8. Μεταβῆναι γὰρ ἤδη καιρὸς ἐφ’ ἕτερον ὄγκου γένος, ᾧ τῆς γενέσεως ἡ ὕλη πνεῦµα φυσῶδές ἐστι. ὀνοµάζεται δ’ οὐ µόνον φυσῶδες, ἀλλὰ καὶ φῦσα τὸ τοιοῦτον πνεῦµα, παχὺ καὶ ἀτµῶδες ὑπάρχον, οὐκ αἰθερῶδες τὴν οὐσίαν οὐδὲ λεπτόν· ἐννόησον δ’ αὐτοῦ τὴν φύσιν ἐκ τοῦ περιέχοντος ἡµᾶς ἀέρος ἀναµνησθεὶς, ὁποῖος µὲν ἐν νοτίοις καταστάσεσιν, ὁποῖος δ’ ἐν βορείοις γίνεται. τῷ µὲν γὰρ ἐν νοτίοις καταστάσεσιν ἔοικε τὸ φυσῶδες· τῷ δ’ ἐν βορείοις τὸ κατὰ φύσιν ἐν ἡµῖν πνεῦµα· συµβάλλεται δ’ εἰς τὸ µὴ διαπνεῖσθαι τὸ τοιοῦτον πνεῦµα καὶ ἡ τῶν σωµάτων πύκνωσις. ὥστε καὶ ἡ ἴασις τοῦ πάθους τούτου τὸν σκοπὸν ἕνα καὶ κοινὸν ἀµφοῖν ἕξει τὴν τῶν πεπυκνωµένων σωµάτων ἀραίωσιν καὶ τὴν τῶν πεπαχυσµένων πνευµάτων λέπτυνσιν. θερµαίνων γὰρ ἱκανῶς ἄµφω δι’ οὐσίας λεπτοµεροῦς ἀραιώσεις µὲν τὸ πεπυκνωµένον, λεπτυνεῖς δὲ τὸ πεπαχυσµένον. ἡ δὲ τῶν πασχόντων µορίων φύσις συνενδείξεταί σοι τήν τ’ ἐπιτήδειον ὕλην τῶν βοηθηµάτων καὶ τὸ µᾶλλόν τε καὶ ἧττον ἐν αὐτῇ. τὸ γάρ τοι πνεῦµα τοῦτο τὸ παχὺ καὶ ἀτµῶδες ἔσθ’ ὅτε µὲν ὑπὸ τοῖς περιοστείοις ὑµέσιν ἀθροιζόµενον ἴσχεται· ποτὲ δ’ ὑπὸ τῷ περιτοναίῳ· ποτὲ δ’ ἐντὸς τῶν ἐντέρων ἢ τῆς γαστρός. ἴσχεται δέ ποτε καὶ ὑπὸ τῶν τοὺς µῦς περιεχόντων ὑµένων ἔνδον, ὥσπερ γε καὶ ὑπὸ τῶν ὑµενωδῶν τενόντων. ἴσχεται δὲ καὶ κατὰ τὰς λόγῳ θεωρητὰς χώρας ἔν τε τοῖς µυσὶ καὶ τοῖς ἄλλοις σώµασιν· ὧν χωρίων τὴν φύσιν ἐν ταῖς ἀνατοµικαῖς ἔµαθες ἐγχειρήσεσιν. οὕτω γοῦν καὶ αὐτὸς ὁ µὺς ἐµφυσᾶται. καὶ κατὰ τὸ τῆς γαστρὸς ἢ τὸ τῶν ἐντέρων σῶµα κατακλείεται πνεῦµα φυσῶδες· ὅταν δὲ καὶ ψυχρὸν ἱκανῶς ᾖ τοῦτο, µεγίστην ὀδύνην παρέχει. θεραπεία δὲ κοινὴ µὲν ἁπάντων, ὡς εἴρηται, διὰ λεπτοµεροῦς οὐσίας· καὶ ὅταν γε µετ’ ὀδύνης ᾖ τὸ πάθηµα, τοιαύτης τὴν φύσιν ὡς πρᾳΰνειν τὰ ἀλγήµατα δύνασθαι. κατὰ δὲ τὴν τῶν πασχόντων µορίων διαφορὰν ἥ θ’ ὕλη τῆς θεραπείας ὑπαλλάττεται καὶ ἡ δύναµις ἐπιτείνεται καὶ ἀµβλύνεται. διὰ τοιοῦτον οὖν πνεῦµα τῆς ὀδύνης γιγνοµένης ἐν τῇ κάτω γαστρὶ, τὸ λεπτοµερὲς ἔλαιον ἐνιεὶς ἅµα τοῖς ἐναφηψηµένοις αὐτῷ φαρµάκοις, αὐτίκα παύσεις αὐτήν. τὰ δ’ ἐναφηψηµένα τῷ ἐλαίῳ φάρµακα θερµαίνοντα µετὰ λεπτοµερείας ἔστω κύµινόν τε τὸ παρ’ ἡµῖν καὶ µᾶλλον αὐτοῦ τὸ καλούµενον Αἰθιοπικὸν καὶ σελίνου καὶ πετροσελίνου σπέρµα καὶ µαράθρου καὶ σίνωνος καὶ ἀνίσου τε καὶ λιβυστικοῦ καὶ σεσέλεως καὶ δαύκου καὶ σπονδυλίου. καὶ εἰ τεκµαίροιο ψυχρὰν εἶναι τὴν διάθεσιν τῶν ὀδυνωµένων µορίων, καὶ πήγανον καὶ µάραθρον καὶ δαφνίδας ἐναφεψήσεις καὶ µίξεις ἄσφαλτόν τε καὶ αὐτὸ τὸ δάφνινον, ὅσα τ’ ἄλλα τῶν οὕτω θερµαινόντων ἐστίν. εἰ δὲ καὶ φλεγµονὴν µεµίχθαι ταῖς τοιαύταις ὀδύναις ὑπολάβοις, ἀφαιρήσεις µὲν τὰ δριµέα πάνυ καὶ θερµαίνοντα σφοδρῶς. ἐπὶ δὲ τὰ µετρίως τοιαῦτα µεταβήσῃ χαλαστικὴν ἔχοντα δύναµιν. ἐναφεψήσεις οὖν τῷ ἐλαίῳ τὸ ἄνηθον, οὐ τὸ πήγανον, καὶ µίξεις στέαρ χήνειον ἢ ἀλεκτορίδος. ἀλλὰ ταῦτα µὲν ἐπὶ µεγάλοις ἀλγήµασι. τὰ δὲ µέτρια καὶ ἡ ἔξωθεν ὤνησε πυρία, µάλιστα µὲν διὰ κέγχρων, ἡ γὰρ κουφότης αὐτῶν ἀλυποτάτη τοῖς ὀδυνωµένοις ἐστί. τούτων δὲ µὴ παρουσῶν ἢ δι’ ἁλῶν θερµανθέντων ἢ δι’ ὠµόλινον ἢ ὁπωσοῦν ἄλλως. καὶ σικύα δὲ µεγάλη µετὰ φλογὸς δαψιλοῦς ἄνευ τοῦ σχάσαι τὸ δέρµα πολλάκις ἀνωδύνους διὰ ταχέων εἰργάσατο. χρὴ δὲ περιλαµβάνειν αὐτὴν τὸν ὀµφαλόν. εἰ δ’ ἐπὶ τούτοις ἐπιµένοιεν αἱ ὀδύναι, τολµήσεις χρήσασθαι τοῖς δι’ ὀπίου φαρµάκοις, ὁποῖόν ἐστι καὶ τὸ τοῦ Ταρσέως Φίλωνος ἅπασι τοῖς ἰατροῖς γινωσκόµενον, εἰδὼς µὲν ἐξ ἀνάγκης τινὰ βλάβην τοῖς πεπονθόσι µορίοις ἐκ τῶν τοιούτων φαρµάκων ἐσοµένην, ἀλλὰ πρὸς τὸ κατεπεῖγον ἐνιστάµενος αἱρήσῃ µετὰ µικρᾶς βλάβης σῶσαι τὸν ἄνθρωπον ὑπὸ τοῦ τῆς ὀδύνης µεγέθους συγκοπτόµενον. ἐξέσται γάρ σοι ταῖς ἑξῆς ἡµέραις ἐπανορθώσασθαι τὴν γεγενηµένην βλάβην ὑπὸ τοῦ φαρµάκου. καλεῖται µὲν οὖν ἀνώδυνα φάρµακα τὰ τοιαῦτα τῷ παύειν τὰς ὀδύνας. ἐργάζεται δὲ τὴν ἀνάπαυλαν αὐτῶν οὐ τὰς διαθέσεις θεραπεύοντα τελέως, ἀλλὰ τὴν αἰσθητικὴν δύναµιν ναρκοῦντα. χρῆσθαι δὲ προσήκει τῷ Φιλωνείῳ φαρµάκῳ καὶ πᾶσι τοῖς δι’ ὀπίου σκευαζοµένοις οὐκ εὐθέως, ἀλλὰ µετὰ χρόνον τῆς συνθέσεως ἐνιαύσιον ἢ πάντως γε µῆνας ἕξ. µάλιστα µὲν οὖν καὶ τάχιστα διὰ τῶν πινοµένων φαρµάκων οἱ κάµνοντες ἀνώδυνοι γίγνονται, πεπονθότων αὐτοῖς τῶν λεπτῶν ἐντέρων, ὥσπερ γε καὶ διὰ τῶν ἐντιθεµένων τῇ ἕδρᾳ ταχέως ὠφελοῦνται τὰ τῶν παχέων ἐντέρων παθήµατα. γίνεται δὲ οὐ σµικρὰ τῆς δυνάµεως διάδοσις κᾀκ τῶν πινοµένων τοῖς κάτω πεπονθόσι, κᾀκ τῶν ἐντιθεµένων τῇ ἕδρᾳ τοῖς τὰ ἄνω πάσχουσιν. ἥ γε µὴν ἐν τοῖς σαρκώδεσι µέρεσι τοῦ φυσώδους πνεύµατος ἄθροισις ἔστιν ὅτε παντάπασιν ἀνώδυνος γίνεται καὶ χρόνῳ παραµένει πλείονι καὶ µάλισθ’ ὅταν ἐγγὺς ᾖ διαρθρώσεως. ἐνταῦθα γάρ τοι καὶ οἱ µύες αὐτοὶ νευρωδέστεροί τε καὶ πυκνότεροι καὶ σαρκωδέστεροί τε καὶ ἀραιότεροι κατὰ τὰ µέσα σφῶν αὐτῶν. ἐθεράπευσα δὲ, ὡς οἶσθα, τὰς τοιαύτας διαθέσεις τοῖς διὰ πίττης καὶ ῥητίνης καὶ τερεβινθίνης καὶ στέατος λεοντείου καὶ ταυρείου φαρµάκοις. ἁρµόζει δ’ ἐπ’ αὐτῶν καὶ τὸ διὰ γλοιοῦ καὶ τιτάνου καὶ τὸ διὰ τοῦ συκοµόρου, καὶ συνελόντι φάναι τὰ λεπτοµερῆ γενναίως, ἐπιµιγνυµένων αὐτοῖς τῶν µαλακτικῶν.