6.6.26. ζῆν µὲν γὰρ οἷόν τ’ ἐστὶν ἡµῖν εἰ καὶ µηδὲ ὅλως ἡ γαστὴρ τρίβοι τὰ σιτία, δυναµένοις γε προσφέρεσθαι χυλούς, ὡς ἐν πολλοῖς ἔθνεσι γάλα· τεθνάναι δ’ ἀναγκαῖον εἰ ἡ τοῦ αἵµατος ἀπόλ[λ]οιτο γένεσις, ἣν οὔτε εἰ τὸ ἧπαρ οὔτ’ εἰ φλέβες οὔτ’ <εἰ> ἡ καρδία πεπίστευται, σαφῶς ἐτόλµησεν ἀποφήνασθαι· τοσοῦτον ἀποδεῖ προσθεῖναί τινα ἀπόδειξιν τῷ λόγῳ.
6.6.27. οὐ µόνον δὲ ταύτην τὴν ἐνέργειαν ἀλλοιοῦσαν τὰ σιτία κατὰ ποιότητα διελθεῖν ὠλιγώρησεν, ἀλλὰ καὶ τὴν θρέψιν ὁµοίως γιγνοµένην ἐπιχειρήσας ἐξηγεῖσθαι µᾶλλον πάντων ἢ ἀλλοιώσεως ἐµνηµόνευσεν.
6.6.28. εἰ δὲ ταύτης ἐµνηµόνευσεν, εὐθὺς ἂν οἶµαι καὶ τοῦτο συνεπενόησεν, ὅτι πᾶσι τοῖς ὑπό τινος ἀλλοιουµένοις εἰς τὴν τῶν ἀλλοιούντων ἰδέαν ἡ µεταβολὴ γίγνεται.
6.6.29. καθάπερ γὰρ τὸ πῦρ ὁµοιῶσαν ἑαυτῷ τὸ ξύλον ἐξ αὐτοῦ [ἅµα] γένεσίν τε ἅµα καὶ τροφὴν ἴσχει, κατὰ τὸν αὐτὸν ὁρᾶται τρόπον καὶ τὰ φυτὰ καὶ τὰ ζῷα τὴν τροφὴν ἑαυτοῖς ὁµοιοῦντα.
6.6.30. δηλοῦται δὲ τοῦτο καὶ ἐκ τῶν ἡµιπέπτων περιττωµάτων ὁµοίων ἀεὶ γιγνοµένων τοῖς τρεφοµένοις σώµασιν ὧν ἐστι περιττώµατα.
6.6.31. Φυσικώτερος µὲν οὖν ὁ λόγος ἐστὶ καὶ δεόµενος ἀκροατῶν προγεγυµνασµένων ἐν τοῖς περὶ τῶν φυσικῶν δυνάµεων λογισµοῖς οὓς ἰδίᾳ διήλθοµεν ἑτέρωθι.
6.6.32. λεχθήσεται δὲ καὶ νῦν ὀλίγον ὕστερον· ἐν δὲ τῷ παρόντι συντελέσαι βούλοµαι τὸν ὑπὲρ τῆς ᾿Ερασιστράτου γνώµης ἅπαντα λόγον, <ἐν> ᾧ [ἀπο]δεδείξεται ὡς κατὰ τὴν πρώτην ἐν τῇ µήτρᾳ τῶν ἐµβρύων διάπλασιν οὐκ ἐκ τῆς καρδίας αἱ φλέβες ἴσχουσι τὴν γένεσιν.
6.6.33. ἅπασαι γὰρ αἱ κατὰ τὸ χόριον φλέβες αἱ συνάπτουσαι τῇ µήτρᾳ τὸ κυούµενον ἀποβλαστήµατ’ εἰσὶ µιᾶς µεγίστης φλεβὸς ἐξ ἥπατος ὡρµηµένης.
6.6.34. αὕτη δὲ ὥσπερ τι στέλεχος ἐπὶ πτόρθων παµπόλ<λ>ων τῶν ἐξ αὐτῆς ἐκπεφυκότων ἀγγείων εἰς τὸ χόριον ἄχρι πλείστου µὲν ἄσχιστος καὶ µία µένουσα διεξέρχεται µέγα διάστηµα τὸ κατ’ αὐτὸ τὸ σπλάγχνον, ἀνίσχουσα δ’ ἤδη πρὸς τοὐκτὸς ἕτερον µέγιστον διάστηµα διεξέρχεται δίχα σχισθεῖσα διττοῖς καὶ τοῦτο ὁριζόµενον ὅροις, ἑνὶ µέν, ᾧ νῦν δὴ πέπαυµαι λέγων, ὅταν ἀνίσχῃ πρῶτον ἔξω τοῦ δέρµατος, ἑτέρῳ δ’ ὅταν ὑπερκύψῃ τὸν ἀµνειόν.
6.6.35. ἡ γὰρ διὰ τούτου διέξοδος ἅπασα τὴν ἀπὸ τοῦ ἥπατος ἐπὶ τὸν ὀµφαλὸν συνηνωµένην φλέβα περιέχει νεµοµένην εἰς δύο.
6.6.36. τρίτη δ’ ἄλλη χώρα τὰς δύο ταύτας ἐκδέχεται φλέβας, ἡ κατὰ τὸ χόριον, οὐκέτι µενούσας δύο. σχίζεται γὰρ ἑκατέρα πολυειδῶς εἰς παµπόλ<λ>ας ἄλλας ἀλλαχόσε τοῦ χορίου διασπειροµένας.
6.6.37. αὖθις δ’ ἀπ’ ἐκείνων ἕτεραί τινες, εἶτα ἀπ’ ἐκείνων ἄλλαι γεννῶνται, καθάπερ οἱ κλῶνες ἀπὸ τῶν πτόρθων, ἄχρις ἂν εἰς µικρότατα τελευτήσωσιν ἀγγεῖα, τὰς οἷον ἐσχάτας βλάστας [τὰς] τοῦ φυτοῦ.
6.6.38. οἰκειότερον δ’ ἦν ἄρα µήτε τὴν ἐκ τοῦ ἥπατος ὁρµηθεῖσαν φλέβα πρέµνῳ προσεικάζειν εἰς πολλοὺς κλάδους σχιζοµένῳ µήτε τὰς ἐσχάτας τελευτὰς βλαστήµασιν, ἀλλὰ ταύτας µὲν αὐτοῖς τοῖς πέρασι τῶν ῥιζῶν τοῖς εἰς τὴν γῆν ἐµπεφυκόσι, τὴν µεγίστην δὲ φλέβα τῇ συµπάση<ς> τῆς ῥιζώσεως ἀρχῇ.
6.6.39. φαίνονται γάρ πως εἰς τὴν µήτραν αἱ τελευταὶ τῶν φλεβῶν ἐρριζωµέναι τροφὴν ἐξ αὐτῆς [αἷµα] ἀναφέρειν ἐπὶ τὸ ἧπαρ ὡς ἀρχὴν ἅπαντος τοῦ φυτοῦ.
6.6.40. εἰ δ’ οὐ βούλει τὸ ἧπαρ ἀρχὴν θέσθαι, τῇ καρδίᾳ µὲν οὐδαµῶς ἂν ἔχοις ἔτι προσνέµειν τὴν ἀρχήν, ἀναγκασθήσῃ δὲ πάντα τὰ εἰς τὴν µήτραν ἐµφυόµενα πέρατα τὴν ἀρχὴν ἀποφήνασθαι τῶν φλεβῶν. ἀλλ’ εἰ τοῦτο, καὶ τὴν τῶν ἀρτηριῶν ἀρχὴν ἀναγκαῖον ἔσται σοι τὰ εἰς τὰς µήτρας καθήκοντα πέρατα θέσθαι, τὴν καρδίαν ὑπερβάντι.
6.6.41. δεῖξον οὖν ἡµῖν ἔτι καὶ τὴν τῶν νεύρων ἀρχὴν ἐκ τῶν αὐτῶν ὁρµωµένην. ἀλλ’ ὅµως οὔτ’ ἐστί τι νεῦρον ἐκφυόµενον τῆς µήτρας εἰς χόριον οὔτ’ ἐν τῷ χορίῳ φαινόµενον οὔτε κατὰ τὸν ὀµφαλὸν ἢ ἔξωθεν ἔσω χωροῦν ἢ ἔσωθεν ἔξω προερχόµενον.
6.6.42. οὐδὲ γὰρ ἦν ὅλως χρεία τὴν τῶν νεύρων ἀρχὴν τοῦ γεννωµένου συναφθῆναι τῇ µήτρᾳ καθάπερ τὴν τῶν ἀρτηριῶν τε καὶ φλεβῶν. αὗται µὲν γὰρ δέονται τῶν ἐκ τῆς κυούσης ὑλῶν, ἡ δ’ ἀρχὴ τῶν νεύρων οὐ δεῖται.
6.6.43. δέδεικται δὲ κἀν τοῖς ἔµπροσθεν ἤδη λόγοις ὑπὲρ τοῦ τὰ µέγιστα τῶν ἀγγείων ἀρχὰς εἶναι τοῖς ἐλάττοσιν. ὥστε καὶ ἡ ἐκ τοῦ ἥπατος ἐκφυοµένη φλὲψ ἀρχὴ ταῖς κατὰ τὸ χόριον ἁπάσαις ἐστίν, ὥσπερ γε καὶ ἡ ἐκ τῆς καρδίας ἀρτηρία.
6.6.44. καὶ γὰρ καὶ αὕτη ταῖς κατὰ τὸ χόριον ἁπάσαις χορηγεῖ τῆς οἰκείας δυνάµεως, οὐκ ἐκεῖναι ταύτῃ. ἐκ γὰρ τοῦ σπέρµατος ἡ ἀρχὴ τοῖς ἐµβρύοις ἐστὶ τῶν διοικουσῶν αὐτὰ δυνάµεων, οὐκ ἐκ τῆς µήτρας.
6.6.45. ἀµέλει κἂν βρόχῳ διαλάβῃς ἢ τοῖς σεαυτοῦ δακτύλοις πιέσῃς τὰς κατὰ τὸν ὀµφαλὸν ἀρτηρίας, ἀ<σ>φύκτους ὄψει πα-ραχρῆµα τὰς κατὰ τὸ χόριον ἁπάσας, οὗ τοὐναντίον ἐφαίνετ’ ἄν, εἰ τὴν ἀρχὴν τῆς κινήσεως αὐταῖς ἡ µήτρα παρεῖχεν.
6.6.46. ῎Eοικα δὲ διατρίβειν ἐπὶ πλέον ἐν πράγµατι σαφεῖ τε ἅµα καὶ τοῖς ἀνατοµικοῖς σχεδὸν ἅπασιν ὡµολογηµένῳ. καὶ γὰρ ὅπως διαιρεῖν χρὴ τῆς κυούσης τὸ ἐπιγάστριον καὶ ὅπως γυµνὸν ἐργάζεσθαι τὸ ἔµβρυον ἔτι τῇ µήτρᾳ προσε[ρ]χόµενον, οὐχ ἡµέτερον εὕρηµά ἐστιν, ἀλλὰ πολλοῖς τοῖς ἔµπροσθεν εἴρηται.
6.6.47. τοῖς δ’ αὐτοῖς τούτοις ὡµολόγηται καὶ ὅτι τὸ κυούµενον ἐν ἑαυτῷ τὰς ἀρχὰς ἔχει τῶν διοικουσῶν αὐτὸ δυνάµεων, ὥστε τούτου µὲν ἀποχωρεῖν ἤδη προσήκει, τοῦ ζητεῖν εἴτε τὸ ἔµβρυον ἐν ἑαυτῷ τὴν ἀρχὴν ἔχει τῶν φλεβῶν εἴθ’ ἡ µήτρα τῆς κυούσης, ἐπισκέπτεσθαι δ’ ἐξ ὅτου τῶν σπλάγχνων αὗται πεφύκασιν.