5. Καὶ δὴ ποιῶµεν ἤδη τοῦτο πάλιν ἀπὸ τῆς προτέρας ὑποθέσεως ἀρξάµενοι. δύο οὖν ἐν ταύτῃ τῶν ὁµοιοµερῶν σωµάτων ὑπῆρχε νοσήµατα ἐν πόρων ἀµετρίᾳ συνιστάµενα, τὸ µὲν εὐρύτης τις αὐτῶν οὖσα, τὸ δὲ στέγνωσις. ἑκατέρου δὲ τούτων ἡ διαφορὰ διττή. στεγνώσεως µὲν οὖν συνίζησίς τε τοῦ σώµατος εἰς ἑαυτὸ πανταχόθεν, καὶ αὐτῶν τῶν πόρων ἔµφραξις· εὐρύτητος δὲ τοῦ µὲν σώµατος εἰς πᾶν µέρος ἔκτασις, αὐτῶν δὲ τῶν πόρων οἷον ἀναπέτειά τις οὖσα ἐκπτώσει τῶν στοιχείων, ἃ δὴ καὶ κυρίως σώµατα προσαγορεύεσθαι φασὶν ἁπλᾶ τε καὶ πρῶτα ὑπάρχοντα· τὰ γὰρ ἐκ τούτων συντιθέµενα συγκρίµατα καλοῦσιν. ἐπὶ δὲ τῆς δευτέρας ὑποθέσεως ἡ διαφορὰ τῶν νοσηµάτων διττὴ τυγχάνει, ποτὲ µὲν δὴ ταῖς ποιότησι µόναις ἀλλοιουµένων τῶν ὁµοιοµερῶν σωµάτων, ἔστιν ὅτε δὲ ῥυείσης εἰς αὐτά τινος οὐσίας τὰς εἰρηµένας ἐχούσης ποιότητας. ὁ µὲν δὴ δεύτερος τρόπος, ὄγκον περὶ τοῖς σώµασιν ἐργαζόµενος, ὑπ’ οὐδενὸς ἀγνοεῖται τῶν ἰατρῶν. ἐρυσιπέλατα γὰρ, καὶ φλεγµοναὶ, καὶ οἰδήµατα, καὶ φύµατα, καὶ φύγεθλα, καὶ χοιράδες, ἐλεφαντιάσεις τε καὶ ψῶραι, καὶ λέπραι, καὶ ἀλφοὶ, καὶ σκίῤῥοι τούτου τοῦ γένους εἰσὶν, οὐδένα λαθεῖν δυνάµενα. τὰ δ’ ἐν τῇ τῶν ποιοτήτων αὐτῶν µόνῃ δυσκρασίᾳ συνιστάµενα νοσήµατα δυσφωρατότερα, πλὴν εἰ µὴ µεγάλη ποθ’ ἡ τοῦ µέρους εἰς τὸ παρὰ φύσιν ἐκτροπὴ γένοιτο. τηνικαῦτα γὰρ ἅπασιν ἤδη γνωρίζεται ῥᾳδίως, ἐπὶ µὲν ὅλου τοῦ σώµατος ὀνοµαζοµένη πυρετὸς, ἐπειδὰν τὸ θερµὸν κρατῇ, καὶ κατὰ τὰ µόρια δ’ ἐναργῶς ἐνίοτε φαινοµένη. καὶ γὰρ καὶ σκέλη τοῖς πλείω περιπατήσασιν ἀήθως, καὶ χεῖρες, εἴ τις ταύταις πονήσειεν ἐπιπλέον, ἢ ἐρέσσων, ἢ σκάπτων, ἤ τι τοιοῦτον διαπραττόµενος, ἐναργῶς φαίνονται θερµότεραι καὶ αὐτοῖς τοῖς κάµνουσι, καὶ τοῖς ἔξωθεν ἁπτοµένοις αὐτῶν. ἐὰν µέντοι τις ὄγκος µέγας προσγένηται τοῖς µορίοις, ἐπιῤῥυείσης τινὸς οὐσίας αὐτοῖς θερµῆς, ἐκ τῆς δευτέρας ἔσται διαφορᾶς τῶν νοσηµάτων. ἐκ δὲ τῆς πρώτης ταῦτά τε πάντα τὰ νῦν εἰρηµένα καὶ ἢ καθ’ ἓν ὁτιοῦν µέρος, ἢ τὸ σῶµα τοῦ ζώου σύµπαν, ἢ ἐξ ἐγκαύσεως ἡλίου, ἢ παρὰ πυρὶ θάλψεως ὑπολειποµένη συνίσταται διάθεσις, οἷαι καὶ αἱ τυφώδεις καὶ πυρετώδεις ὀνοµαζόµεναι. τοῦ δὲ ἐναντίου τῷ θερµῷ νοσήµατος τοῦ ψυχροῦ περὶ µὲν τοῖς ἄκροις ἐναργῶς ἡ διάθεσις συνίσταται πολλάκις οὕτως, ὥστε καὶ ἀποπεσεῖν αὐτὰ νεκρωθέντα, περὶ δὲ τῷ σύµπαντι σώµατι, οἵα τοῖς ὁδοιπορήσασιν ἐν κρύει καρτερῷ γίνεται. πολλοὶ γὰρ τούτων, οἱ µὲν ἐν αὐταῖς ταῖς ὁδοῖς ἀπέθανον, οἱ δὲ εἰς πανδοχεῖον, πρὶν ἢ οἴκαδε παραγενέσθαι φθάσαντες, ἡµιθνῆτές τε καὶ κατεψυγµένοι φαίνονται. γίγνεται δὲ καὶ τοῖς ἀποπληκτικοῖς, καὶ τοῖς ἐπιληπτικοῖς, καὶ τοῖς τροµώδεσι, καὶ τοῖς σπασµώδεσιν ἡ τοιαύτη πολλάκις διάθεσις. καὶ τῶν ὑπὸ κρύους ἐν ὁδοῖς ἀποθανόντων οἱ µὲν ἐµπροσθοτόνοις, οἱ δὲ ὀπισθοτόνοις, οἱ δὲ τετάνοις, οἱ δὲ ταῖς καλουµέναις πήξεσιν ἑάλωσαν, οἱ δὲ ἀποπληξίᾳ τι παραπλήσιον ἔπαθον. ἐν δὴ τοῖς τοιούτοις ἅπασιν, ἐν οἷς ἐπιγίγνεταί τι σύµπτωµα, περιέλκει τὴν διάνοιαν τῶν πολλῶν ἐφ’ αὑτὸ, ὡς τὸ µὲν σύµπτωµα νόσηµα νοµίζεσθαι, τὸ νόσηµα δ’ αὐτὸ τὴν αἰτίαν τοῦ συµπτώµατος. ὅσοις µέντοι τῶν ἐνεργειῶν αἱ βλάβαι νοσήµατα νοµίζονται, κατὰ λόγον οὗτοι καὶ τοὺς σπασµοὺς, καὶ τὰς ἀναισθησίας, καὶ τὰς νάρκας, καὶ τὰ ἄλλα τὰ τοιαῦτα νοσήµατα καλοῦσιν. ἀλλ’ ἡµῖν ἐν ἀρχῇ διῄρηται περὶ τῶν ὀνοµάτων, ὥστε γνωρίζειν ἐπὶ τῶν τοιούτων ἁπάντων, οὐκ ἐν τοῖς πράγµασιν αὐτοῖς εἶναι τὴν διαφωνίαν, ἀλλὰ ἐν τοῖς ὀνόµασιν. ἐκείνους µέντοι µέµψαιτ’ ἄν τις µόνους, ὅσοι µὴ διαφυλάττουσιν ἐν ἅπασι τὴν σφετέραν ὑπόθεσιν, ἀλλ’ οἴονται σοφόν τι πράττειν, καίτοι γε πληµµελοῦντες. ἔστι γὰρ αὐτῶν ἀκοῦσαι διοριζοµένων ἐνίοτε καὶ φασκόντων, εἰ µὲν ἐπὶ φλεγµονῇ γίγνοιτο σπασµὸς, ἐπιγέννηµά τε καὶ σύµπτωµα εἶναι τῆς φλεγµονῆς αὐτὸν, εἰ δ’ ἐπὶ δυσκασίᾳ µόνῃ, νόσηµα. ταὐτὸ δὴ τοῦτο καὶ ἐπὶ πυρετοῦ ποιοῦσιν, ἐπειδὰν µὲν ἐπιγίγνηταί τινος µέρους αἰσθητὴ διάθεσις, σύµπτωµα νοµίζοντες, εἰ δ’ ἄλλως, νόσηµά τε καὶ πάθος προσαγορεύοντες. τούτους µὲν οὖν µεµπτέον, οὐκ ἀναµένοντας τὸν ἔξωθεν ἔλεγχον, ἀλλ’ αὐτοὺς ἑαυτοῖς περιπίπτοντας. ὅσοι δ’ ἤτοι τὰς βλάβας τῶν ἐνεργειῶν ὑποθέµενοι προσαγορεύειν νοσήµατα διὰ παντὸς οὕτω ποιοῦσιν, ἢ καί τι τοιοῦτον ἄλλο παρορῶσιν, ἐν ὀνόµασιν ἐσφάλθαι χρὴ νοµίζειν αὐτοὺς, οὐδὲν δὲ εἰς τὰ πράγµατα πληµµελεῖν. εἴρηται δ’ ἐπὶ πλέον ὑπὲρ ἁπάντων τῶν ἰατρικῶν ὀνοµάτων ἑτέρωθι, καὶ ὅστις ὀρθῶς αὐτοῖς βούλεται χρῆσθαι, τὴν πραγµατείαν ἐκείνην ἀναλεγέσθω. νῦν δὲ (περὶ γὰρ αὐτῶν τῶν πραγµάτων πρόκειται σκοπεῖσθαι) τῇ προειρηµένῃ συνθήκῃ τῶν ὀνοµάτων ἑπόµενοι τῶν ἐφεξῆς ἐχώµεθα. περὶ µὲν δὴ τῶν χωρὶς ὕλης ἐπίρρῠτου θερµῶν καὶ ψυχρῶν διαθέσεων εἴρηται. κατὰ δὲ τὸν αὐτὸν τρόπον τά θ’ ὑγρὰ καὶ ξηρὰ νοσήµατα γενήσεται, τῆς ὅλης φύσεως ἀλλοιουµένης τῶν σωµάτων, οὐκ ἔξωθεν οὐσίαν τινὰ εἰς ἑαυτὰ δεχοµένων. αἱ µὲν οὖν µικραὶ παραλλαγαὶ δυσφώρατοι, τὰς µεγάλας δ’ ἔστιν ἐναργῶς ἰδεῖν ἐπὶ τῶν νεκρουµένων µάλιστα µορίων. ἔνια µὲν γὰρ αὐτῶν οἷον τεταριχευµένα φαίνεται καὶ πάνυ ξηρὰ, καὶ τοῦτο µὲν σπανιώτερον· ἔνια δὲ οὕτω βρυώδη τε καὶ πλαδαρὰ καὶ θεωµένοις φαίνεται καὶ ἁπτοµένοις, ὥστ’, εἰ καὶ µόρια αὐτῶν ἐθέλοις µεταχειρίσασθαι, διαῤῥεῖ παραχρῆµα, καὶ τῶν δακτύλων ἐκπίπτει καθάπερ ὕδωρ. οὕτω καὶ τῶν ὀστῶν τῶν σαπρῶν τὰ µὲν οἷον ψάµµος φαίνεται, τοῖς ὑπὸ χρόνου διεφθαρµένοις ξύλοις ἐοικότα, τὰ δὲ οἷον βρυώδη, ὧν ἡ τῆς δυσκρασίας ἀµετρία, δι’ ὑγρότητα ἢ ξηρότητα γενοµένη, τὸ σύµπαν ὀστοῦν ἐνέκρωσεν. αἱ δ’ ἄλλαι πᾶσαι δυσκρασίαι τῶν µορίων αἱ βραχεῖαι, λανθάνουσαι τοὺς πολλοὺς, ἀτονίαι πρὸς αὐτῶν ὀνοµάζονται. φλεγµονῆς µὲν γὰρ ἢ ἕλκους ἤ τινος ἄλλου τοιούτου κατὰ τὴν κοιλίαν ὑπάρχοντος, οὐδεµίαν ἑτέραν ἐπιζητοῦσι τοῦ µὴ πέττειν αἰτίαν. εἰ δὲ µηδὲν εἴη τῶν τοιούτων, ἀτονίαν εἶναι φασὶ τῆς κοιλίας, ὥσπερ ἕτερόν τι λέγοντες αὐτοῦ τοῦ φανερῶς γιγνοµένου, τοῦ µὴ πέττεσθαι καλῶς τὰ σιτία. τί γὰρ ἄλλο τὴν ἀτονίαν αὐτοὺς λέγειν ἄν τις ὑπολάβοι πλὴν τῆς κατὰ τὴν ἐνέργειαν ἀῤῥωστίας; ἀλλ’ οὐτοῦτ’ ἔστι τὸ ζητούµενον, ἀλλὰ τίς ἡ ταύτης τῆς ἀτονίας αἰτία. διὰ τί γὰρ ἀῤῥωστεῖ περὶ τὸ ἴδιον ἔργον ἡ γαστὴρ, µήτε φλεγµαίνουσα, µή τεσκιῤῥουµένη, µήθ’ ἡλκωµένη, µήτ’ ἄλλο µηδὲ νἔχουσα τοιοῦτον;οὐ γὰρ δή γεχωρὶς αἰτίας τινὸς ἐστέρη ταιτοῦ πέττειν καλῶς. πάντως οὖν ἢ πόρων ἀµετρίαν ἢ δυσκρασίαν αἰτιατέον· ᾧ καὶ δῆλον, ὡς οὐδὲν τῶν πρώτων νοσηµάτων, ὅσα τῶν ὁµοιοµερῶν ἐστιν αὐτῶν ἴδια, λογικῶς θεραπεῦσαι δυνήσονται χωρὶς τοῦ περὶ τῶν πρώτων τι ἐπεσκέφθαι στοιχείων. ἀλλὰ πρὸς µὲν τούτους ἐν ἑτέροις εἴρηται τὰ εἰκότα· τὸ δέ γε νῦν εἶναι χρὴ γινώσκειν, ὡς καὶ γαστρὸς ἀτονίαν, καὶ φλεβὸς, καὶ ἀρτηρίας, καὶ µυὸς, καὶ παντὸς ἁπλῶς ὀργάνου ζωτικοῦ τε καὶ ψυχικοῦ ἢ διά τινα πόρων ἀµετρίαν ἢ δυσκρασίαν ἀναγκαῖον ὁµολογεῖν γίγνεσθαι. πῶς δὲ χρὴ τὰς τοιαύτας αὐτῶν διαθέσεις γνωρίζειν, οὐ τοῦ νῦν ἐνεστῶτός ἐστι λόγου· πρόκειται γὰρ οὐ διαγνώσεις εἰπεῖν, ἀλλ’ αὐτὰ τὰ πρῶτα καταριθµήσασθαι νοσήµατα. καί µοι δοκεῖ τὸ µὲν τῶν ὁµοιοµερῶν εἰρῆσθαι πάντα.