16. Εὔδηλον δ’ ἐκ τῶν εἰρηµένων ἐστὶν, ὡς καὶ τὴν ἐνέργειάν τε καὶ τὴν χρείαν ἑκάστου τῶν µορίων ἀναγκαῖόν ἐστιν ἐπίστασθαι· καὶ πρὸς τούτοις ἔτι τὰς τῶν νοσηµάτων τε καὶ συµπτωµάτων γενέσεις· εἰς δὲ τοῦτο καὶ τὰς ποιούσας αἰτίας τὰ νοσήµατα. πρός τε γὰρ τὴν διάγνωσιν ἑκάστου τῶν πεπονθότων µορίων ἅµα ταῖς διαθέσεσι καὶ πρὸς τὰς τοῦ νοσήµατος αὐτοῦ διαφορὰς ἀναγκαῖα φαίνεται ταῦτα. καὶ τὸ µέγεθος δὲ καὶ τὸ ἦθος ἑκάστου τῶν νοσηµάτων ἐκ τῶν αὐτῶν τούτων λαµβάνεται. τὸ µέγεθος µὲν, ἔκ τε τοῦ κατὰ τὴν διάθεσιν αὐτῶν µεγέθους καὶ τῶν ἑποµένων αὐτῇ συµπτωµάτων. τὸ δὲ ἦθος, ἔκ τε τῆς διαφορᾶς τοῦ νοσήµατος καὶ τῶν ἑποµένων αὐτῇ συµπτωµάτων. εὐθέως γοῦν ἐπὶ τοῦ προκειµένου παραδείγµατος ὀλεθριώτατος µέν ἐστιν ὁ µελαγχολικὸς ἐπικρατῶν χυµὸς, ὅτι τε κακοηθέστατος αὐτός ἐστι, καὶ διαβρωτικώτατος καὶ δύσπεπτος καὶ δυσεκκάθαρτος, ὅτι τε πλείστης ἐστὶ θερµασίας ἐνδεικτικὸς, ὑφ’ ἧς κατοπτηθεὶς ἐγένετο. πάντων δ’ ἐπιεικέστατος ὁ αἱµατικὸς, ὡς ἂν γλυκύτατός τε καὶ εὐπεπτότατος ὤν. οἱ δ’ ἄλλοι δύο χυµοὶ µεταξὺ τῶν εἰρηµένων εἰσὶν, ἁπλότητός τε καὶ κακοηθείας. τῶν συµπτωµάτων δὲ, τὸ µὲν µηδὲν ἀναπτύειν ὀλέθριον, ὅτι τε δεδέσθαι δηλοῦν πρὸς τῆς φλεγµονῆς τὸ ῥεῦµα, καὶ ὅτι διὰ τὸ µένειν ἔνδον ὅλον διαφθαρήσεται. τὸ δ’ ἀναπτύειν ἀπόνως τε καὶ ῥαδίως ἐπιεικέστατον. εἰ δὲ δὴ καὶ τὸ πτυόµενον εἴη πεπεµµένον, ἔτι καὶ µᾶλλον ἐπιεικέστατον. ἀλλὰ καὶ τὰ κατὰ τοὺς σφυγµοὺς συµπτώµατα τὸ ἦθος δηλοῖ τοῦ νοσήµατος. ἤδη δὲ καὶ τἄλλα, ὅσα κατὰ συµπάθειαν ἐπιγίνεται, παραφροσύναι τε, καὶ κώµατα, καὶ ἀνορεξίαι, καὶ οὖρα, καὶ διαχωρήµατα τοῖα καὶ τοῖα γιγνόµενα γυµναστέον οὖν ἡµῖν ἐστιν ἐν ἅπασι τοῖς εἰρηµένοις, εἰ διαγνωστικοὶ βουλόµεθα γενέσθαι νοσήµατός τε καὶ µορίου πεπονθότος, ἤθους τε καὶ µεγέθους, καὶ διαφορᾶς τῆς κατ’ αὐτά. ἐκ τῶν αὐτῶν δὲ τούτων ἡµῖν ὑπάρξει καὶ τὸ προγιγνώσκειν, εἰς ὅ τι τελευτήσει τὸ νόσηµα καὶ ἡ τῶν βοηθηµάτων ἐπιδέξιος χρῆσις. ἡ µὲν γὰρ πρόγνωσις ἀναίτιόν τε τὸν ἰατρὸν ἀποφαίνει τῶν θανάτων, εὐπειθεῖς τε παρέχει τοὺς κάµνοντας, ἐκ πολλῶν τε προδιδάσκει τὸν καιρὸν τῶν βοηθηµάτων. ἡ δὲ τῶν βοηθηµάτων χρῆσις ἐπιδέξιος ὅτι µὲν αὐτὸ τὸ κυριώτατόν ἐστι τῆς τέχνης, ἐφ’ ᾧ σύµπας ὁ λόγος ὥρµηται, πρόδηλον παντί. πῶς δὲ ἐκ τῶν προειρηµένων περιγίγνεται, µετ’ ὀλίγον εἰρήσεται. νυνὶ µὲν γὰρ ἐπιθεῖναι βούλοµαι πρότερον οἷς διεξῄειν τὸ τέλος. ἡ γὰρ τῶν νοσηµάτων ἅµα τοῖς δεδεγµένοις αὐτὰ µορίοις διάγνωσις ἐφ’ ἑνὸς µὲν ἤδη µοι παραδείγµατος εἴρηται· προσθεῖναι δὲ ἕτερόν τι παραπλήσιον οὐδὲν χεῖρον. ἡ γάρ τοι τῶν ἐκκρινοµένων ἰδέα διδάσκει πολλὰ, συνῆπται δ’ αὐτῇ τὸ σῶµα, ἐξ οὗ τὴν ἔκκρισιν ὁρῶµεν γιγνοµένην, ὡς ἐξ ἀµφοῖν συνιόντων ἔνδειξιν µίαν γίγνεσθαι βεβαίαν. ὑµενώδους γὰρ, εἰ οὕτως ἔτυχεν, ἐκκριθέντος σώµατος, ἡ µὲν ἐξ αὐτοῦ τοῦ φανέντος ἔνδειξις ἡλκῶσθαί τι τοιοῦτον ἐνδείκνυται µέρος, ὡς ἐπιπολῆς ὑµενώδη φύσιν ἔχειν, ἀφωρισµένον δὲ αὐτὸ δηλοῦν ἀδυνατεῖ. τὸ µέντοι τῆς ἐκκρίσεως χωρίον ἐπ’ αὐτὸ τὸ πεπονθὸς ποδηγεῖ. κάτω µὲν γὰρ διαχωρῆσαν ἐντέρου δηλοῖ τὴν ἕλκωσιν, ἄνω δὲ ἐµεθὲν γαστρὸς, ἀναβηχθὲν δὲ τῶν ὑπαλειφόντων τὰς τραχείας ἀρτηρίας ὑµένων, οὐρηθὲν δὲ ἤτοι κύστεως, ἢ τοῦ κατὰ τὸ αἰδοῖον πόρον. αὐτά τε οὖν ταῦτα καὶ πρὸς τούτοις ἔτι τὰ κατὰ συµπάθειάν τε καὶ πρωτοπάθειαν κάµνοντα σώµατα διακρίνειν ἀλλήλων προσήκει τῇ τε ἡγεµονίᾳ καὶ ἀκολουθίᾳ, καὶ τῷ µεγέθει τε καὶ τῇ σµικρότητι καὶ προσέτι τῇ τῶν κακούντων ἑκάτερον αἰτίων προσόδῳ. πολλοὶ γοῦν ἐπὶ στοµαχικαῖς διαθέσεσιν ἤτοι τοῦ ἐγκεφάλου εἰς συµπάθειαν ἀχθέντος ἐν µελαγχολικοῖς ἐγένοντο συµπτώµασιν, ἢ τῶν ὀφθαλµῶν ἐν τοῖς τῶν ὑποχεοµένων. ἀλλ’ ἐπὶ τῶν τοιούτων ἐάν τις ἀκριβῶς προσέχῃ τὸν νοῦν, εὑρήσει ταῖς ἀπεψίαις τε καὶ ταῖς τῶν περιττωµάτων ἀθροίσεσιν ἐν στόµατι κοιλίας ἑπόµενα τὰ εἰρηµένα παθήµατα, καὶ συµπαροξυνόµενά τε τοῖς βλάπτουσι τὸ τῆς γαστρὸς στόµα, καὶ συγκαθιστάµενα τοῖς ὠφελοῦσι. ἀλλ’ οὐ πρόκειταί µοι τὰ νῦν ἅπαντα τὸν ὑπὲρ τῶν πεπονθότων µερῶν λόγον διέρχεσθαι, ὥσπερ οὐδ’ ἄλλο τι τῶν κατὰ τὴν τέχνην ὁλόκληρον, ἀλλ’ ἐνδείξασθαι µόνον τὴν µέθοδον αὐτῆς τῆς εὑρέσεως, καὶ ὅπως τῷ τέλει τῆς τέχνης συνῆπται. καὶ ἀναγκαῖόν ἐστιν αὐτὸν καθ’ ἕκαστον γυµνάσασθαι πολυειδῶς ἐν ἁπάσαις, τὰς ὑπὲρ αὐτῶν γεγραµµένας ἡµῖν ἐννοίας ταῖς πραγµατείαις ἀναλεγόµενον. ὅπερ οὖν ἀναγκαῖόν ἐστιν εἰς τὰ παρόντα προσθέντες, ἀπαλλάξοµεν ἐπὶ τὰς εἰρηµένας µεθόδους· κᾀνταῦθα τὸ εἶδος νόµιζε τοῦ πράγµατος ὑπάρχειν· ἐπειδὰν δὲ ταῖς ὕλαις ἐµβιβασθῇ, ὅλην τὴν οὐσίαν, ὅταν ἅπαντα διέλθω τὰ κατὰ µέρος, ὥσπερ νῦν ἐπὶ παραδειγµάτων ὀλίγων ἐποίησα, καὶ τοῦτ’ ἄν σοι τὸ µέρος εἴη τῆς τέχνης ὁλοκλήρως συνεστηκός.