6. Λέγειν δὲ ἑπόµενον ἂν εἴη τὰ τῶν ὀργανικῶν. ἐν τούτοις οὖν ὅτι µὲν ἕν τι πάντως ἐστὶ µόριον αἴτιον τῆς ἐνεργείας, τὰ δ’ ἄλλα πάντα χρείαν τινὰ τούτῳ παρέξοντα γέγονεν, ἑτέρωθι δέδεικται. βλαβήσεται δὲ ἡ ἐνέργεια τοῦ παντὸς ὀργάνου µάλιστα µὲν καὶ πρώτως αὐτοῦ τοῦ τῆς ἐνεργείας αἰτίου σώµατος νοσήσαντος, ἤδη δὲ καὶ τῶν ἄλλων ἁπάντων αἱ µείζους διαθέσεις ἐµποδίζουσι τὴν ἐνέργειαν. ὅσαι µὲν οὖν οὐ καθ’ ἑαυτὰς, ἀλλὰ τῷ βλάπτειν δὴ τὸ πρῶτον αὐτῆς ὄργανον ἐµποδίζουσιν, αἰτίαι νοσηµάτων εἰσὶν, οὐκ αὐταὶ νοσήµατα εἰσίν. χωρὶς δὲ τοῦ βλάπτειν τι τὸ πρῶτον τῆς ἐνεργείας µόριον εἰ τὴν ἐνέργειαν ἐµποδίζειν δύναιντο, νοσήµατα ἤδη τὰς τοιαύτας διαθέσεις κλητέον. ἔσονται δὲ, ὡς ἐλέγοµεν, ἤτοι τῆς κατὰ φύσιν ὑπηλλαγµένης διαπλάσεως, ἢ µὴ σωζοµένου τοῦ δέοντος ἀριθµοῦ τῶν µορίων, ἢ τὸ µὴ προσῆκον ἑκάστου φυλάττοντος µέγεθος ἢ ὡς οὐ χρὴ συγκειµένων αὐτῶν. ἐπειδὴ γὰρ ἀπεδείχθη µηδὲν τούτων εἰκῆ γεγονέναι πρὸς τῆς φύσεως, ἀλλὰ πάνθ’ ἕνεκα τοῦ βέλτιον ἢ ἀσφαλέστερον ἐνεργεῖν τὸ σύµπαν ὄργανον, ἀνάγκη πᾶσα καὶ τὰς βλάβας αὐτῶν, ὅσαι µὲν ἤτοι κωλύουσιν ὅλως ἐνεργεῖν ἢ ἐµποδίζουσιν αὐτὰ, νοσήµατα νοµίζεσθαι, τὰς δ’ εἰς τὴν βλάβην τοῦ πρώτου τῆς ἐνεργείας µορίου διαφερούσας αἰτίας νοσηµάτων, ὡς ἀρτίως εἴρηται, προσαγορεύεσθαι.