2. Ληπτέον δὴ κᾀνταῦθα ὁµολογουµένην ἀρχὴν, ὡς ἅπαντες ἄνθρωποι, ἐπειδὰν µὲν τὰς ἐνεργείας τῶν τοῦ σώµατος µορίων εἰς τὰς κατὰ τὸν βίον πράξεις ὑπηρετούσας ἀµέµπτως ἔχωσιν, ὑγιαίνειν εἰσὶ πεπεισµένοι, βλαβέντες δ’ ἡντιναοῦν ἐξ αὐτῶν, νοσεῖν ἐκείνῳ τῷ µέρει νοµίζουσιν. εἰ δὲ ταῦθ’ οὕτως ἔχει, τὴν ὑγείαν ἐν δυοῖν τούτοιν ζητητέον, ἢ ἐν ταῖς κατὰ φύσιν ἐνεργείαις, ἢ ἐν ταῖς κατασκευαῖς τῶν ὀργάνων, ὑφ’ ὧν ἐνεργοῦµεν· ὥστε καὶ ἡ νόσος ἢ ἐνεργείας ἐστὶν, ἢ κατασκευῆς βλάβη. ἀλλ’ ἐπεὶ καὶ κοιµώµενοι, καὶ ἄλλως ἐν σκότῳ καὶ ἡσυχίᾳ διάγοντες, ἢ κατακείµενοι πολλάκις οὔτε τι µέρος κινοῦµεν, οὔθ’ ὅλως αἰσθανόµεθα τῶν ἔξωθεν οὐδενὸς, οὐδὲν µὴν ἧττον ὑγιαίνοµεν, κᾀν τούτῳ δῆλον, ὡς οὐ τὸ ἐνεργεῖν ἐστι τὸ ὑγιαίνειν, ἀλλὰ τὸ δύνασθαι. δυνάµεθα δὲ ἐνεργεῖν ἐκ τῆς κατὰ φύσιν κατασκευῆς· ἐν ταύτῃ ἄρα τὸ ὑγιαίνειν ἐστίν. ἕξει δὴ λόγον αἰτίας ἡ κατασκευὴ πρὸς τὴν ἐνέργειαν· ὥστ’, εἴτε τὴν κατὰ φύσιν ἁπάντων τῶν µορίων κατασκευὴν ὑγείαν ὀνοµάζειν ἐθέλοις, εἴτε τὴν τῶν ἐνεργειῶν αἰτίαν, εἰς ταὐτὸν ἄµφω τὼ λόγω συµβαίνουσιν. ἀλλ’ εἴπερ ἡ ὑγεία τοῦτο, δῆλον ὡς ἡ νόσος τὸ ἐναντίον, ἤτοι κατασκευή τις παρὰ φύσιν, ἢ βλάβης ἐνεργείας αἰτία. δῆλον δὲ ὡς, εἰ καὶ διάθεσιν εἴποις παρὰ φύσιν, ὀνόµατί τε χρήσῃ παλαιῷ καὶ δηλώσεις ταὐτό. κατὰ πόσους δὲ τρόπους ἐξιστάµενα τὰ σώµατα τοῦ κατὰ φύσιν ἐµποδίζεται περὶ τὰς ἐνεργείας, εἴπερ εὕροιµεν, οὕτως ἂν ἤδη τὸν ἀριθµὸν ἁπάντων τῶν ἁπλῶν νοσηµάτων εὑρηκότες εἴηµεν. ἀρχὴ δὲ κᾀνταῦθα ὁµολογουµένη, σύµµετρον µὲν εἶναι τὸ κατὰ φύσιν οὐκ ἐν ζώῳ µόνον, ἀλλὰ καὶ ἐν φυτῷ καὶ σπέρµατι καὶ ὀργάνῳ παντὶ, τὸ δὲ αὖ παρὰ φύσιν ἄµετρον. εἴη ἂν οὖν ἡ µὲν ὑγεία συµµετρία τις, ἡ δὲ νόσος ἀµετρία. τίνων οὖν ἡ νόσος ἀµετρία, σκεπτέον ἐφεξῆς. ἢ δηλονότι, ὧνπερ ἡ ὑγεία συµµετρία, τούτων ἡ νόσος ἀµετρία; εἰ µὲν οὖν ἐν πόρων συµµετρίᾳ τὸ ὑγιαίνειν ἐστὶν, ἐν πόρων ἀµετρίᾳ γενήσεται καὶ τὸ νοσεῖν· εἰ δ’ ἐν εὐκρασίᾳ θερµοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὸ ὑγιαίνειν ἐστὶν, ἐν τῇ τούτων δυσκρασίᾳ καὶ τὸ νοσεῖν ἐξ ἀνάγκης συµβήσεται. κατὰ ταὐτὰ δὲ, κᾂν ἐν ἄλλῳ τινὶ γένει συµµέτρῳ τὸ ὑγιαίνειν ὑπάρχῃ, δῆλον ὡς καὶ τὸ νοσεῖν ἐν τῷ κατ’ ἐκεῖνο τὸ γένος ἀµέτρῳ συστήσεται. πάλιν δὲ δὴ τὸ αὐτὸ τοῦτ’ ἐπισκεψώµεθα λογικώτερον. ἁπλοῦν εἴ τι σῶµα καὶ ἀκριβῶς ἐστιν ἓν, οὐκ ἄν ποτε δέξαιτο τὸ µᾶλλόν τε καὶ ἧττον, οὐδ’ ἂν εἴη τι κατ’ ἐκεῖνο τὸ γένος ἕτερον ἑτέρου βέλτιόν τε καὶ χεῖρον· εἰ δ’ ἐκ πλειόνων συγκέοιτο, πολλοὶ µὲν ἂν οὕτω γε τρόποι τῆς συνθέσεως ἐν αὐτῷ γίνοιντο βελτίους τε καὶ χείρους· εἴη δ’ ἂν οὕτω καὶ αὐτὰ τὰ συντιθέµενα κρείττω τε καὶ φαυλότερα· τὸ δ’ ἄριστα συγκείµενον ἁπάντων ἄριστον ἂν εἴη τῶν ὁµογενῶν. ἆρ’ οὖν ἐν τοῖς τῶν ζώων σώµασι τὸ µᾶλλόν τε καὶ ἧττόν ἐστιν, ὡς τὸ µὲν ἄκρως εὐεκτικὸν εἰπεῖν, τὸ δ’ ἁπλῶς εὐεκτικὸν, οὐ µὴν ἄκρως, καὶ τουτὶ µὲν ὑγιεινὸν, οὐ µὴν εὐεκτοῦν, ἕτερον δέ τι δυσαρεστούµενον, ἄλλο δὲ ἤδη νοσοῦν, καὶ τούτου τὸ µὲν ἐπιεικῶς, τὸ δὲ ὀλεθρίως, καὶ τὸ µὲν µετρίως, τὸ δὲ σφοδρῶς; ἢ πάντες ὁµοίως διακείµεθα νοσοῦντές τε καὶ ὑγιαίνοντες; οὐκ ἔστιν εἰπεῖν. οὐκ οὖν ἕν ἐστι τὸ τῶν ζώων σῶµα, καθάπερ ἢ ἄτοµος ἡ ᾿Επικούρειος, ἢ τῶν ἀνάρµων τι τῶν ᾿Ασκληπιάδου· σύνθετον ἄρα πάντως. ἀλλ’ εἰ µὲν ἐξ ἀτόµων, ἢ ἀνάρµων, ἢ ὅλως ἐξ ἀπαθῶν τινων σύγκειται, τὸ µᾶλλόν τε καὶ ἧττον ἐν τῷ ποιῷ τῆς συνθέσεως ἕξει δίκην οἰκίας ἐξ ἀπαθῶν µὲν λίθων συγκειµένης, οὐ µὴν ἐν τῇ συνθέσει γε πάντῃ κατορθουµένης. εἰ δὲ εἶεν οἷοί τε πάσχειν τι καὶ οἱ λίθοι, πολυειδέστερον ἂν οὕτω γε τὸ µᾶλλόν τε καὶ ἧττον ὑπάρχοι κατὰ τὴν οἰκίαν. εἰ δὲ καὶ αὐτὰ τὰ στοιχεῖα τῶν ἡµετέρων σωµάτων ἀλλοιοῦσθαί τε καὶ πάσχειν πέφυκεν, οὐ µόνον ἂν ἐν τῇ συνθέσει τε καὶ οἷον διαπλάσει τῶν µορίων, ἀλλὰ καὶ δι’ ὅλων ἑαυτῶν τὸ µᾶλλόν τε καὶ ἧττον ἐπιδέχοιτ’ ἄν. καὶ δὴ καὶ νοσήσει δηλονότι δι’ ὅλων ἑαυτῶν εἴδη τοσαῦτα νοσηµάτων ἁπλᾶ τε καὶ πρῶτα καὶ οἷον στοιχεῖα τῶν ἄλλων, ὅσαπερ ἂν ᾖ τὰ συντιθέντα. τοῦτο δὲ τὸ δι’ ὅλων οὐκ ἐν τοῖς ἀπαθέσιν ἐστὶ στοιχείοις· οὐ γὰρ ἐνδέχεται παθεῖν τι τὴν ἄτοµον αὐτὴν, ἀλλ’ ἐν τῇ συνθέσει τε καὶ διαπλάσει τὸ πάθηµα.
3. Σύνθεσις δὲ καὶ διάπλασις ἐν τοῖς τῶν ζώων σώµασιν ὑπάρχει τριττή· πρώτη µὲν ἡ τῶν ὁµοιοµερῶν ὀνοµαζοµένων, ἀρτηριῶν, καὶ φλεβῶν, καὶ νεύρων, καὶ ὀστῶν, καὶ χόνδρων, καὶ συνδέσµων, ὑµένων τε καὶ σαρκῶν· δευτέρα δὲ ἡ τῶν ὀργανικῶν, ἐγκεφάλου τε καὶ καρδίας, καὶ πνεύµονος, καὶ ἥπατος, καὶ κοιλίας, καὶ σπληνὸς, καὶ ὀφθαλµῶν, καὶ νεφρῶν· τρίτη δὲ ἡ τοῦ σύµπαντος σώµατος. ἕκαστον γὰρ τῶν ὀργανικῶν τούτων µορίων ἔκ τινων ἑτέρων ἁπλῶν ὡς πρὸς τὴν αἴσθησιν σύγκειται, κᾀκείνων ἕκαστον ἐκ τῶν πρώτων στοιχείων. σαρκὸς οὖν αὐτῆς, ᾗ σὰρξ, ἐν τῇ συνθέσει µόνῃ τῶν πρώτων στοιχείων, ᾗ µέντοι µόριον ὀργάνου, παρά τε τὴν διάπλα-σιν καὶ τὸ µέγεθος· καὶ γὰρ οὖν καὶ αὐτῶν τῶν ὀργάνων ἐν τούτοις αἱ διαφοραί. πόσα τοίνυν ἐστὶ καὶ τίνα κατὰ τὴν πρώτην ὑπόθεσιν τὰ σύµπαντα νοσήµατα τῶν ὁµοιοµερῶν σωµάτων, διελθόντες, ἑξῆς ἐπὶ τὴν ἑτέραν µεταβησόµεθα, τὴν ἀλλοιοῦσθαί τε καὶ τρέπεσθαι τὴν οὐσίαν ὅλην δι’ ὅλης ἑαυτῆς ὑποτιθεµένην.