρόσω, καὶ ἔνθα καὶ ἔνθα µεταχωρεῖν τὸ ἐξιστάµενον, ἀλλὰ καὶ πρὸς τὸν ἄνω τόπον ὑπὸ τῆς τῶν µυῶν συντονίας ἀνέλκεσθαι, διττῆς κινήσεώς ἐστι τοῖς ἐµβάλλουσιν ἡ χρεία, πρώτης µὲν τῆς κάτω, δευτέρας δὲ τῆς εἰς τὴν οἰκείαν χώραν ἀποθέσεως. καὶ διὰ τοῦτο χωρὶς ἀντιτάσεως ἀδύνατον γενέσθαι τὴν ἐµβολήν. εἰς δὲ τὴν ἀντίτασιν ὅτι µὲν ἰσχυροτέρων ἀντιλήψεών τε καὶ τάσεών ἐστι χρεία, πρόδηλον ἅπαντι. ποιεῖν δ’ αὐτὰ ἐνίοτε διὰ τῶν ἡµετέρων χειρῶν ἀδυνατοῦντες, ὄργανα πρὸς τοῦτ’ ἐξευρήκαµεν ἐπιτήδεια. τὰ πολλὰ δ’ αὐτῶν καὶ εἰς αὐτὴν τὴν ἀπόθεσιν τῶν ἐξηρθρηκότων συµπράττει. καὶ ταῦτα πάντα τὰ ὄργανα τῶν βοηθηµάτων ὕλαι τινές εἰσιν, ὥσπερ καὶ τὰ ἁρµοζόµενα πάντα, καὶ τὰ φάρµακα, καὶ τὰ ἐδέσµατα, καὶ τὰ πόµατα, καὶ ἁπλῶς ὅσα προσαγόµενα τῷ σώµατι τὰς εἰρηµένας διαθέσεις εἰς τὸ κατὰ φύσιν ἐπανάγει. χρὴ τοίνυν πεπραγµατεῦσθαι καὶ περὶ τῆς τούτων ὕλης τὸν ἰατρὸν, συµβιβάζοντα τοὺς εἰρηµένους ἔµπροσθεν σκοποὺς τῇ χρήσει τῶν ὑλῶν, ἵνα µή ποτε πλανηθῇ ὅµοιόν τι πάθος τοῖς οἰοµένοις, ὅσα µὲν δεῖται ψύχεσθαι, πᾶσιν αὐτοῖς ἁρµόττειν ὕδωρ ψυχρὸν, ὅσα δὲ θερµαίνεσθαι, θερµὸν, οὐκ εἰδόσιν, ὅτι κατὰ συµβεβηκὸς ἐνίοτε καὶ τὸ ψυχρὸν θερµαίνει, καὶ τὸ θερµὸν ψύχει. πλεῖστα δὲ περὶ τῆς ἐν τούτοις ἅπασι µεθόδου κατὰ τὴν περὶ φαρµάκων πραγµατείαν λέγονται. ἐν δὲ τῷ παρόντι λόγῳ τοῦτο προσθῶµεν, ὡς ἅπαν τὸ τοιοῦτον γένος τῆς ὕλης τῶν βοηθηµάτων ἐν προσφεροµένοις, καὶ ποιουµένοις, καὶ κενουµένοις, καὶ τοῖς ἔξωθεν προσπίπτουσι κεῖται, δι’ ὧν ἁπάντων ὁ συνιστάµενος τὴν τέχνην διεξελθὼν καὶ τῆς κατὰ µέρος ὕλης ἁπάσης ἐπιστήµην ἔχων οὐ µόνον τῆς δυνάµεως, ἀλλὰ καὶ τῆς χρήσεως οὕτως ἂν εἴη συµπεπληρωκὼς ἅπαντα τὰ ὑγιεινὰ τῶν αἰτίων, ὡς µηδὲν λείπειν αὐτῷ πρὸς τὴν τῆς θεραπευτικῆς τέχνης σύστασιν, εἰς δύο κεφάλαια τούτων ἁπάντων ἀναγοµένων, εἴς τε τὴν γνῶσιν τῶν σωµάτων, οἷς προσάγεται τὰ βοηθήµατα, καὶ αὐτὴν τὴν τῶν βοηθηµάτων φύσιν.