2. Περὶ µὲν οὖν τούτων ἤδη λέλεκται, περὶ δὲ τῶν εἰδικῶν συµπτωµάτων ἐν τῷδε γράµµατι πρόκειται διελθεῖν. ἔστι δὲ καὶ τούτων τριττὴ διαφορά· τὰ µὲν γὰρ διαθέσεις εἰσὶν αὐτοῦ τοῦ σώµατος ἡµῶν· τὰ δὲ ἐνεργειῶν βλάβαι· τὰ δὲ ἀµφοτέραις ἑπόµενα, κατά τε τὴν ἀµετρίαν τῶν ἐκκρινοµένων καὶ ἐπεχοµένων καὶ τοὺς ἐν αὐτῷ τῷ ζώῳ συνισταµένους ψόφους, καὶ προσέτι τὰς ἄλλας ἁπάσας αἰσθητὰς διαφοράς. βλάβη δ’ ἀκουέσθω νῦν καὶ ἡ στέρησις. οὐ γὰρ ἡ δυσκινησία µόνον, οὐδὲ ἡ δυσαισθησία, βλάβαι τινὲς τῶν ἐνεργειῶν εἰσιν, ἀλλὰ καὶ ἡ ἀκινησία τε καὶ ἡ ἀναισθησία· κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδ’ ἡ δυσπεψία µόνον, ἀλλὰ καὶ ἡ ἀπεψία. ταυτὶ µὲν οὖν τὰ γένη τῶν συµπτωµάτων, ἐν οἷς χρὴ σκοπεῖσθαι τὰς κατὰ µέρος διαφοράς· ἑξῆς δ’ ἂν εἴη προσῆκον ἕκαστον διελθεῖν τῷ λόγῳ, πρότερόν γε ἀναµνήσαντας, ὃ κᾀν τῷ περὶ τῆς τῶν νοσηµάτων διαφορᾶς εἴποµεν, ὡς ὅσοι τὴν ὑγείαν οὐ διάθεσιν σώµατος, ἀφ’ ἧς ἐνεργοῦµεν, ἀλλ’ αὐτὰς ἐνόµισαν εἶναι τὰς ἐνεργείας, ἣν ἡµεῖς νῦν ὑπὲρ τῆς τῶν ἐνεργειῶν βλάβης διδασκαλίαν ἐν τοῖς συµπτώµασι διέξιµεν, αὐτοὶ τῶν νοσηµάτων ποιήσονται, καὶ διενεχθήσονται δηλονότι περὶ τῶν ὀνοµάτων ἡµῖν µόνον, εἰ µηδὲν ἐν αὐτοῖς σφάλλοιντο τοῖς πράγµασιν. ἔστι δὲ, ὡς πολλάκις εἴρηται, τῶν τοιούτων ἁπασῶν διδασκαλιῶν τὰ σφάλµατα παραλειποµένης τινὸς διαφορᾶς. ἐὰν οὖν ἁπάσας αὐτὰς διεξιόντες µὴ συµπτωµάτων, ἀλλὰ νοσηµάτων εἶναι φάσκωσιν, ἐν ὀνόµατι µόνῳ καὶ οὐκ ἐν πράγµατι διαφωνήσουσιν ἡµῖν. λεκτέον οὖν ἤδη τὰς διαφορὰς ἐπ’ ἀρχὴν ἀναγαγόντας τὸν λόγον, ἐπειδὴ τὸ σύµπτωµα προσαγορεύεται γενικῶς µὲν ἅπαν ὅ τι περ ἂν συµβεβήκῃ τῷ ζώῳ παρὰ φύσιν, ὡς καὶ τὰ νοσήµατα, καὶ τὰς αἰτίας αὐτῶν τὰς ἐν τῷ σώµατι συνισταµένας· οὐ γὰρ δὴ τάς γε προκαταρκτικὰς εἶναι συµπτώµατα. καθ’ ἑτέραν δέ τινα καὶ οἷον ἰδικωτέραν ἔννοιαν, ἀφαιρεθέντων τῶν τε νοσηµάτων καὶ τῶν αἰτίων, τὰ λοιπὰ πάντα τὰ παρὰ φύσιν ὀνοµάζεται συµπτώµατα. καὶ νῦν ἡµῖν ὑπὲρ τούτων πρόκειται λέγειν.