4. Τοιαῦται µέν τινες αἱ τῶν τοιούτων παθῶν ἰάσεις κατὰ γένος· ἐξαλλάττονται δὲ παρὰ τὰς τῶν πεπονθότων ὀργάνων φύσεις. τέτταρες δὲ ἀπὸ τούτων ἐνδείξεις εἰσὶν, ἐκ τῆς κράσεως αὐτῶν, ἐκ τῆς διαπλάσεως, ἐκ τῆς θέσεως, ἐκ τῆς δυνάµεως. ἐκ µὲν τῆς κράσεως, εἰ τὰ µὲν αὐτῶν ξηρότερα φύσει, τὰ δ’ ὑγρότερα, τὰ δὲ ψυχρότερα, τὰ δὲ θερµότερα γέγονε· καὶ κατὰ συζυγίαν ἢ ὑγρότερα καὶ θερµότερα ἢ ὑγρότερα καὶ ψυχρότερα ἢ ξηρότερα καὶ θερµότερα ἢ ξηρότερα καὶ ψυχρότερα ἢ κατὰ πᾶν εὔκρατα. καὶ χρὴ σκοπὸν εἶναί σοι ἐν ταῖς θεραπείαις τὴν φύσιν τοῦ µορίου. τὸ γὰρ µέχρι πόσου ψυκτέον ἢ ξηραντέον αὕτη διδάσκει. τὰ γὰρ σαρκώδη φλεγµαίνοντα βραχέως δεῖται ξηραίνεσθαι· καὶ µὲν δὴ καὶ ὅσα φλεβώδη, κᾂν ᾖ µᾶλλον τῶν σαρκωδῶν ξηρότερα, ἀλλ’ οὐδ’ αὐτά γε ἱκανῶς. ὅσα δ’ ἀρτηριώδη τὴν φύσιν ἐστὶ µόρια, µᾶλλον ἔτι τῶν φλεβωδῶν καὶ τούτων ἔτι µᾶλλον τὰ νευρώδη, καὶ πολὺ δὴ µᾶλλον τούτων ὅσα χονδρώδη καὶ ὀστώδη. πρὶν γὰρ εἰς τὴν οἰκείαν ἐπανέλθοι φύσιν τὸ µέρος, οὐδέπω τέλος ἡγητέον ἔχειν τὴν ἴασιν. ἐπανάγει δ’ εἰς τὴν ξηροτέραν µὲν κρᾶσιν, ὅσα φύσει ξηρότατα· εἰς δὲ τὴν ψυχροτέραν ὅσα ψυχρότατα. καὶ κατὰ τὰς ἄλλας δὲ δύο ποιότητας ὁµοίως· εἰς δὲ τὸ µέτριον ἐν ἑκάστῃ τὰ µέτρια. οὕτω µὲν αἱ κράσεις τῶν µορίων ποικίλλουσι τὰς τῶν παθῶν θεραπείας. αἱ δὲ διαπλάσεις ὡδί· τὰ µὲν γὰρ ἔνδον αὐτῶν εὐρύτητας ἔχει, τὰ δ’ ἔξωθεν, τὰ δ’ ἑκατέρωθεν, τὰ δ’ οὐδετέρωθεν· οἷον τῶν µὲν ἁπλῶν αἱ ἀρτηρίαι καὶ αἱ φλέβες καὶ νεῦρα· αἱ µὲν ἐν τοῖς κώλοις ἔνδον αὐτῶν· αἱ δ’ ἐντὸς περιτοναίου καθ’ ἑκάτερα· νεῦρα δὲ τὰ µὲν ἐν τοῖς κώλοις, κατ’ οὐδέτερον· ὅσα δ’ ἐντὸς περιτοναίου, κατὰ θάτερον. τοῖς δὲ σπλάγχνοις σχεδὸν ἅπασιν ἔνδοθέν τε καὶ ἔξωθέν εἰσιν εὐρυχωρίαι µεγάλαι, καὶ προσέτι καὶ ἡ σὰρξ αὐτὴ ἡ µὲν τοῦ πνεύµονος µανή· ἔµπαλιν δ’ ἡ τῶν νεφρῶν πυκνοτάτη· καὶ µετὰ ταύτην ἡ τοῦ ἥπατος. ἡ δὲ τοῦ σπληνὸς εἰς ὅσον πυκνοτέρα τῆς τοῦ πνεύµονος, εἰς τοσοῦτον µανωτέρα τῆς τοῦ ἥπατος. ἐν ἅπασιν οὖν τούτοις ὅσα µὲν οὐδετέρωθεν ἔχει κοιλότητας ἐκδεχοµένας τὸ περιττὸν τοῦ ῥεύµατος, ἰσχυρῶς δεῖται ξηραίνεσθαι, κᾂν µὴ πάνυ ξηρὰ τὴν φύσιν ᾖ, καθάπερ τὰ νεῦρα καὶ µάλιστα τὰ ἐν τοῖς κώλοις. ὅσα δ’ ἔξω τε καὶ εἴσω δύναται χαλάσαι τι τῆς φλεγµονῆς, οὐδὲν δεῖται τά γε τοιαῦτα τῶν ἱκανῶς ξηραινόντων καὶ µάλιστ’ εἰ χαύνην ἔχοι τὴν σάρκα, καθάπερ ὁ πνεύµων. ἡ δ’ ἀπὸ τῆς θέσεως ἔνδειξις οὐδ’ αὐτὴ παροπτέα· δι’ ὧν τε γὰρ χρὴ κενοῦν καὶ ὅπως καὶ ὅθεν, αὐτὴ µάλιστα διδάσκει. τῶν µὲν οὖν ἔτι ἐπιῤῥεόντων ἡ ἀντίσπασις, οὕτω γὰρ ὁ ῾Ιπποκράτης ὀνοµάζει, τῶν δ’ ἤδη κατειληφότων τὸ µόριον ῥευµάτων, ἡ παροχέτευσις ἴαµα. ἄµφω δὲ τὰ εἴδη τῆς κενώσεως διὰ τῶν κοινῶν ποιεῖσθαι κελεύει φλεβῶν. οἷον τὰς ἐπὶ µητρῶν ἀντισπάσεις, εἰ τὴν ἐν ἀγκῶνι τέµνοις φλέβα ἢ παρὰ τοὺς τιτθοὺς σικύας προσβάλλοις ἢ εἰ τὰς χεῖρας θερµαίνοις τε καὶ ἀνατρίψαις καὶ διαδήσαις. παροχετεύσεις δὲ τὰς ἐν ἰγνύαις ἢ σφυροῖς διαιρῶν καὶ σικύας µηροῖς προσβάλλων καὶ θερµαίνων καὶ ἀνατρίβων καὶ διαδῶν τὰ σκέλη. καὶ εἰ µὲν ἡ δεξιὰ µήτρα πεπόνθοι, ἐκ δεξιᾶς χειρὸς καὶ σκέλους ἀπάγων τὸ αἷµα. τῆς δ’ ἀριστερᾶς πεπονθυίας ἐκ τῶν ἐν ἐκείνῃ κατ’ εὐθὺ κώλων. τὸ γὰρ καθ’ ἵξιν ὑπ’ αὐτοῦ λεγόµενον αὐτὸ τοῦτ’ ἔστι τὸ κατ’ ἰσότητα. τέµνειν δὲ τὰς ἔνδον φλέβας τοῦ ῾Ιπποκράτους· αὗται γὰρ ἐγγυτέρω τε τῶν πεπονθότων µορίων καὶ µᾶλλον κατ’ εὐθύ. καὶ γὰρ εἰ σπληνὸς φλεγµαίνοντος κενοῦν αἵµατος ἐθέλοις, τῆς ἀριστερᾶς χειρὸς τὰς ἔνδον φλέβας τέµνειν, καὶ εἰ ἥπατος, τῆς δεξιᾶς ὡσαύτως. εἰ δέ τι τῶν ἄνωθεν εἴη φλεγµαῖνον, ὡς ἐν συνάγχαις τε καὶ ὀφθαλµίαις καὶ ὅσα περὶ κεφαλὴν, τὰς ἔξωθέν τε καὶ κατ’ εὐθύ· τῶν κώλων δ’ αὐτῶν πεπονθότων ἀπὸ τῶν ὁµοζύγων ἡ κένωσις, εἴτε ἀντισπᾷν εἴτε παροχετεύειν ἐθέλοις, πλὴν εἰ µὴ χρόνιον εἴη τὸ πάθηµα. τηνικαῦτα γὰρ ἀπ’ αὐτοῦ τοῦ πεπονθότος. οὕτως οὖν κᾀπὶ τῶν συναγχικῶν τὰς ὑπὸ τὴν γλῶσσαν φλέβας τέµνοµεν, ὅταν ἡµῖν τὸ µὲν ὅλον ἤδη σῶµα κενὸν ᾖ, χρονίζῃ δὲ τὸ πάθος. οὕτω δὲ καὶ σπληνὶ καὶ ἥπατι σικύας προσβάλλοµεν. οὕτω δὲ καὶ ἄλλο τι καὶ ἄλλο µέρος πεπονθὸς ἀποσχάζοµεν, οὐκ ἐπιῤῥεόντων ἔτι τῶν χυµῶν· ἐρεθιεῖς γὰρ αὐτοὺς ἐν τῷδε µᾶλλον καὶ διπλάσιον ἐργάσῃ τὸ κακόν. ἀλλ’ ὅταν ἤδη τὸ µὲν ὅλον ἀπέριττον ᾖ σῶµα, µηδὲν δ’ ἐπιῤῥέῃ νῦν, ἴσχηται δέ τι τοῦ παλαιοῦ ῥεύµατος ἐν τῷ µορίῳ. καὶ µὴν καὶ ὅτι τὰ µὲν ἐν τοῖς κυρτοῖς τοῦ ἥπατος ἐπ’ οὖρα χρὴ προτρέπειν, τὰ δ’ ἐν τοῖς σιµοῖς ἐπὶ τὴν κάτω διαχώρησιν, ἡ θέσις ἐδίδαξε τοῦ σπλάγχνου. καὶ ὅτι θώρακα µὲν καὶ πνεύµονα διὰ βηχῶν ἐκκαθαίρειν· γαστέρα δὲ καὶ στόµαχον δι’ ἐµέτων ἔντερα δὲ ταῖς κάτω διαχωρήσεσιν· ὥσπερ οὖν καὶ σπλῆνα καὶ νεφροὺς µὲν ταῖς δι’ οὔρων· µήτραν δὲ ταῖς διὰ τῶν καταµηνίων· ἐγκέφαλον δὲ καὶ µήνιγγας ταῖς δι’ ὑπερώας καὶ γαργαρεῶνος καὶ ῥινῶν καὶ ὤτων. ἀλλὰ καὶ ὅτι τοῖς µὲν ἐπιπολῆς µορίοις τοιοῦτον εἶδος χρὴ φαρµάκων προσφέρειν, οἵου δεῖται τὸ πάθος· τοῖς δ’ ἐν τῷ βάθει καὶ διὰ πολλῶν τῶν µεταξὺ µέλλουσιν ὁµιλήσειν ταῖς δυνάµεσιν αὐτῶν, οὐχ οἷον νῦν ἐστιν, ἀλλ’ οἷον ἔσεσθαι µέλλει παρὰ τῆς θέσεως τῶν µορίων ἐµάθοµεν. ὥστ’ εἴ τι τῶν ἔξωθεν ἐπιτιθεµένων εἴτε τῶν ἐσθιοµένων ἢ πινοµένων εἴη τὸ φάρµακον, οὐ τὴν παροῦσαν αὐτοῦ δύναµιν ἐπισκεπτέον, ἀλλ’ οἵαν ἕξει πλησιάζον τῷ πεπονθότι µορίῳ. ταῦτ’ ἄρα ταῖς τοῦ πνεύµονος φλεγµοναῖς, ὅσα προσφέρουσιν ἔξωθεν ἐπιπλάσµατα, τῷ θώρακι περιβάλλοντες ἰσχυρότερα πολὺ καὶ δριµύτερα τὴν φύσιν ἐστὶν ἢ εἰ αὐτῷ τῷ σπλάγχνῳ προσεφέρετο. διὰ πολλῶν γὰρ τῶν µεταξὺ σωµάτων τὸ ἐντυγχάνειν µέλλον τῷ πεπονθότι µορίῳ παροδεῦον πάντως ἂν ἐξελύθη τε καὶ ἠµαυρώθη τὴν δύναµιν, εἰ ἐξ ἀρχῆς ἦν ἀσθενές. τοσοῦτον οὖν αὐτοῖς ἐπικτήτου ἰσχύος διδόναι προσῆκεν, ὁπόσον ἡ ὁδὸς ἀφαιρεῖται· ὥστε ἶσον καθίστασθαι τὸ λειπόµενον τῷ διὰ τοῦ ψαύειν ὠφελοῦντι. ταῦτ’ ἄρα καὶ αὐτοῦ τοῦ θώρακος τοῖς µὲν ἐπιπολῆς φλεγµαίνουσιν ἱκανὰ, τὰ χαλᾷν µόνον δυνάµενα· τοῖς δ’ ἔνδον, ὥσπερ καὶ τῷ ὑµένι τῷ ὑπεζωκότι, δριµυτέρων δεῖ. καὶ περὶ σπληνὸς δὲ καὶ ἥπατος καὶ πάντων τῶν ἔνδον τοῦ περιτοναίου µορίων ὁ αὐτὸς λόγος. ἑλκοῦται γὰρ πολλάκις ὑπὸ τῶν ἐπιτιθεµένων φαρµάκων τὸ δέρµα, καί τοι πολὺ σκληρότερόν τε καὶ δυσπαθέστερον ὑπάρχον τῶν σπλάγχνων. καὶ εἰ δυνατὸν ἦν αὐτοῖς τοῖς σπλάγχνοις ἐπιβάλλειν, ὧν ἑκάστοτε δέονται, τοσούτῳ µαλακωτέρων φαρµάκων ἂν ἐδεήθησαν, ὅσῳ καὶ ἡ φύσις αὐτῶν ἐστιν εὐπαθεστέρα. καὶ µὲν δὴ καὶ ὅσα κελεύουσί τε ἐσθίειν καὶ πίνειν φάρµακα τοῖς τῶν σπλάγχνων παθήµασιν ἀρωγὰ, καὶ ταῦτα πολὺ δριµύτερά τε καὶ ἰσχυρότερά ἐστι ταῖς δυνάµεσιν ἢ οἵων δεῖται τὰ πάσχοντα µόρια, πλὴν τῶν γαστρὶ καὶ στοµάχῳ συµφερόντων· ταῦτα γὰρ µόνα τοιαῦτα διδόασιν, οἵων χρῄζει τὰ πάθη· τὰ δ’ ἄλλα πάντα δριµύτερα καὶ ἰσχυρότερα ταῖς δυνάµεσίν ἐστι· καὶ µάλισθ’ ὅσα νεφρῶν ἢ πνεύµονος ἕνεκα δίδονται. σκοπεῖν οὖν ὅσον ἀριθµὸν µορίων διεξέρχεται, τὸ µέλλον εἰς πνεύµονα φέρεσθαι. πρῶτον µὲν στόµα καὶ φάρυγγα καὶ στόµαχον· ἔπειτα δ’ αὐτὴν τὴν γαστέρα καί τινα τῶν λεπτῶν ἐντέρων· εἶτα τὰς ἐν τῷ µεσεντερίῳ φλέβας· εἶτα τὰς ἐν τοῖς σιµοῖς τοῦ ἥπατος· ἐξ ὧν εἰς τὰς ἐν τοῖς κυρτοῖς µεταληφθὲν, ἐντεῦθεν εἰς τὴν κοίλην φλέβα ἔρχεται, µεθ’ ἣν εἰς καρδίαν· ἔπειθ’ οὕτως εἰς πνεύµονα. καὶ οὐκ ἔστιν εἰπεῖν, ὡς οὐ καθ’ ἕκαστον τούτων τῶν µορίων, χυµοῖς τέ τισιν ἀναµίγνυται καί τινα µεταβολὴν καὶ ἀλλοίωσιν οἰκείαν τῇ φύσει τοῦ σπλάγχνου δέχεται. ὥστε τὸ καταλειπόµενον αὐτοῦ τῆς δυνάµεως παντελῶς ἐστι µικρὸν καὶ ἀµυδρὸν ἢ ὅσον αὔταρκες εἰς τὴν ὠφέλειαν τοῦ πεπονθότος. ἡ µὲν οὖν παρὰ τῆς θέσεως τῶν µορίων ἔνδειξις εἰς τοσοῦτον ἄρα τὴν θεραπείαν ὑπαλλάττει· ἡ δὲ παρὰ τῆς δυνάµεως εἰς ὅσον νῦν ἐρῶ. ἐπειδὴ τῶν µορίων τοῦ σώµατος τὰ µὲν ἐπιῤῥύτοις διοικεῖται δυνάµεσι, τὰ δὲ καὶ συµφύτοις· τούτων δ’ αὐτῶν τὰ µὲν ἑαυτοῖς µόνοις, τὰ δὲ καὶ ἄλλοις ἀρχαὶ δυνάµεών εἰσι· καὶ τῶν µὲν ἴδιον τοὖργόν ἐστι, τῶν δὲ κοινὸν, ἀναγκαῖον ὑπαλλάττεσθαι τὸ τῆς θεραπείας εἶδος ἐν ἑκάστῃ τῶν εἰρηµένων διαφορῶν. πολλὰ γὰρ τῶν προειρηµένων βοηθηµάτων λύει µὲν τὰ πάθη, βλάπτει δὲ τὰς συµφύτους τῶν µορίων δυνάµεις, ὧν δὲ ἡ βλάβη παντὶ τῷ σώµατι διαφέρει, διττῶς τούτου γιγνοµένου, παρ’ ὅσον ἤτοι δυνάµεώς ἐστιν ἀρχὴ τὸ σπλάγχνον, ἅπασι τοῖς µέρεσι κοινὴ ἢ τοὖργον αὐτοῦ παντὶ τῷ σώµατι χρήσιµον. ἧπαρ µὲν γὰρ καὶ καρδία καὶ ἐγκέφαλος καὶ ὄρχεις ἀρχαὶ δυνάµεών εἰσι κοιναὶ ὅλῳ τῷ σώµατι. γαστρὶ δὲ καὶ µήτρᾳ ἔµφυτοι µὲν αἱ δυνάµεις καὶ οὐδενὸς ἄλλου κοιναί. τό γε µὴν ἔργον τὸ µὲν τῆς γαστρὸς ἅπαντι τῷ σώµατι χρήσιµον· τὸ δὲ τῶν µητρῶν οὐκέτι. βλάπτει δὲ πολλάκις ἡ τοῦ πάθους ἴασις τὴν δύναµιν τοῦ µέρους· τά τε γὰρ ἀµέτρως χαλῶντα λύει τὸν τόνον, ὥστε καὶ τὴν δύναµιν τοῦ µέρους· τὰ δ’ ὑπερβαλλόντως ψύχοντα σβέννυσι τὸ ἔµφυτον θερµὸν, ὃ τάχα µὲν, ὥς τισιν ἔδοξε τῶν ἀρίστων ἰατρῶν τε καὶ φιλοσόφων, ἡ οὐσία τῶν δυνάµεών ἐστιν, εἰ δὲ µὴ, ἀλλὰ τό γε πρῶτόν τε καὶ ἀναγκαιότατον αὐτῶν ὄργανον. ἤδη δὲ καὶ ποιότητές τινες ἄτοποι καταλυτικαὶ τῶν δυνάµεών εἰσιν. οὐδὲν οὖν τούτων χρὴ παρέρχεσθαι κατὰ τὰς ἰάσεις, ἵνα µή ποτε λάθωµεν ἡµᾶς αὐτοὺς εἰπόντας τὸ µὲν πάθος ἐθεραπεύθη, ὁ δὲ ἄνθρωπος ἀπέθανεν· ὅπερ ὁσηµέραι γιγνόµενον ὁρᾷς ὑπὸ τῶν πλείστων, ὅσοι τήν τε ἄλογον τριβὴν πρεσβεύουσι καὶ τὴν ἅπασι τοῖς τῆς τέχνης καλοῖς λυµηναµένην αἵρεσιν µεθοδικὴν, ἥ τινας λόγους µεταδιώκει δογµατικοὺς µὲν, ἀλλὰ καὶ πολλῶν ἁµαρτηµάτων ἀνάπλεως. ἐν τῇ παρὰ τῆς δυνάµεως ἐνδείξει τῶν µορίων εἴη δ’ ἂν καὶ τὸ δυσαίσθητον ἢ εὐαίσθητον ὑπάρχειν αὐτό. τὰ γὰρ εὐαίσθητα δριµέων οὐκ ἀνέχεται φαρµάκων, ὥσπερ οὐδὲ χυµῶν. ἐν γοῦν τῷ στόµατι τῆς κοιλίας δριµέος τινὸς χυµοῦ περιεχοµένου συγκόπτονται πολλάκις· εἰ δὲ τὰ µετριώτατα πάσχοιεν, ἀλύουσί τε καὶ ναυτιῶσι, ποτὲ µὲν ἐµοῦντες τὸν λυποῦντα χυµὸν, ἔσθ’ ὅτε δὲ µάτην σπαραττόµενοι· καὶ γίνεται τοῦτο κατ’ ἐκείνας µάλιστα τὰς διαθέσεις, ἐν αἷς εἰς τὸ στόµα τῆς γαστρὸς ὁ µοχθηρὸς ἀναπίνεται χυµός. ὁµοίως δὲ καὶ τοῖς ὀφθαλµοῖς ἐπιῤῥέων ὁ τοιοῦτος χυµὸς ὀδυνηρότατός ἐστι καὶ φλυκταίνας ἑλκώδεις τε καὶ δυσιάτους ἐργάζεται. ὡσαύτως οὖν οὐδὲ τῆς τῶν δριµέων φαρµάκων ὁµιλίας ὀφθαλµὸς ἀνέχεται διὰ τὴν εὐαισθησίαν, ὥσπερ οὐδὲ τὸ στόµα τῆς γαστρός. οὐ µὴν οὐδ’ ἐπικειµένου τινὸς ἔξωθεν βαρύνοντος, ἀνέχεται ταῦτα τὰ µόρια· καὶ µᾶλλόν γε τῆς γαστρὸς ὁ ὀφθαλµός· ὅπου γ’ ἐνίοτε καὶ πρὸς τῶν ἐπιχριοµένων φαρµάκων βαρύνεται. τὰ δ’ ἀναισθητότερα µόρια καὶ καταπλασµάτων ἀνέχεται βαρέων καὶ φαρµάκων δακνόντων. εἰ γοῦν πέµπτην τις ἐθέλοι πρὸς ταῖς εἰρηµέναις τέτταρσι τὴν ἀπὸ τῆς εὐαισθησίας ἔνδειξιν ἀριθµεῖν, εἴτ’ οὖν περιλαβεῖν τὴν κατὰ δύναµιν, οὐδὲν ὡς πρὸς τὸ καλῶς ἰᾶσθαι διαφέρει. τούτων οὖν ἀεὶ χρὴ µεµνῆσθαι τῶν ἐνδείξεων ἐπὶ παντὸς µορίου πάσχοντος ὁτιοῦν πάθος. ἥ τε γὰρ κρᾶσις αὐτοῦ καὶ ἡ διάπλασις ἥ τε θέσις καὶ ἡ δύναµις ὑπαλλάξει τὰς κατὰ µέρος ἡµῶν ἐνεργείας φυλαττοµένου τοῦ κοινοῦ σκοποῦ· τοῦτον γὰρ ἔφαµεν ἐκ τοῦ πάθους ἀεὶ δεῖν λαµβάνεσθαι. τὰ µὲν οὖν κατὰ ψιλὴν καὶ µόνην δυσκρασίαν γιγνόµενα νοσήµατα διὰ τῶν ἐναντίων ποιοτήτων θεραπεύεται· θερµὴ µὲν δυσκρασία διὰ τῶν ψυχόντων, εἴτ’ οὖν πρώτως εἴτε καὶ κατὰ συµβεβηκὸς εἴη ταῦτα ψύχοντα· ψυχρὰ δὲ διὰ τῶν θερµαινόντων. οὕτω δὲ καὶ ξηρὰ µὲν διὰ τῶν ὑγραινόντων· ὑγρὰ δὲ διὰ τῶν ξηραινόντων. περὶ δὲ τοῦ πρώτως θερµαίνοντος ἢ κατὰ συµβεβηκὸς ἐπὶ πλεῖστον, ὡς οἶσθα, ἐν τῇ περὶ τῆς τῶν ἁπλῶν φαρµάκων δυνάµεως ἐπεσκεψάµεθα πραγµατείᾳ, ἐπιδεικνύντες ἐνίοτε καὶ τὸ πρώτως ψῦχον θερµαίνειν κατά τι συµβεβηκὸς, ὥσπερ καὶ τὴν τοῦ ψυχροῦ κατάχυσιν ὕδατος, ὅταν ἐπανάκλησιν θέρµης ποιῆται· καὶ τὴν τοῦ θερµοῦ ψύξιν, ὅταν ἀραιῶσαν τὸ σῶµα διαφορήσῃ τὴν ἐν αὐτῷ θερµασίαν. αἱ µὲν οὖν κατὰ µόνας τὰς δραστικὰς ποιότητας ἀλλοιώσεις τῶν σωµάτων ὑπὸ µόνης τῆς διὰ τῶν θερµαινόντων τε καὶ ψυχόντων ὑγραινόντων τε καὶ ξηραινόντων δυνάµεως εἰς τὸ κατὰ φύσιν ἄγονται, µὴ δεόµεναι κενώσεως αἰσθητῆς. αἱ δὲ δι’ ἐπιῤῥοὴν ὕλης, εὐκράτου µὲν οὔσης αὐτῆς, κενώσεως χρῄζουσι µόνης, δυσκράτου δὲ, κενώσεώς τε ἅµα καὶ τῆς διὰ τῶν ἐναντίων ποιοτήτων ἀλλοιώσεως· κενώσεως µὲν, ὥσπερ αἱ ῥευµατικαὶ καλούµεναι, περὶ ὧν ἓν ἡµῖν, ὡς οἶσθα, γέγραπται βιβλίον· ἐν ᾧ καὶ τοῦτο εὐθέως κατ’ ἀρχὰς ἐδείχθη, τὸ τῆς θρεπτικῆς δυνάµεως ὅλου τοῦ σώµατος ἀῤῥωστούσης, γίγνεσθαι τὰς διαθέσεις ταύτας, ῥεούσης τῆς ἀθροιζοµένης περιουσίας εἰς τὰ πάντων ἀτονώτατα µόρια. τοῦ µέντοι ῥέοντος αἵµατος εἰς τὰ τοιαῦτα µόρια κατὰ τὰς ῥευµατικὰς διαθέσεις ἔχοντός τινα κακοχυµίαν ἡ διάθεσις γίνεται µικτή· καὶ γίγνοιτ’ ἂν ἴσως τοῦτο σπανιώτατα. διὰ παντὸς γὰρ ὤφθη µοι, χωρὶς φλέγµατος ἢ ξανθῆς χολῆς ἢ µελαίνης αἷµα τῇ συστάσει λεπτὸν ἐπιῤῥέον. ἐξ ἄλλης δέ τινος αἰτίας εἰς ὄγκον ἀρθέντος τοῦ µορίου σκοπεῖν εἴτε φλεγµονὴ τὸ πάθος ἐστὶν εἴτε σκίῤῥος εἴτε οἴδηµα, φλεγµονὴν ὀνοµαζόντων ἡµῶν ἅπασαν τὴν θερµὴν καὶ οἷον φλογώδη διάθεσιν, ἧς τὰς διαφορὰς ὀλίγον ἔµπροσθεν εἴποµεν. ὥρα τοίνυν ἤδη περὶ τῶν οἰδηµάτων ὑποθέσθαι σοι διὰ βραχέων, ἀναµνήσεως ἕνεκεν ὧν κατὰ διέξοδον ἤκουσας ἡµῶν λεγόντων.