2. ῎Εστι γοῦν µία τις πρόφασις τῶν φαινοµένων φλεγµονῶν, οὐ πάνυ τι λανθάνουσα τὸ καλούµενον ῥεῦµα, πλὴν εἴποτε συνδράµοι ταῖς δι’ ἄλλην τινὰ πρόδηλον αἰτίαν δοκούσαις γεγονέναι. ἡνίκα µὲν γὰρ οὐδεµιᾶς ἐκείνων προηγησαµένης ἐξαίφνης ἐφλέγµηνε τὸ µόριον, ἡ µὲν ἐργασαµένη τὸ πάθος αἰτία ῥεῦµα καλεῖται, τὸ πάθος δ’ αὐτὸ ῥευµατικὴ διάθεσις. καὶ χρὴ µάλιστ’ ἐπὶ τῶν τοιούτων φλεγµονῶν τὰς ἀρχὰς τῶν ἰάσεων χρηστὰς εἶναι. τὰ γὰρ ἐν αὐταῖς ἁµαρτήµατα δυσιάτους ἢ καὶ παντάπασιν ἀνιάτους ἐργάζεται τὰς διαθέσεις. µέγιστα δ’ ἁµαρτήµατα δύο ταῦτα, τό τε µηδεµίαν ὅλου τοῦ σώµατος πρόνοιαν ποιεῖσθαι καὶ τὸ θερµαίνειν µὲν καὶ ὑγραίνειν ἔτι τὸ µέρος. ἄµφω δ’ οἱ πολλοὶ τῶν ἰατρῶν ἁµαρτάνουσι. τινὲς µὲν γάρ εἰσιν ἐκ τῆς µεθοδικῆς αἱρέσεως ἀναπεπεισµένοι καὶ τὰς φλεγµονὰς ἁπάσας στεγνὰ πάθη νοµίζοντες καὶ χαλᾷν αὐτὰς ἡγούµενοι δεῖν. εἰσὶ δ’ οἳ καὶ ἀλόγως τε καὶ ἀσκέπτως ἐκείνοις ἕπονται, µίαν ἀπολογίαν τοῦ κακῶς ποιεῖν ἔχοντες τὸ σὺν πολλοῖς ἁµαρτάνειν. ἀλλ’ οὔτε τῶν δογµατικῶν ἰατρῶν τις οὔτε τῶν ἐµπειρικῶν οὕτως ἐγίγνωσκεν. ἀλλ’ ὅπερ ὅ τε λόγος ὑπαγορεύει καὶ ἡ πεῖρα, τὸ µὲν ὅλον σῶµα κενοῦν ταῖς ἐνδεχοµέναις κενώσεσι συµβουλεύουσιν, αὐτὸ δὲ τὸ φλεγµαῖνον µέρος ἐπιβρέχειν τε καὶ καταπλάττειν τοῖς ἀπωθεῖσθαι µὲν τὸ ἐπιῤῥέον δυναµένοις, κενοῦν δὲ τὸ ἤδη περιεχόµενον ἐν τῷ πεπονθότι τόπῳ· τόνον δὲ καὶ ῥώµην ἐντιθέναι τοῖς ἤδη πεπονηκόσι µορίοις. εἰς ἃ δὲ χρὴ βλέποντας κενοῦν, εἴρηται µὲν ἤδη καὶ πρόσθεν, ἀλλὰ καὶ νῦν ἔτι δι’ ὀλίγων ὑποµνήσοµεν· ὥστε κᾀν τοῖς ἑξῆς ἅπασι µεµνηµένον σε µηκέτι δεῖσθαι καθ’ ἕκαστον πάθος ἀκούειν τοὺς ἐνδεικνυµένους σκοποὺς τὰς κενώσεις. ἡλικίαν µὲν οὖν καὶ ὥραν καὶ χώραν καὶ τὴν παροῦσαν κατάστασιν καὶ τὴν ῥώµην τοῦ κάµνοντος καὶ τὴν ἕξιν καὶ τὸ ἔθος καὶ αὐτὴν τὴν τοῦ νοσήµατος ὑπόθεσιν ἐπιβλέπειν ἐφάσκοµεν δεῖν. ἐκ τούτων γὰρ, ὅτε χρὴ κενοῦν ἢ µὴ κενοῦν καὶ ὅθεν καὶ ὅπως, εὑρεθήσεται, οἷον ἐπὶ τῆς προκειµένης διαθέσεως· εἰς γόνυ φερέσθω τὸ ῥεῦµα καὶ τοῦτ’ ἐπὶ πλεῖστον ἀθρόως ἐξαιρέσθω. φαινέσθω δέ σοι καὶ τὸ σύµπαν σῶµα µεστὸν αἵµατος καὶ ἡ δύναµις τοῦ νοσοῦντος ἰσχυρὰ καὶ ὁ καιρὸς τοῦ ἔτους ἔαρ ἔστω καὶ τὸ χωρίον εὔκρατον καὶ ὁ νοσῶν µειράκιον ἢ νεανίσκος, οὗτος αἵµατος κενώσεως τῆς ἐκ τῶν ἄνω χωρίων δεῖται καὶ χρὴ τεµεῖν αὐτοῦ τῶν ἐν ἀγκῶνι φλεβῶν, ἤτοι τὴν ἐντὸς ἢ τὴν µέσην. εἰ δὲ τῶν ἄνωθέν τι ἐπεπόνθει, κάτωθεν ἀπάγειν τοῦ αἵµατος. ἀεὶ γὰρ εἰς τοὐναντίον τὴν τοῦ ῥεύµατος ὁρµὴν ἀντισπᾷν ξυµφέρει. καταπλάττειν δὲ τῷ διὰ τοῦ ἀειζώου καὶ λεπισµάτων ῥοιᾶς ἑφθῶν ἐν οἴνῳ καὶ ῥοῦ καὶ ἀλφίτων συγκειµένῳ· κάλλιστον γὰρ τοῦτό γ’ ἔν τε τοῖς τοιούτοις καὶ πάνθ’ ὅσων δεόµεθα δρᾷν δυνάµενον. ἀποκρούεται γὰρ τὸ ἐπιῤῥέον καὶ ξηραίνει τὸ περιεχόµενον καὶ ῥώννυσι τὰ πέριξ µόρια. καὶ ἄλλα δὲ µυρία φάρµακα κατὰ τὸν αὐτὸν τρόπον ἔνεστί σοι συντιθέναι. ὧν τὴν µέθοδον τῆς συνθέσεως ἐν τοῖς περὶ φαρµάκων µεµάθηκας. ὅθεν κᾀγὼ καθ’ ἕκαστον ἕν τί σοι παραγράψω καὶ ὑπόµνηµά τε ἅµα καὶ παράδειγµα τῆς τῶν ἄλλων δυνάµεως ἐσόµενον. εἰ µὲν δὴ µὴ σφοδρῶς ὀδυνῷντο, τοῖς τοιούτοις χρῆσθαι· σὺν ὀδύνῃ δὲ µείζονι τοῦ ῥεύµατος ἐµπεσόντος οὐ χρὴ µὲν οὐδ’ οὕτως οὐδ’ ὕδωρ θερµὸν οὔτ’ ἔλαιον οὔτε τὰ διὰ τῶν πυρίνων ἀλεύρων προσφέρειν καταπλάσµατα. πολέµια γὰρ ἅπαντα τὰ τοιαῦτα ταῖς ῥευµατικαῖς διαθέσεσι, κᾂν εἰ παραχρῆµα δόξειε ῥᾳστώνην τινὰ φέρειν. ἀρκεῖ δὲ τῶν τοιούτων τινὶ παραµυθήσασθαι τὸ σφοδρὸν τῆς ὀδύνης, ὅσα διὰ γλυκέος τε καὶ ῥοδίνου καὶ κηροῦ βραχέος ἐν ἀµφοῖν τετηκότος σύγκειται. χρὴ δὲ καὶ ταῦτ’ ἀναλαµβάνειν ἐρίοις ῥυπαροῖς, οἴσυπον ὡς πλεῖστον ἔχουσι καὶ θέρους µὲν ψυχρά· χειµῶνος δὲ χλιαρὰ προσφέρειν. οὕτω δὲ καὶ τὰ καταπλάσµατα δι’ ἀρνογλώσσου καὶ φακῆς καὶ ἄρτου καὶ ῥοδίνου. µικρὸν δ’ ὑπεράνω τῶν πεπονθότων χωρίων ἐπιτιθέναι σπόγγον οἴνῳ στρυφνῷ βεβρεγµένον ἢ ὕδατι ψυχρῷ· κάλλιον δ’ εἰ καὶ ὄξους ὀλίγον ἔχοι. καὶ εἰ µὲν ἐπὶ τοιούτοις ἀξιόλογός τις ὠφέλεια γένοιτο καὶ µηδαµοῦ πῦον ὑποφαίνοιτο, τοῖς πρὸς τὰ ῥεύµατα µαλθακοῖς ἐµπλάστροις δεῖ χρῆσθαι· κάλλιστα δ’ αὐτῶν, ὅσα ξηραίνειν τε ἅµα καὶ ἀπωθεῖσθαι δύναται τὸ ἐπιῤῥέον αἷµα χωρὶς ὀδύνης. ὥστε τά γε συντείνοντα σφοδρῶς καὶ διὰ τοῦτο ὀδυνῶντα πλεῖον ἀδικεῖ τοῖς ἀλγήµασιν ἢ ὠφελεῖ ξηραίνοντα. τοιοῦτον οὖν εἶναι χρὴ τὸ φάρµακον, οἷόν ἐστι τὸ σύνηθες ἡµῖν τὸ διὰ τῆς χαλκίτεως ἀνιέµενον ῥοδίνῳ. εἰ δὲ καὶ καθαρὸν ἔριον οἴνῳ στρυφνῷ βρέχων ἔξωθεν ἐπιβάλλοις αὐτῷ, πλέον ὀνήσεις. ὑποφαινοµένου δὲ κατὰ τὸ µόριον πύου, καταπλάττειν µὲν ἀναγκαῖον ἅπαξ ἢ δίς που. καὶ ἄµεινον εἰς τὰ παρόντα τὸ ἐκ τῶν κριθῶν ἄλευρον. παραπλέκειν δ’ ὁµοίως τι κᾀν τούτοις ἢ ὄξους ἢ οἴνου. καὶ διελόντα καὶ κενώσαντα τὸ πῦον φυλάττεσθαι µὲν τοῦ λοιποῦ προσφέρειν ἔλαιον ἢ ὕδωρ. καὶ εἰ ἀπονίψαι ποτὲ δέοι τὸ τραῦµα, µελικράτῳ τε ἢ ὀξυκράτῳ καὶ οἴνῳ καὶ οἰνοµέλιτι χρηστέον. ἐπιτιθέναι δ’, εἰ µὲν ἔτι φλεγµαίνοι, τὸ διὰ τῆς φακῆς κατάπλασµα. µὴ φλεγµαίνοντος δὲ τῶν τε ἄλλων φαρµάκων τι τῶν ἐµπλαστῶν, οἷς ἐπὶ ταῖς τοιαύταις τοµαῖς χρώµεθα καὶ οὐχ ἥκιστά γε τῷ διὰ τῆς χαλκίτεως. ἐπιτιθέναι δὲ κατ’ αὐτῶν ἔξωθεν σπόγγον ἢ ἔριον οἴνῳ βρέχοντας στρυφνῷ. µὴ παρόντος δὲ τοῦ στρυφνοῦ, τῷ ὕδατι µίξαντας ὄξους τοσοῦτον, ὡς πίνειν δύνασθαι, τούτῳ βρέχειν. ἐπιτήδειοι δ’ εἰς ταῦτα καὶ ὅσοι θαλάττης ἔχουσιν οἶνοι. καὶ αὐτὸς δ’ ἂν ἐπὶ τοῦ καιροῦ τεχνήσαιο, µιγνύων ἁλῶν τῷ παρόντι τῷ δὲ τραύµατι µηδὲν τῶν λιπαινόντων φαρµάκων προσφέρειν, οἷον τό τε Μακεδονικόν ἐστι καὶ τὸ τετραφάρµακον καλούµενον· ἀκριβῶς γὰρ δεῖται ξηραίνεσθαι. οὕτω µὲν ἰᾶσθαι δεῖ τὰς ἐπὶ ῥεύµατι φλεγµονάς.