7. Σπλῆνα µέντοι σκιῤῥούµενον οὐ µόνον ἔξωθεν ἰσχυροῖς φαρµάκοις θεραπεύειν προσήκει, ἀλλὰ καὶ διὰ ποµάτων ἰσχυροτάτων. ἀνέχεται γὰρ καὶ τούτων ἀλύπως. ἄριστα δ’ ἐξ αὐτῶν καππαρέως ῥίζης φλοιὸς καὶ σκολοπενδρίου καὶ µυρίκης αἵ τε ῥίζαι καὶ οἱ ἀκρέµονες. ἕψειν δὲ τὰ τοιαῦτα πάντα προσήκει ἐν ὄξει τε καὶ ὀξυµέλιτι. πολλάκις δ’ ἁπτοµένῳ φαίνεται µὲν ἀντίτυπος ὁ σπλὴν, οὐ µὴν σκιῤῥώδης ἐστὶν ὁ ὄγκος, ἀλλὰ πνευµατώδης µᾶλλον. ἐφ’ οὗ προαποβρέξαντα δι’ ἀψινθίου φάρµακον ἔµπλαστρον ἐπιτιθέναι χρὴ µικτῆς δυνάµεως, ὁποῖόν ἐστι τὸ διὰ θείου τε καὶ στυπτηρίας. ἔστι δ’ ἀµέλει τὰ πλεῖστα τῶν ἐν ταῖς φαρµακίτισι βιβλίοις γεγραµµένων φαρµάκων τοιαῦτα. πρόσεχε δὲ οὐχ ἁπλῶς τῇ δυνάµει τῶν µεµιγµένων φαρµάκων, ἀλλὰ καὶ τῷ πόσῳ τῆς µίξεως. ἐπὶ γὰρ τῶν πνευµατώδη τὸν ὄγκον ἐχόντων σπληνῶν καὶ µᾶλλον ἐπὶ τῶν οἰδηµάτων, κᾂν πολὺ τῶν στυπτηριῶν ἐµβάλλῃς, οὐδὲν βλάψεις. ἐπὶ δὲ τῶν σκιῤῥωδῶν προσήκει ἐπικρατεῖν τὴν διαφορητικὴν δύναµιν, ὀλίγον δ’ αὐτῇ µεµίχθαι τῆς στυφούσης. ἓν γοῦν τῶν ἁπλῶν τε καὶ αὐτοφυῶν φαρµάκων τοιοῦτον ὑπάρχον ἁλὸς ἄνθος ἰᾶται σκιῤῥουµένους σπλῆνας, ἐπιτεθὲν ἔξωθεν αὐτοῖς ἐν κύστει. ἥπατος δὲ σκίῤῥον ἀρχόµενον µὲν ἰασάµεθα πολλάκις· ἐκταθέντα δ’ εἰς πλείους ἡµέρας οὔτ’ αὐτὸς ἠδυνήθην ἰάσασθαι, οὔτ’ ἄλλον τινὰ εἶδον ἰάσασθαι δυνηθέντα. πᾶσι µὲν οὖν τοῖς οὕτω παθοῦσιν ἐξ ἅπαντος ὕδερος ἕπεται. διαφθείρονται δ’ οἱ πλεῖστοι ἐν χρόνω µακροτέρῳ. τινὰς δ’ ἱστόρησα καὶ διὰ ταχέων ἀπολοµένους, οἷς ἡ γαστὴρ διεχώρει πολλά. πρόδηλον οὖν ὅτι τούτοις ἱκανῶς ἐστέγνωτο τὰ στόµατα τῶν µεταλαµβανόντων τὴν τροφὴν ἀγγείων, ἐκ τῶν σιµῶν τοῦ ἥπατος εἰς τὰ κυρτά. τοὺς δ’ οὖν θεραπευθέντας ἐξ αὐτῶν ἡ προειρηµένη τῶν ἐν τοῖς µυώδεσι σκίῤῥων ἀγωγὴ διέσωσεν. οὐ γὰρ φέρει τὸ σπλάγχνον τοῦτο τὰ σφοδρὰ φάρµακα, καθάπερ ὁ σπλήν. ἐπιτείνειν οὖν χρὴ τὰ διὰ φλεγµονὴν αὐτῷ προσαγόµενα τῇ µίξει τῶν µαλακτικῶν. ἦν δ’ ἐκεῖνα τὰ δι’ ἀψινθίου κόµης καὶ µυροβαλάνου πιέσµατος καὶ νάρδων ἀµφοτέρων ᾿Ινδικῆς τε καὶ Κελτικῆς, ἔτι δὲ κρόκου καὶ οἰνάνθης καὶ µαστίχης Χίας καὶ µύρων τῶν διὰ ναρδοστάχυος σκευαζοµένων, ἔτι δὲ µαστιχίνου καὶ σχινίνου καὶ µηλίνου καὶ οἰνανθίνου. τούτοις οὖν ἀµµωνιακόν τε θυµίαµα καὶ βδέλλιον, οἵ τ’ εἰρηµένοι µυελοὶ καὶ τὰ στέατα µιγνύµενα καὶ τὰ τέµνειν δυνάµενα, τὸν γεννώµενον ἐν ἥπατι σκίῤῥον ἰάσαιντο µετὰ τῆς προσηκούσης δηλονότι διαίτης καὶ τῶν ἅµα αὐτῇ πινοµένων φαρµάκων, σκοπὸν ἐχόντων ἐκφράξαι τε καὶ διαῤῥύψαι τὸν χυµὸν τὸν ἐν τῷ σπλάγχνῳ. ἔστι δὲ ταῦτα πάντα καὶ τῶν ἐν νεφροῖς λίθων θρυπτικά· καὶ γέγραπται πολλοῖς ἰατροῖς περὶ τῆς ὕλης αὐτῶν. ἐπιµιγνύναι δὲ χρὴ τοῖς τοιούτοις καὶ τῶν οὐρητικῶν τι· παµπόλλη δ’ ἐστὶ καὶ τούτων ἡ ὕλη, γεγραµµένη µὲν ὑπὸ πολλῶν, εἰρηµένη δὲ καὶ πρὸς ἡµῶν ἐν ταῖς περὶ τῶν φαρµάκων πραγµατείαις. διὸ καὶ νῦν ἀρκείτω καὶ πρὸς σὲ τὰ εἰρηµένα.