7.3.17. µάλιστα µὲν οὖν ἡ ὀπίσω βλάπτει τὸ ζῷον, ἐφεξῆς δ’ ἡ µέση· τῶν προσθίων δ’ ἑκατέρα βραχυτέραν ἐργάζεται τὴν βλάβην καὶ µᾶλλον µὲν ἐπὶ τῶν πρεσβυτέρων ζῴων, ἧττον δ’ ἐπὶ τῶν νέων.
7.3.18. τὰ δ’ αὐτὰ ταῖς εἰς τὰς κοιλίας τοµαῖς αἱ κατ’ αὐτῶν ἐργάζονται θλίψεις, ἃς οὐδ’ ἐπιτηδευόντων, ἀλλὰ καὶ πάνυ φυλαττοµένων ὁρῶµεν ἐνίοτε γιγνοµένας ἐπὶ τῶν ἀνατιτραµένων ἀνθρώπων, ὅταν τὰ τῆς κεφαλῆς ὀστᾶ καταγῶσιν.
7.3.19. ᾿Eκ τούτων οὖν τῶν φαινοµένων ἴσως ἄν τις ὑπονοήσειε τὸ κατὰ τὰς κοιλίας τοῦ ἐγκεφάλου πνεῦµα δυοῖν θάτερον, εἰ µὲν ἀσώµατός ἐστιν ἡ ψυχή, τὸ πρῶτον αὐτῆς ὑπάρχειν, ὡς ἂν εἴποι τις, οἰκητήριον, εἰ δὲ σῶµα, τοῦτ’ αὐτὸ [πνεῦµα] τὴν ψυχὴν εἶναι.
7.3.20. ἀλλ’ ὅταν γε συναχθεισῶν τῶν κοιλιῶν ὀλίγον ὕστερον αὖθις αἰσθάνηται καὶ κινῆται τὸ ζῷον, οὐκέτ’ <οὐδέτερον> οἷόν τε φάναι τῶν εἰρηµένων ὑπάρχειν τουτὶ τὸ πνεῦµα.
7.3.21. βέλτιον οὖν ὑπολαβεῖν ἐν αὐτῷ µὲν τῷ σώµατι τοῦ ἐγκεφάλου τὴν ψυχὴν οἰκεῖν, ἥτις ποτ’ ἂν ᾖ κατὰ τὴν οὐσίαν (οὔπω γὰρ περὶ τούτου σκέψις ἥκει), τὸ πρῶτον δ’ αὐτῆς ὄργανον εἴς τε τὰς αἰσθήσεις ἁπάσας τοῦ ζῴου καὶ προσέτι τὰς καθ’ ὁρµὴν κινήσεις τοῦτ’ εἶναι τὸ πνεῦµα, διὸ καὶ κενωθέν, ἄχρις ἂν αὖθις ἀθροισθῇ, τὴν µὲν ζωὴν οὐκ ἀφαιρεῖσθαι τὸ ζῷον, ἀναίσθητον δὲ καὶ ἀκίνητον ἐργάζεσθαι.
7.3.22. καίτοι γε, εἴπερ ἦν αὐτὸ ἡ τῆς ψυχῆς οὐσία, συνδιεφθείρετ’ ἂν αὐτῷ κενουµένῳ παραχρῆµα τὸ ζῷον.
7.3.23. Eὔλογον οὖν γεννᾶσθαι µὲν τουτὶ τὸ πνεῦµα κατὰ τὰς κοιλίας τοῦ ἐγκεφάλου καὶ διὰ τοῦτο ἐκεῖσε τελευτᾶν ἀρτηριῶν τε καὶ φλεβῶν οὐκ ὀλίγον πλῆθος, ἐξ οὗ τὰ καλούµενα χορ<ι>οειδῆ πλέγµατα γέγονεν, ὄργανον δ’ ὡς ἔφην εἶναι τὸ πρῶτον αὐτὸ τῆς ψυχῆς.
7.3.24. ἔτι δ’ ἂν µᾶλλον ἐλπίσαις γίγνεσθαι τὸ πνεῦµα τοῦτο τῶν ἀγγείων ἀναπνεόντων αὐτὸ καὶ µάλιστα τῶν ἀρτηριῶν εἰς τὰς κοιλίας τοῦ ἐγκεφάλου, τὸ δικτυοειδὲς ἰδὼν πλέγµα γιγνόµενον ἐκ τῶν ἐρχοµένων εἰς τὴν κεφαλὴν ἀρτηριῶν, ὅταν πρῶτον ὑπερβᾶσαι τὸ κρανίον ἐντὸς αὐτοῦ γένωνται κατὰ τὴν καλουµένην ἐγκεφάλου βάσιν.
7.3.25. ἐνταῦθα γὰρ οὐκ ὀλίγην χώραν ἡ φύσις οἷον θαλάµην τινὰ τῷ δικτυοειδεῖ τῷδε παρεσκεύασε πλέγµατι περιεχοµένην ὑπὸ τῆς παχείας µήνιγγος, εἰς ἣν χώραν ἀπὸ τῶν καρωτίδων ὀνοµαζοµένων ἀρτηριῶν οὐ σµικρά τις ἀφικνουµένη µοῖρα, καθ’ ἑκάτερον µέρος ἓν ἀγγεῖον, εἶτα κατασχιζόµεναι πολυειδῶς οὐχ ἁπλοῦν ἐργάζονται καὶ τὸ δίκτυον, ἀλλ’ ἐπ’ ἀλλήλοις κείµενα πολλὰ µετὰ τοῦ συνῆφθαί τε καὶ συµπεφυκέναι πάντα.
7.3.26. καὶ πάλιν γε κατὰ τοῦ πλέγµατος τοῦδε τηλικοῦτον ζεῦγος ἀρτηριῶν ἐκφυόµενον ἡλίκον ἐξ ἀρχῆς ἦν τὸ παρὰ τῶν καρωτίδων ἧκον, εἰς τὸν ἐγκέφαλον ἀναφέρεται τά τ’ ἄλλα µέρη διαπλέκον αὐτοῦ παµπόλλαις ἀπονεµήσεσι καὶ τὰ κατὰ τὰς κοιλίας ἐργαζόµενον πλέγµατα.
7.3.27. τὸ µὲν οὖν κατὰ τὰς ἀρτηρίας πνεῦµα ζωτικόν ἐστί τε καὶ προσαγορεύεται, τὸ δὲ κατὰ τὸν ἐγκέφαλον ψυχικόν, οὐχ ὡς οὐσία ψυχῆς ὑπάρχον, ἀλλ’ ὡς ὄργανον πρῶτον αὐτῆς οἰκούσης κατὰ τὸν ἐγκέφαλον, ὁποία τις ἂν ᾖ τὴν οὐσίαν.
7.3.28. ὥσπερ δὲ τὸ ζωτικὸν πνεῦµα κατὰ τὰς ἀρτηρίας τε καὶ τὴν καρδίαν γεννᾶται τὴν ὕλην ἔχον τῆς γενέσεως ἔκ τε τῆς εἰσπνοῆς καὶ τῆς τῶν χυµῶν ἀναθυµιάσεως, οὕτω τὸ ψυχικὸν ἐκ τοῦ ζωτικοῦ κατεργασθέντος ἐπὶ πλέον ἔχει τὴν γένεσιν· ἐχρῆν γὰρ δήπου µᾶλλον ἁπάντων αὐτὸ µεταβολῆς ἀκριβοῦς τυχεῖν.
7.3.29. εἴπερ οὖν τό τε σπέρµα καὶ τὸ γάλα, καίτοι γ’ ἀπολειπόµενα τῇ δυνάµει τοῦ ψυχικοῦ πνεύµατος, ὅµως ἡ φύσις ἀκριβῶς κατεργάζεσθαι δεοµένη πολυχρόνιον αὐτοῖς ἐµηχανήσατο τὴν ἐν τοῖς πεπτικοῖς ὀργάνοις διατριβὴν καὶ διὰ τοῦτο τῷ µὲν σπέρµατι τὴν πρὸ τῶν ὄρχεων ἕλικα παρεσκεύασε, τῷ δὲ γάλακτι τὸ µῆκος τῶν εἰς τοὺς τιτθοὺς ἰόντων ἀγγείων, εἰκότως καὶ κατὰ τὸν ἐγκέφαλον ἐκ τοῦ ζωτκοῦ πνεύµατος ἐργαζοµένη τὸ ψυχικὸν οἷον λαβύρινθόν τινα ποικίλον ἐδηµιούργησε πλησίον ἐγκεφάλου τὸ δικτυοειδὲς πλέγµα.
7.3.30. Tοῦτό τε οὖν αὐτὸ τῆς κατασκευῆς τῶν µορίων ἐνδειξαµένης ἐδιδάχθηµεν, ὅτι τε τὸ ψυχικὸν πνεῦµα µήτ’ οὐσία ψυχῆς ἐστι µήτε οἶκος αὐτῆς, ἀλλ’ ὄργανον πρῶτον, ἐκ τοῦ κενωθέντος αὐτοῦ κατὰ τὰς τρώσεις αὐτίκα µὲν οἷόνπερ νεκρὸν γίγνεσθαι τὸ ζῷον, ἀθροισθέντος δὲ αὖθις ἀναβιώσκεσθαι· καὶ πάνθ’ ἁπλῶς ὅσαπερ εἴρηταί τε καὶ µέλλει λεχθήσεσθαι, τὰ µὲν ἐκ τῆς τῶν µορίων κατασκευῆς, τὰ δὲ ἐκ τῶν ἑποµένων συµπτωµάτων ἐπὶ ταῖς τοµαῖς ἢ θλίψεσιν ἔχει τὴν εὕρεσιν.
7.3.31. αὐτίκα γέ τοι τῶν κατὰ τὸν ἐγκέφαλον πόρων οἱ µὲν διὰ τῆς καλουµένης χώνης εἰς ὑπερῴαν καθήκουσιν, οἱ δ’ εἰς τὴν ἀρχὴν τῆς ῥινὸς τελευτῶσιν, οἱ δ’ ἐν τοῖς ὀπτικοῖς φαίνονται νεύροις.
7.3.32. καί τις ἄλλος εἷς ἀζυγὴς ἐµβάλλει τῇ πρώτῃ γενέσει τοῦ νωτιαίου, καθ’ ὃ µέρος µάλιστα τῆς παχείας µήνιγγος τρωθείσης ὁ πόρος ὅλος γίγνεται γυµνὸς ἅµα τῷ πέρατι τῆς ὄπισθεν ἐγκεφάλου κοιλίας, ὅπερ οὐχ ἥκιστα τὸν ᾿Ερασίστρατον ἠπάτησεν, ὡς οἰηθῆναι διὰ τὴν τῆς µήνιγγος τρῶσιν ἀκίνητον αὐτίκα γίγνεσθαι τὸ ζῷον· ἑώρα γὰρ ἐπὶ τῶν κατὰ τὸν πρῶτον σπόνδυλον τιτρωσκοµένων βοῶν ἅµα τῷ διαιρεθῆναι τὴν µήνιγγα ἀκίνητον αὐτίκα τὸ ζῷον γινόµενον.
7.3.33. ἀλλ’ οὐ τῷ πάθει τῆς µήνιγγος, ἀλλὰ τῷ γυµνοῦσθαι τὴν ὀπίσω κοιλίαν γίγνεται τοῦτο. δῆλον δ’ ἐστὶν ἐκ τοῦ κατὰ πάντα τἆλλα µέρη τὴν µήνιγγα µηδὲν τοιοῦτον τιτρωσκοµένην ἐργάζεσθαι.