7. Τοὺς συνεχεῖς δ’ ἂν γνωρίζοις µάλιστα µὲν ἐκ τοῦ µηδὲν αὐτοῖς παρεῖναι σηµεῖον, ὧν εἴποµεν ὑπάρχειν χρῆναι τοῖς διαλείπουσι, καὶ εἰ µὴ παύοιτο δὲ τῶν τεττάρων καὶ εἴκοσιν ὡρῶν ἐντὸς ὁ πυρετός· εἰ δὲ καὶ ἀνώµαλον ποιήσαιτο τὴν αὔξησιν, οὗτος µέν γε καὶ πρὸς τοῖς ἄλλοις γνωρίσµασι καὶ χρόνον ὑποσηµαίνει πλείονα· καὶ µὲν δὴ καὶ εἰ τὸ ἴδιον τῶν πυρετῶν σηµεῖον ἐν τοῖς σφυγµοῖς ἐναργὲς ἔχοιεν. εἰ δὲ καὶ ἀταξία τις ἢ ἀνωµαλία προσείη αὐτοῖς ἢ ἀῤῥυθµία, καὶ τοῦτ’ ἂν εἴη σηµεῖον τοῦ µεγέθους ἅµα καὶ ὡς οὐκ εἰσὶ τῶν διαλειπόντων. εἰ δὲ τοιοῦτοι µείναντες ἐν τῇ τρίτῃ τῶν ἡµερῶν µείζονα τὸν παροξυσµὸν ἐνδείξαιντο ἢ εἰ καὶ τὰ διαχωρήµατα καὶ τὰ οὖρα παντάπασιν ἄπεπτα φαίνοιτο, τοὺς τοιούτους πυρετοὺς οὐκ ἐνδέχεται παρὰ τὴν ἑβδόµην κριθῆναι. εἰ δὲ καὶ ἡ τετάρτη τῶν ἡµερῶν ὁµοία φαίνοιτο τῇ τρίτῃ, καὶ ὁ πυρετὸς οἷον σµυχόµενος εἴη, καὶ τὸ πρόσωπον ἥ τε πᾶσα ἕξις τοῦ σώµατος ἀσύµπτωτος, ὁ τοιοῦτος εἰς πλείονα χρόνον ἐκτείνεσθαι φιλεῖ. τοιαῦται µέν τινες αἱ διαφοραὶ τῶν ἄνευ συµπτωµάτων πυρετῶν.