Читаем Сочинения. Том 4 полностью

8.1.12. ἐδείκνυον δὲ καὶ ὡς οὐδ’ ἐπεχείρησέ που τῶν ἑαυτοῦ συγγραµµάτων ὁ Χρύσιππος ἀντειπεῖν τοῖς τοῦ Πλάτωνος λόγοις.

8.1.13. ἅπαντες µὲν οὖν ὅσοι µηδέπω φιλοσοφίας ἦσαν ἡµµένοι γεωµέτραι καὶ ἀριθµητικοὶ καὶ λογιστικοὶ καὶ ἀστρονόµοι καὶ ἀρχιτέκτονες ἔτι τε µουσικοὶ καὶ γνωµονικοὶ καὶ ῥητορικοὶ καὶ γραµµατικοὶ καὶ ὅλως εἴ τις ἐν τέχνῃ λογικῇ γεγύµναστο, πίστιν βεβαίαν ἔσχον ἐξ<ελ>εληλέγχθαι µὲν τοὺς τῶν ἄλλων λόγους, ὅσους ἐγεγράφεσαν ὑπὲρ ἡγεµονικοῦ ψυχῆς, ἀληθεῖς δ’ εἶναι τοὺς ῾Ιπποκράτους καὶ Πλάτωνος.

8.1.14. ᾿Eπεὶ δὲ τὰ τοῦ Χρυσίππου βιβλία Περὶ παθῶν γεγραµµένα καὶ <ἔτ’ ἐπῄνουν> οἱ ἀπ’ ἐκείνου, <λέγοντες> ὡς ἐν ἐκείνοις ἀπέδειξεν ὁ ἀνὴρ ἐν τῷ λογιστικῷ τῆς ψυχῆς εἶναι τὰ πάθη, τοὺς θυµοὺς καὶ τοὺς φόβους καὶ τὰς λύπας ὅσα τ’ ἄλλα τοιαῦτα, δι’ ἐκείνους ἠναγκάσθην ἐπιδεικνύναι µὴ µόνον ψευδῶς εἰρηκότα πολλὰ κατὰ τὰ περὶ τῶν παθῶν βιβλία τὸν Χρύσιππον, ἀλλὰ καὶ µαχοµένως αὑτῷ· καὶ κατὰ τοῦτο προσέθηκα τοῖς πρώτοις δύο βιβλίοις ἕτερα τρία δείξας εὐθέως ἐν αὐτοῖς ὅτι καὶ Ποσειδώνιος ὁ ἐπιστηµονικώτατος τῶν Στωϊκῶν διὰ τὸ γεγυµνάσθαι κατὰ γεωµετρίαν ἀπέστη τε τοῦ Χρυσίππου καὶ δείκνυσιν ἐν τῇ Περὶ παθῶν πραγµατείᾳ διοικουµένους ἡµᾶς ὑπὸ τριῶν δυνάµεων, ἐπιθυµητικῆς τε καὶ θυµοειδοῦς καὶ λογιστικῆς· τῆς δ’ αὐτῆς δόξης ὁ Ποσειδώνιος ἔδειξεν εἶναι καὶ τὸν Κλεάνθην.

8.1.15. καὶ µέντοι καὶ τὸν περὶ τῶν ἀρετῶν λόγον ἐπὶ ταύταις ταῖς ἀρχαῖς ὀρθῶς φησι περαίνεσθαι καὶ δείκνυσιν αὐτὸ τοῦτο διὰ µεγάλης πραγµατείας ἰδίᾳ γεγραµµένης αὐτῷ.

8.1.16. ὥστ’ οὐκ ἐγὼ τοῦ µήκους τῶν λόγων αἴτιος, ἀλλ’ οἱ προπετῶς ἐπαινοῦντες τὰ γεγραµµένα Χρυσίππῳ περί τε τοῦ τῆς ψυχῆς ἡγεµονικοῦ καὶ περὶ παθῶν.

8.1.17. ῾`A πάντ’ ἐγνώκειν ἐγὼ παρελθεῖν ἐάσας ἀνέλεγκτα· θεοὺς δ’ ἅπαντας ἐπικαλοῦµαι µάρτυρας ὡς τοὺς ἀναισχύντους τῶν λόγων ἐλέγχων αὐτὸς αἰδοῦµαι βέλτιον εἶναι νοµίζων ἀγνοεῖσθαι τοῖς πολλοῖς αὐτούς, ὅπως µὴ βλάπτοιντο θεώµενοι φιλοσόφους ἄνδρας ἃ µηδέποτ’ εἶδον ὡς ἰδόντας γράφοντας· ἧττον γὰρ αἰδοῦνται καὶ αὐτοὶ φωραθῆναι ψευδόµενοι.

8.1.18. αἰδεσθῆναι δ’ ἐστὶ καὶ ὅτι µὴ γινώσκουσιν ἐν φιλοσοφίᾳ γεγηρακότες ἄνδρες ὡς εἷς µόνος οὗτος ἠρώτηται λόγος ἀποδεικτικῷ νόµῳ περὶ ψυχῆς ἡγεµονικοῦ καθ’ ὃν ἡ µὲν ἀληθὴς πρόσληψίς ἐστιν ἐγκέφαλον εἶναι τῶν νεύρων ἀρχήν, ἡ ψευδὴς δὲ τὴν καρδίαν.

8.1.19. ὥστε οὐ µόνον ἐν πέντε βιβλίοις οὐκ ἦν ἀνάγκη γραφῆναι τὸν περὶ ψυχῆς ἡγεµονικοῦ λόγον, ἀλλ’ οὐδὲ δι’ ἑνὸς ὅλου πρός γε τοὺς µεµαθηκότας ὁποῖόν τι πρᾶγµά ἐστιν ἀπόδειξις ἐπιστηµονική, προσήκουσα µέν, ὡς ἐγώ φηµι, φιλοσόφοις µᾶλλον ἢ γεωµέτραις ἀριθµητικοῖς τε καὶ λογιστικοῖς, ἀστρονόµοις τε καὶ ἀρχιτέκτοσιν, οὐ µὴν ἠσκηµένη γ’ αὐτοῖς ὥσπερ ἐκείνοις.

8.1.20. διὰ τοῦτ’ οὖν Εὐκλείδης µὲν ἑνὶ θεωρήµατι τῷ πρώτῳ κατὰ τὸ τῶν φαινοµένων βιβλίον ἐπέδειξε δι’ ὀλιγίστων ἐπῶν τὴν γῆν µέσην εἶναι τοῦ κόσµου καὶ σηµείου καὶ κέντρου λόγον ἔχειν πρὸς αὐτόν, καὶ οἱ µαθόντες οὕτω πιστεύουσι τῷ συµπεράσµατι τῆς ἀποδείξεως ὡς καὶ τῷ τὰ δὶς δύο τέτταρα εἶναι· τῶν φιλοσόφων δ’ ἔνιοι τοιαῦτα ληροῦσι περὶ µεγέθους τε καὶ θέσεως γῆς ὡς αἰδεσθῆναί τινα περὶ τοῦ παντὸς ἐπιτηδεύµατος.

8.1.21. ὅπου γὰρ οἱ µὲν ἀεὶ παρακελευόµενοι µηδὲν µήτε πράττειν µήτε λέγειν προπετῶς ἔργῳ φαίνονται τοιοῦτοι, τῶν δ’ εἰρηµένων ἄνωθεν ἀντιτεχνιτῶν οὐδεὶς µὲν ἑαυτὸν νοµίζει σοφόν, ὡς ἐκεῖνοι, ταῖς δ’ ἀποδείξεσι προσηκόντως χρῶνται µηδαµόθεν µαχόµενοι µηδὲ διαφωνοῦντες ἀλλήλοις µηδὲ ἀναισχύντως ἀποφαινόµενοι περὶ ὧν οὐκ ἴσασι, πῶς οὐκ ἄν τις αἰδεσθείη περὶ παντὸς τοῦ τῆς φιλοσοφίας ἐπιτηδεύµατος;

8.1.22. Oὕτως γοῦν ὁ ἀληθὴς λόγος ἐστὶ βραχὺς ὡς ἐγὼ δείξω σοι δι’ ὀλίγων συλλαβῶν περαινόµενον αὐτὸν ὄντα τοιοῦτον· “ἔνθα τῶν νεύρων ἡ ἀρχή, ἐνταῦθα τὸ ἡγεµονικόν· ἡ δ’ ἀρχὴ τῶν νεύρων ἐν ἐγκεφάλῳ [ἐστίν]· ἐνταῦθα ἄρα τὸ ἡγεµονικόν.”

8.1.23. εἷς µὲν οὗτος λόγος ἐννέα καὶ τριάκοντα συλλαβῶν, ὅπερ ἐστὶ δυοῖν καὶ ἡµίσεος ἐπῶν ἑξαµέτρων· ἕτερος δ’ ἐστὶ πέντε τῶν πάντων ἐπῶν· “ἔνθα τὰ πάθη τῆς ψυχῆς ἐπιφανέστερον κινεῖ τὰ µόρια τοῦ σώµατος, ἐνταῦθα τὸ παθητικὸν τῆς ψυχῆς ἐστιν· ἀλλὰ µὴν ἡ καρδία φαίνεται µεγάλην ἐξαλλαγὴν ἴσχουσα τῆς κινήσεως ἐν θυµοῖς καὶ φόβοις· ἐν ταύτῃ ἄρα τὸ παθητικὸν τῆς ψυχῆς ἐστιν.”

8.1.24. εἰ δὲ συνθείης ὡδὶ τούτους τοὺς δύο λόγους, οὐ πλεῖον ἐπῶν ἑξαµέτρων ὀκτὼ τὸ συγκείµενον ἐξ αὐτῶν πλῆθος ἔσται.

8.1.25. Tίνες οὖν αἴτιοι τοῦ πέντε βιβλία γραφῆναι περὶ τούτων ἃ διὰ ὀκτὼ στίχων ἡρωϊκῶν ἐπιστηµονικὴν ἀπόδειξιν εἶχεν; οὐχ ἡµεῖς δήπουθεν, ἀλλ’ οἱ µὴ βουλόµενοι γραµµικαῖς χρῆσθαι ἀποδείξεσι φιλόσοφοι, περὶ ὧν ἔφην αἰδεῖσθαι.

8.1.26. τίνες δὲ αἴτιοι τοῦ καὶ τὸ ἕκτον βιβλίον ἐπ’ αὐτοῖς γραφῆναι περὶ τῆς τρίτης ἀρχῆς µακροτέρου µὲν λόγου δεοµένης, οὐ µὴν ὥσθ’ ὅλον ἓν πληρωθῆναι βιβλίον; οἱ µὴ γεγυµνασµένοι γραµµικῶν ἀποδείξεων ἀκούειν, ἐπεί τοι καὶ τούτου τοῦ σκέµµατος ἐν ὀλίγοις κεφαλαίοις ἐστὶν ἡ ἀπόδειξις.

8.1.27. ἐδείχθη γὰρ ἔν τε τοῖς φυτοῖς τὰ παχύτατα µέρη τῆς ἀρχῆς αὐτῶν ἐκφυόµενα καὶ τῶν προδεδειγµένων δυοῖν ἀρχῶν, τῆς τῶν νεύρων καὶ τῶν ἀρτηριῶν, τὰ µὲν οἷον στελέχη πρὸς ταῖς ἀρχαῖς εἶναι, τὰ δὲ ἀνάλογον κλάδοις ἐν τῷ προ[σ] ιέναι τὰ στελέχη γεννώµενα.

Перейти на страницу:

Похожие книги

Сердце хирурга
Сердце хирурга

Перед вами уникальное издание – лучший медицинский роман XX века, написанные задолго до появления интереса к медицинским сериалам и книгам. Это реальный дневник хирурга, в котором правда все – от первого до последнего слова. Повествование начинается с блокадного Ленинграда, где Федор Углов и начал работать в больнице.Захватывающее описание операций, сложных случаев, загадочных диагнозов – все это преподносится как триллер с элементами детектива. Оторваться от историй из практики знаменитого хирурга невозможно. Закрученный сюжет, мастерство в построении фабулы, кульминации и развязки – это действительно классика, рядом с которой многие современнее бестселлеры в этом жанре – жалкая беспомощная пародия. Книга «Сердце хирурга» переведена на многие языки мира.

Фёдор Григорьевич Углов , Федор Углов

Медицина / Проза / Советская классическая проза / Современная проза / Образование и наука