1. Πόσα µέν ἐστι καὶ τίνα τὰ σύµπαντα νοσήµατα κατ’ εἴδη τε καὶ γένη διαιρουµένοις, ἁπλᾶ τε καὶ σύνθετα, δι’ ἑτέρου δεδήλωται γράµµατος. ἑξῆς δ’ ἂν εἴη τὰς αἰτίας αὐτῶν ἑκάστου διελθεῖν, ἀπὸ τῶν ἁπλῶν τε καὶ ὁµοιοµερῶν ὀνοµαζοµένων τοῦ ζώου µορίων ἀρξαµένους, εἶτ’ αὖθις ἐπὶ τὰ σύνθετά τε καὶ ὀργανικὰ µεταβάντας. ἐπεὶ τοίνυν ἐδείχθη, κατὰ µὲν τοὺς ἡνῶσθαί τε καὶ ἠλλοιῶσθαι τὴν ὑποβεβληµένην οὐσίαν γενέσει καὶ φθορᾷ δοξάζοντας, ἅπασα νόσος ὁµοιοµεροῦς τε καὶ ἁπλοῦ πρὸς αἴσθησιν σώµατος ἤτοι δυσκρασία τις ὑπάρχουσα, ἢ τῆς συνεχείας αὐτοῦ τῶν µερῶν διαίρεσις, κατὰ δὲ τοὺς µήθ’ νῶσθαι καὶ κενόν τι παραπεπλέχθαι πάσῃ σώµατος συγκρίσει νοµίζοντας, ἀµετρία τε πόρων οὖσα καὶ λύσις τῆς αἰσθητῆς ἑνώσεως, ἀρξώµεθα καὶ νῦν ἐπισκοπεῖσθαι τὰς αἰτίας ἑκάστου τῶν νοσηµάτων τῆς πρώτης ὑποθέσεως, ἣν δὴ καὶ ἀληθῆ πεπείσµεθα ὑπάρχειν. ἦν δ’, οἶµαι, τέτταρα µὲν ἁπλᾶ, τέτταρα δὲ σύνθετα, ποτὲ µὲν τοῦ θερµοῦ µόνον τὴν αὔξησιν ἄµετρον ἢ τοῦ ψυχροῦ λαβόντος, ἤ τινος τῶν τῆς ἑτέρας ἀντιθέσεως τῆς κατὰ τὸ ξηρὸν καὶ ὑγρὸν, ἔστιν ὅτε δὲ καὶ κατὰ συζυγίαν τινὰ αὐξηθέντων αὐτῶν, ὡς εἶναι θερµὸν ἅµα καὶ ξηρὸν, ἢ ψυχρὸν καὶ ξηρὸν, ἢ θερµὸν καὶ ὑγρὸν, ἢ ψυχρὸν καὶ ὑγρὸν τὸ νόσηµα.