4. ῎Εστι δὲ δύο τὰ πρῶτα πάθη, τὸ µὲν εὐρύτης τις πόρων, τὸ δὲ στέγνωσις. ἀπαθῶν γὰρ ὑποκειµένων τῶν πρώτων στοιχείων, ἐν τῇ συνθέσει µόνῃ τὰ παθήµατα· συνθέσεως δὲ πάσης αἱ προειρηµέναι διαφοραί. ὥστ’ ἀναγκαῖον ἐῤῥῶσθαι µὲν ἕκαστον τῶν ὁµοιοµερῶν, ὁπόταν ἡ συµµετρία τῶν πόρων αὐτοῦ φυλάττηται, διαφθειροµένης δὲ ταύτης ἐξίστασθαι τοῦ κατὰ φύσιν. ἀλλ’ ἐπειδὴ συµµετρίας ἁπάσης ἡ διαφορὰ διττὴ, (τὸ µὲν γὰρ ὑπερβολὴ, τὸ δὲ ἔλλειψις,) δῆλον, ὡς καὶ τὰ πρῶτα νοσήµατα τῶν ἁπλῶν σωµάτων ἔσται διττὰ, τὸ µὲν εὐρύτης τις πόρων, τὸ δὲ στέγνωσις. καὶ ὀστοῦν δὴ καὶ σὰρξ καὶ τῶν ἄλλων ἕκαστον τῶν ἁπλῶν σωµάτων πρὸς τὴν αἴσθησιν, εἰ µὲν στεγνότερον ἢ µανότερον εἴη τοῦ συµµέτρου, κακῶς διακεῖσθαι φήσοµεν, εἰ δ’ ἐν τῷ µέσῳ τῆς ὑπερβολῆς ἑκατέρας, ὡς ἂν µάλιστα συµφέρῃ ταῖς χρείαις αὐτῶν, ἄκρως ὑγιαίνειν ἐροῦµεν τηνικαῦτα· τὰ δὲ ἐφ’ ἑκάτερα τῆς ἀκριβοῦς συµµετρίας βραχείας ἐκτροπὰς οὐδέπω µὲν εἶναι νόσους, ἔστ’ ἂν µηδέπω βλάβην αἰσθητὴν ἐνεργείας τινὸς ἀπεργάζωνται· πολὺ δ’ ἐν ταύταις ὑπάρχειν τὸ µᾶλλόν τε καὶ ἧττον, ὡς ἂν ἱκανὸν ἐχούσης διάστηµα τῆς νοσώδους ἀµετρίας παρὰ τὴν ἀκριβῶς ὑγιεινὴν συµµετρίαν· ἐν τούτῳ δὴ παντὶ τῷ πλάτει τὰς τῶν ὑγιαινόντων συνίστασθαι διαφοράς· ἐν δὲ τῷ µετὰ τοῦτο, τῷ τῆς αἰσθητῆς ἀµετρίας, τὰς νόσους, ἄχρις ἂν ἐπ’ ἐκείνην ἀφίκωνται τὴν ἀµετρίαν, ἥτις ἤδη φθορὰν ἐργάζεται τοῦ µορίου. οὐ γὰρ δὴ µέχρι γε παντὸς στεγνοῦσθαί τε καὶ µανοῦσθαι τὰ τῶν ζώων σώµατα πέφυκεν, ἀλλ’ ἔστι τις κᾀνταῦθα ὅρος, οὗ περαιτέρω προελθεῖν αὐτοῖς ἄνευ διαλύσεώς τε καὶ φθορᾶς ἀδύνατον. ἡ µὲν δὴ τῶν ἀπαθῶν στοιχείων ὑπόθεσις ὧδε ἔχει. Τῶν δὲ πάσχειν ὑποτιθεµένων αὐτὰ, καὶ µέντοι καὶ δρᾷν εἰς ἄλληλα, καὶ κεράννυσθαι δι’ ὅλων, ὅσαπερ ἂν ὑπόθηταί τις εἶναι τὰ πρῶτα στοιχεῖα, τοσαῦτα ἐξ ἀνάγκης ἐρεῖ καὶ τὰ πρῶτα νοσήµατα. φέρε γὰρ εἶναι τὰ πρῶτα στοιχεῖα τέτταρα, τὸ θερµὸν, καὶ τὸ ψυχρὸν, καὶ τὸ ξηρὸν, καὶ τὸ ὑγρὸν, ἐκ τούτων δὲ κεραννυµένων ἀλλήλοις συµµέτρως µὲν ὑγιαίνειν τὸ ζῶον, ἀµέτρως δὲ νοσεῖν. ἔσται δὴ καὶ τὰ πρῶτα νοσήµατα τέτταρα, τό θ’ ὑπὲρ τὴν κατὰ φύσιν συµµετρίαν πρῶτον θερµὸν, καὶ δεύτερον τὸ ψυχρὸν, καὶ τρίτον τὸ ὑγρὸν, καὶ τέταρτον τὸ ξηρόν. αὗται µὲν καὶ αἱ κατὰ τὴν δευτέραν ὑπόθεσιν νόσοι τῶν ὁµοιοµερῶν ὀνοµαζοµένων σωµάτων, ἃ δὴ καὶ τελέως ἁπλᾶ φαίνεται. Τὰ δὲ τῶν συνθέτων ἐν ἡµῖν ὀργάνων νοσήµατα κοινὰ τῶν ὑποθέσεων ἑκατέρων ἐστίν. ἐπέλθωµεν οὖν καὶ ταῦτα διὰ βραχέων, αὐτὸ τοῦτο πρῶτον ἐπιδεικνύντες, ὅπως ἐστὶ κοινά. δεοµένου δὴ παντὸς τοῦ πρὸς αἴσθησιν συνθέτου σώµατος, ὃ δὴ καὶ ἀνοµοιοµερὲς ὀνοµάζουσιν, εἰ µέλλοι καλῶς ἐνεργήσειν, οὔτ’ ἐξ οἵων ἔτυχε συγκεῖσθαι µορίων τῶν ἁπλῶν, οὔτ’ ἐξ ἀριθµοῦ τινος ἢ µεγέθους οὐ προσήκοντος, οὔθ’ ὃν ἔτυχε τρόπον συνθέσεως ὑπάρχειν, ἐν τέσσαρσι τούτοις γένεσι τὰ τῶν ὀργάνων ἁπάντων ἔσται νοσήµατα. διαφοραὶ δὲ καθ’ ἕκαστον γένος αἵδε. κατὰ µὲν τὸ πρῶτον ῥηθὲν, ὅταν ἡ προσήκουσα µορφὴ τοῦ µορίου διαφθείρηται, ἢ σχῆµα µὴ δέον, ἢ κοιλότητα λαβόντος, ἢ πόρον, ἤ τι τούτων ἀπολέσαντος, ὧν εἶναι δέον. ἐκ τούτου τοῦ γένους ἐστὶ καὶ ἡ τραχύτης αὐτοῦ καὶ ἡ λειότης οὐ προσηκόντως ὑπαλλαττόµεναι. ἐν δὲ τῷ δευτέρῳ γένει, τῷ κατὰ τὸν ἀριθµὸν τῶν ἁπλῶν καὶ πρώτων µορίων, διττὴ νοσηµάτων ἔσται διαφορὰ, ἢ ἐλλείποντός τινος ὧν εἶναι δέον, ἢ πλεονάζοντος ὧν οὐκ εἶναι δέον. καὶ µὲν δὴ κᾀν τῷ τρίτῳ γένει, τῷ κατὰ τὸ µέγεθος, ὁµοίως διττὴ νοσηµάτων ἔσται διαφορά. µεῖζον γὰρ εἴ τι γένοιτο, δεόµενον ἔλαττον ὑπάρχειν, ἢ αὖθις ἔλαττον ἀποτελεσθείη, µεῖζον εἶναι δεόµενον, οὐκ ὀρθῶς ἂν ἔχοι τὸ σύµπαν ὄργανον. ἐν δὲ δὴ τῷ λοιπῷ γένει τῶν νοσηµάτων, τῷ κατὰ τὴν σύνθεσιν, ἤτοι τῆς κατὰ φύσιν ἐξαλ-λαττοµένης θέσεως, ἢ τῆς πρὸς ἄλληλα τῶν µορίων κοινωνίας, αἱ διαφοραὶ συστήσονται. ὥσπερ δ’ ἐκ τῶν ἁπλῶν σωµάτων ἕκαστον τῶν πρώτων ὀργάνων ἢ κατορθοῦται συντιθέµενον ἢ διαµαρτάνεται, καὶ ἐκ τούτων αὐτῶν τό θ’ ὑγιαίνειν ὑπάρχει καὶ τὸ νοσεῖν, οὕτω πάλιν ἐξ αὐτῶν τούτων τῶν ὀργάνων τῶν πρώτων τὰ δεύτερα συνίσταται. µῦς µὲν γὰρ καὶ φλὲψ καὶ ἀρτηρία τῶν πρώτων ὀργάνων, δάκτυλος δὲ τῶν δευτέρων, καὶ τούτου µᾶλλον ἔτι ποὺς καὶ ποδὸς τὸ σκέλος. καθόλου γὰρ, ὅσα µὲν ἐκ τῶν ὁµοιοµερῶν συνελθόντων ἐγένετο µιᾶς ἐνεργείας ἕνεκεν, ἐν τοῖς πρώτοις ὀργάνοις ἀριθµηθήσεται, τὰ δ’ ἐκ τούτων πάλιν συντιθέµενα, κᾂν ὅτι µάλιστα µίαν ἐργάζηται τοῦ παντὸς ὀργάνου τὴν ἐνέργειαν, ἐν τοῖς δευτέροις τετάξεται. τὰ δὲ αὐτὰ ταῦτα καὶ τούτων τῶν ὀργάνων ἔσται νοσήµατα τοῖς ἐπὶ τῶν πρώτων εἰρηµένοις. ἀλλὰ περὶ µὲν τῶν ὀργάνων τῆς διαφορᾶς ἐν ἑτέρῳ διῄρηται λόγῳ, τίνα µὲν ἀκριβῶς ἐστι τὰ πρῶτα, τίνα δ’ ἐπ’ αὐτοῖς δεύτερά τε καὶ τρίτα καὶ τέταρτα τίθεσθαι προσῆκεν. ἔνια γὰρ ἐπαµφοτερίζει τοῖς γνωρίσµασιν, ὡς καὶ πρῶτα δοκεῖν εἶναι καὶ δεύτερα. δεῖται δὲ οὐδὲ ὅ γε παρὼν λόγος τῆς τοιαύτης ἀκριβολογίας· εἰς ἓν δὲ τοῦτ’ ἀποβλέπειν ἀξιῶ, εἴθ’ ἁπλοῦν ἐστιν ὡς πρὸς τὴν αἴσθησιν, εἴτε σύνθετον τὸ µόριον. τοῦ µὲν γὰρ ἁπλοῦ τὰ πρῶτα ῥηθέντα νοσήµατα τῇ διαφορᾷ τῶν φυσικῶν στοιχείων εἰσὶ διωρισµένα, τοῦ συνθέτου δὲ τὰ δεύτερα, κοινὰ τῶν ὑποθέσεων ὑπάρχοντα. γένος δ’ οὐδέν ἐστι νοσήµατος οὔτε ἐν τοῖς ἁπλοῖς σώµασιν οὔτ’ ἐν τοῖς συνθέτοις ἴδιον ἑκατέρων· ἡ γὰρ τῆς διαιρέσεως µέθοδος ἐνδείκνυται τὸ ἀδύνατον· ἀλλ’ ἓν ἔτι ἐστὶ κοινὸν ἁπάντων τῶν σωµάτων καὶ τῶν συνθέτων, εἴτ’ οὖν τῶν πρώτων ὀργάνων, εἴτε καὶ τῶν δευτέρων, εἴτε καὶ τῶν τρίτων ὑπάρχει τὸ νῦν λεχθησόµενον. µέθοδος δὲ καὶ τούτου τῆς εὑρέσεως τὸ κοινῇ πᾶσι τοῖς εἰρηµένοις ὑπάρχον µορίοις. εἰ γὰρ ὑπάρχει τι κοινὸν αὐτοῖς ἐν τῷ κατὰ φύσιν ἔχειν, ὡς ἐνέργειαν ἢ χρείαν τινὰ τῷ ζώῳ παρεχόµενον, πάντως δήπου καὶ διαφθειροµένου τούτου κοινὸν αὐτοῖς τι καὶ νόσηµα συστήσεται. τί δὲ τοῦτ’ ἔστι τὸ πᾶσιν ὑπάρχον κοινόν; ἕνωσις τῶν ἰδίων µορίων, ἧς ἕκαστον µεταλαβὸν ἓν εἶναι λέγεται καὶ µίαν ἐνέργειαν ἢ χρείαν ἀποτελεῖν. εἰ δὲ καὶ ἥδε λύοιτο κατά τι, νόσος καὶ τοῦτ’ ἔστι τοῦ µέρους. οἷον δέ τι καθ’ ἕκαστον τῶν µορίων ἡ νόσος ἥδε κέκτηται τοὔνοµα, µικρὸν ὕστερον ἐροῦµεν, ὅταν καὶ τὰς τῶν εἰρηµένων γενῶν διαφορὰς εἰς τὰ κατὰ µέρος εἴδη διελώµεθα.