5. Ονοµάζοµεν οὖν οἴδηµα τὸν ἀνώδυνον µὲν καὶ χαῦνον ὄγκον. ἐπιδέδεικται δ’ οὗτος ἐκ φλεγµατώδους οὐσίας γιγνόµενος ἢ πνεύµατος ἀτµώδους, ὁποῖόν τι καὶ κατὰ τὰ νεκρὰ γίνεται σώµατα καὶ κατὰ τοὺς πόδας τε καὶ σκέλη πολλάκις, ἐν ὑδερικαῖς διαθέσεσι καὶ φθόαις καὶ καχεξίαις ἑτέραις. ἀλλ’ ἐπ’ ἐκείνων µὲν σύµπτωµά ἐστι τὸ τοιοῦτον οἴδηµα διαθέσεων ἐπισφαλῶν, οὐδεµιᾶς ἰδίας ἐξαιρέτου θεραπείας δεόµενον αὐτό. καὶ γὰρ ἀνάτριψις µόνη δι’ ὀξυῤῥοδίνου καί ποτε δι’ ἁλῶν καὶ ἐλαίου ἢ καὶ τῶν ἁλῶν ἐµβληθέντων τῷ ὀξυῤῥοδίνῳ κατέστησεν αὐτὸ καὶ ἄλλα πολλὰ τοιαῦτα. διὰ δὲ τὸν φλεγµατικὸν χυµὸν ἐπιῤῥυέντα µορίῳ, ἐπιγενοµένου τοῦ πάθους, ἐνίοτε µὲν σπόγγος ὕδατι βεβρεγµένος ὀλίγον ὄξους ἔχων κατέστησε τὸ πάθος· εἰ δὲ µὴ καταστήσειε, βραχὺ πλεῖον ἐπιβλητέον τοῦ ὄξους, ὥστε τὸ µὲν σύµµετρον τοιοῦτον εἶναι κατὰ τὴν κρᾶσιν, ὡς δύνασθαί τινα καὶ πίνειν αὐτοῦ. τούτου δὲ τὸ µὲν ὑδαρέστερον ἐν ἀρχῇ παραληπτέον ἐπὶ µαλακῶν µάλιστα σωµάτων· τὸ δ’ ἰσχυρότερον ἐπί τε γενναίων καὶ σκληρὸν ἐχόντων δέρµα καὶ πρὸς τὰς πρώτας ἐπιθέσεις τοῦ σπόγγου µηδὲν ὠφεληθέντων. εἶναι δὲ χρὴ τὸν σπόγγον πάντως καινόν· εἰ δὲ µὴ παρείη τοιοῦτος, ἔστω ἀκριβῶς ἐκπεπλυµένος ἀφρονίτρῳ τε καὶ νίτρῳ καὶ τῇ καλουµένῃ κονίᾳ στακτῇ. µὴ παυσαµένου δὲ µηδ’ ἐπὶ τούτοις τοῦ οἰδήµατος, ἐπεµβάλλειν χρὴ βραχὺ στυπτηρίας καὶ τὸν σπόγγον πάντως ἐπιτιθέναι καινόν. εἰ δὲ καὶ κατά τι τῶν κώλων τὸ τοιοῦτον οἴδηµα γένοιτο, τῆς ἐπιδέσεως ἐκ τῶν κάτω µερῶν ἀρχόµενον ἄνω τελευτᾷν τὴν ἐπιβολὴν καὶ τὴν πίεσιν καὶ τὴν σύµπασαν νοµὴν ὡς ἐπὶ καταγµάτων ποιούµενον. ὁ γάρ τοι σκοπὸς τῆς θεραπείας ἐπὶ τῶν τοιούτων παθῶν µικτός ἐστι· τὸ µέν τι διαφορεῖν τῆς οὐσίας αὐτῶν, τὸ δέ τι συνάγειν καὶ σφίγγειν. εἰ τοίνυν ἐπὶ τοῖς προειρηµένοις µὴ καθίσταιτο, τότε τῶν ἰσχυροτέρων φαρµάκων ἃ µικτὴν ἔχει τὴν κρᾶσιν ἐκ τῶν εἰρηµένων δυνάµεων ἐπιβάλλειν. ἐγὼ δὲ ἐπὶ κεχρονικότος οἰδηµατώδους ὄγκου προϋπαλείψας ἐλαίῳ τὸ µόριον εἶτ’ ἐπιθεὶς σπόγγον ἐκ κονίας καὶ σφίγξας βιαιότερον, οἶδα τελέως ἐκθεραπευθὲν τὸ πάθος, οὐκέτι δηλονότι τῆς τοιαύτης ἀγωγῆς σκοπὸν ἐχούσης, τὸ µικτὸν τῶν δυνάµεων, ἀλλ’ ἐπὶ τὸ διαφορητικόν τε καὶ τµητικὸν ἀποκλινάσης, ὅπερ ἐπὶ τῶν χρονιζόντων σχεδὸν ἁπάντων ἴσµεν εὐδοκιµοῦν. ἐπεὶ δὲ καὶ περὶ τῶν οἰδηµάτων αὐτάρκως εἴρηται πρός γε σὲ, περὶ τῶν σκιῤῥωδῶν ὄγκων ἐφεξῆς ἂν εἴη ῥητέον.