8.1.28. τοῦτο µὲν ἓν λῆµµα δι’ ἐναργῶν ἀπεδείχθη· δεύτερον δὲ ἐπ’ αὐτῷ τῆς φυτικῆς ἐν ἡµῖν δυνάµεως, ἣν κοινὴν ἔχοµεν πρὸς τὰ φυτά, τὰς φλέβας ὑπάρχειν ὄργανα καθηκουσῶν µὲν εἴς τε τὴν γαστέρα καὶ τὰ ἔντερα λεπτῶν φλεβῶν ὥσπερ εἰς τὴν γῆν αἱ ῥίζαι τῶν δένδρων, ἁπασῶν µὲν ἀπὸ µιᾶς φλεβὸς πεφυκυιῶν, τῆς ἐπὶ πύλαις ἥπατος, αὖθις δὲ ἐκ τοῦ ἥπατος ἐκφυοµένης µεγίστης φλεβός, ἣν κοίλην ὀνοµάζουσιν, ἧς ὥσπερ κλάδοι τινὲς σχίζονται φλέβες ἄλλαι πάντῃ τοῦ σώµατος φερόµεναι.
8.1.29. ἐξ ὧν ἐπεραίνετο ἡ τῶν φλεβῶν ἀρχὴ τὸ ἧπαρ ὑπάρχειν, ᾧ πάλιν εἵπετο καὶ τῆς κοινῆς πρὸς τὰ φυτὰ δυνάµεως ἀρχὴν εἶναι τοῦτο τὸ σπλάγχνον, ἥντινα δύναµιν ὁ Πλάτων ἐπιθυµητικὴν ὀνοµάζει.
8.1.30. Aὕτη µὲν ἀπόδειξις µία τοῦ τὸ ἧπαρ ἀρχὴν εἶναι τῆς ἐπιθυµητικῆς δυνάµεως καὶ τῶν φλεβῶν· ἑτέρα δ’ ἐκ τοῦ µηδὲν ἄλλο µόριον εὑρίσκεσθαι κατὰ τὸ ζῷον, ᾧ συµφυεῖς εἰσιν αἱ φλέβες ἅπασαι, λαµβανοµένη.
8.1.31. τὴν γὰρ ἐκ τῶν κυρτῶν τοῦ ἥπατος ἐκφυοµένην φλέβα τὴν κοίλην ἔνιοί φασι τῆς δεξιᾶς ἐν τῇ καρδίᾳ κοιλίας ἐκπεφυκέναι.
8.1.32. εἴπερ οὖν ἀπ’ ἐκείνης ἀνάλογον κλάδοις αἱ κατὰ τὸ σῶµα πᾶν ἀποσχίζονται φλέβες, εἴη ἂν ἁπασῶν αὐτῶν ἀρχὴ <ἡ> καρδία.
8.1.33. ἀλλ’ αἵ γ’ ἐκ τῶν σιµῶν τοῦ ἥπατος ἀνάλογον ῥίζαις εἰς τὴν γαστέρα τήν τε νῆστιν καὶ τὸ λεπτὸν ἔντερον καὶ τὸ τυφλὸν καὶ τὸ κόλον εἴς τε τὸ ἀπευθυσµένον ὀνοµαζόµενον καὶ τὸν σπλῆνα καὶ τὸ ἐπίπλοον ἥκουσαι φλέβες οὐκ ἀπὸ ταύτης πεφύκασιν, ἀλλ’ ἔστιν ἑτέρα φλὲψ ἁπασῶν τούτων ἀρχὴ κατὰ τὰς πύλας τοῦ ἥπατος τεταγµένη.
8.1.34. πῶς οὖν ἔτι ἀρχὴ τῶν φλεβῶν ἡ δεξιὰ τῆς καρδίας ἔσται κοιλία µήτε τῶν εἰρηµένων φλεβῶν µήτε πρὸς αὐταῖς τῶν ἐν τοῖς σιµοῖς τοῦ ἥπατος συναπτοµένων τῇ καρδίᾳ;
8.1.35. ἧπαρ δὲ καὶ ταύταις ἁπάσαις συνῆπται ταῖς φλεψὶ καὶ ταῖς καθ’ ὅλον τὸ σῶµα διὰ τῆς ἐκ τῶν κυρτῶν αὐτοῦ µερῶν ἐκπεφυκυίας, ἣν οἱ µὲν πλεῖστοι τῶν ἰατρῶν κοίλην ὀνοµάζουσι διὰ τὸ µέγεθος, ῾Ιπποκράτης δὲ καὶ ὅσοι τὰ τούτου πρεσβεύουσιν ἡπατῖτιν ἀπὸ τοῦ σπλάγχνου προσονοµάζουσιν, ὅθεν ἐκπέφυκεν.
8.1.36. αὕτη τοιγαροῦν ἤδη σοι δευτέρα περὶ ἥπα τος ἀπόδειξις, ὡς ἁπασῶν ἐστι φλεβῶν ἀρχή, διὰ τοῦτο δὲ καὶ τῆς θρεπτικῆς δυνάµεως.
8.1.37.῎Aλλη δ’ ἐκ περιουσίας τρίτη τοιάδε τις· ἐὰν τὴν δεξιὰν τῆς καρδίας κοιλίαν ἀρχὴν ὑποθώµεθα τῆς κοίλης φλεβός, ἐναντίως ἔσται τῷ φαινοµένῳ καὶ ἐν ταῖς τῶν ἰχθύων ἀνατοµαῖς εὑρισκοµένῳ.
8.1.38. οὐδενὸς γοῦν αὐτῶν ἡ καρδία δεξιὰν ἔχει κοιλίαν, ὅτι µηδὲ πνεύµων ἐστὶ τοῖς ζῴοις ἐκείνοις.
8.1.39. διὰ τί δὲ γεννᾶταί τε καὶ συναπόλλυται πνεύµονι τῆς καρδίας ἡ δεξιὰ κοιλία, δέδεικταί µοι κατὰ τὴν περὶ χρείας µορίων πραγµατείαν.
8.1.40. ᾿Eκ περιουσίας µέν, ὡς ἔφην, οὐ σµικρὰ τῷ δόγµατι πίστις ἐστὶ καὶ ἐκ τοῦ νῦν εἰρηµένου λόγου· προσέρχεται δὲ καὶ ἄλλη τις ὁµοία τῇδε τὴν εὐθύτητα τῆς κοίλης ἡµῶν ἐπισκεπτοµένων.
8.1.41. ὁρᾶται γὰρ ἀπὸ τῶν κυρτῶν τοῦ ἥπατος ἄχρι τῶν σφαγῶν ἅπαν µὲν αὐτῆς τὸ δεξιὸν µέρος εὐθείᾳ µιᾷ ἄκλαστον φυλάττον αὐτήν, ἐκ δὲ τῶν ἀριστερῶν ἀπόφυσις εἰς τὴν δεξιὰν κοιλίαν τῆς καρδίας γιγνοµένη, ἥντινα φλέβα νοµίζουσιν ἔνιοι τὸ πρέµνον, ὡς ἂν εἴποι τις, εἶναι τῶν καθ’ ὅλον τὸ σῶµα φλεβῶν.
8.1.42. εἰ δέ περ ἦν ἀληθὲς τοῦτο, πάντως ἂν ἐσχίζετο καὶ αὕτη µετὰ τὴν ἔκφυσιν ὡσαύτως τῇ µεγάλῃ ἀρτηρίᾳ ἣν ὁµο-λογουµένως ἁπασῶν τῶν καθ’ ὅλον τὸ ζῷον ἀρτηριῶν ἀρχὴν οὖσαν ἰδεῖν ἔστι µετὰ τὸ πρῶτον ἐκφῦναι τῆς καρδίας δίχα σχιζοµένην, ὅπως τῶν µερῶν αὐτῆς τὸ µὲν ἕτερον ἄνω, τὸ δὲ ἕτερον ἐνεχθείη κάτω τοῦ σώµατος.
8.1.43. ὥστε καὶ εἰ ἡ κοίλη φλὲψ <ἐκ> τῆς καρδίας ἐφύετο, πάντως ἂν καὶ αὕτη παραπλησίως τῇ ἀρτηρίᾳ δίχα σχισθεῖσα τῷ µὲν ἑτέρῳ µέρει πρὸς τὰς σφαγὰς ἀνηνέχθη, τῷ δὲ ἑτέρῳ κατηνέχθη πρὸς τὸ ἧπαρ· οὗ µὴ φαινοµένου δῆλόν ἐστιν οὐδὲ ἐκ τῆς καρδίας αὐτὴν ἄρχεσθαι.
8.1.44. Aαὗται τέτταρες ἀποδείξεις εἰσὶν εἰρηµέναι κατὰ τὸ τῆς προκειµένης πραγµατείας ἕκτον γράµµα τοῖς εἰδόσι τί ποτ’ ἐστὶν ἀπόδειξις αὐτάρκης.
8.1.45. εἴρηται δὲ καὶ ἄλλα τινὰ κατὰ τὸ βιβλίον εἰς πίστιν τοῦ δόγµατος, οὐ µὴν ἐπιστηµονικήν γε τὴν ἀπόδειξιν ἔχοντα καθάπερ οἱ πρῶτοι δύο λόγοι. καὶ µέντοι καὶ ἀντιλογία τις εἴρηται πρὸς τοὺς ἑτέρως δοξάζοντας.
8.1.46. ὥστε, ὅσον ἐπ’ ἐµοί, διὰ βραχυτάτων ἂν ἤδη τὸ προκείµενον ἀποδέδεικτο καὶ χρὴ τοῦ µήκους τῶν λόγων οὐχ ἡµῖν ἐλέγχουσιν οὓς ἡµαρτηµένους ἔγραψαν ἐκεῖνοι λόγους ἀλλὰ τοῖς συνθεῖσιν αὐτοὺς µέµφεσθαι.
8.1.47. τριῶν οὖν βιβλίων λογικῶν περὶ παθῶν γεγραµµένων Χρυσίππῳ δυνάµενος ἀντειπεῖν <καὶ> ἃ πρὸς αὑτὸν διηνέχθη διελέγχων µηκύνειν οὐχ ὑπέµεινα τοῦτο πρᾶξαι καθάπερ οὐδ’ ὅσα Περὶ τῆς τῶν ἀρετῶν διαφορᾶς ἔγραψεν ἐν τέτταρσι βιβλίοις ὑπὲρ ὧν αὐτῷ καὶ ὁ Ποσειδώνιος µέµφεται.
8.1.48. ἀλλὰ καὶ περὶ τούτων ἐνδειξάµενος τοῖς ἀκούειν δυναµένοις ἐπιστηµονικῶν ἀποδείξεων ἀνεβαλόµην ἐπὶ σχολῆς αὖθις ἐπιδείξειν ὅσα καὶ πρὸς αὑτὸν ἐναντιολογούµενος ἔγραψε καὶ πρὸς τὴν τῶν ἐναργῶς φαινοµένων ἀλήθειαν. ἐκείνη µὲν οὖν ἡ πραγµατεία καθ’ ἑαυτὴν γέγραπται.
8.2.1. Νῦν δὲ ποθοῦσιν ἔχειν ἤδη πολλοῖς τῶν φίλων τὰ κατάλοιπα τῶν ῾Ιπποκράτους καὶ Πλάτωνος δογµάτων ἐνταῦθα τρέψοµαι ἀρχὴν ἀπὸ τῶν φυσικῶν στοιχείων ποιησάµενος.