7. Διὰ τοῦτ’ οὖν οἵ τε βλαισοὶ καὶ ῥαιβοὶ καὶ οἱ λείας ἔχοντες τὰς βάσεις χεῖρον ἐνεργοῦσι τοῖς σκέλεσιν ἁµαρτίᾳ τοῦ προσήκοντος σχήµατος. οὕτω δὲ καὶ ὅσοι κάταγµα σχόντες οὐκ ὀρθῶς διεπλάσθησαν, οὐδ’ αὐτοὶ καλῶς ἐνεργοῦσι τῷ κώλῳ. κακῶς δὲ καὶ ὅσοι διὰ µέγεθος ἀρθρίτιδος ἐξεστράφησαν, ἢ, τῶν ὀφρύων περιθραυσθεισῶν τῶν κατὰ τὰς διαρθρώσεις, ἑτοίµως ὑπερβαῖνον καὶ ἐκπῖπτον ἔσχον τὸ ἄρθρον, ἢ, πώρου κατ’ αὐτὸ πλείονος ἐπιτραφέντος ἐν ταῖς τοιαύταις διαθέσεσι, δυσκίνητον ὑπὸ στενοχωρίας τὴν ὅλην ἔσχον διάρθρωσιν. αὗται µὲν οὖν ἐπίκτητοι κακίαι σχηµάτων. σύµφυτοι δὲ κυουµένων ἔτι κατὰ τὴν πρώτην διάπλασιν ἐµποδισθεῖσαν ἐν ἅπαντι µορίῳ τοῦ σώµατος γίγνονται, νοσῶδες ἐκείνῳ τῷ µορίῳ τὸ ζῶον ἐργαζόµεναι. χρὴ γὰρ καὶ τὸ τῆς καρδίας σχῆµα, καὶ τὸ τοῦ πνεύµονος, καὶ τὸ τῆς γαστρὸς, ἐγκεφάλου τε καὶ γλώσσης, καὶ σπληνὸς, καὶ νεφρῶν, καὶ τῶν ἄλλων ἁπάντων φυλάττεσθαι· γενοµένης γάρ τινος βλάβης ἀµφ’ αὐτὰ, χεῖρον ἀνάγκη καὶ τὸ οἰκεῖον ἔργον ἀποτελεῖσθαι τοῦ σύµπαντος ὀργάνου. καὶ µὴν καὶ τὸ τῶν κοιλοτήτων ἁπασῶν τῶν κατὰ τὰ µόρια µέγεθός τε καὶ πλῆθος εἰ µὴ φυλάττοιτο, βλάπτοιτο ἂν ἐξ ἀνάγκης καὶ διὰ ταῦθ’ ἡ ἐνέργεια. πολλὰ δὲ τὰ τοιαῦτα νοσήµατα, τὰ µὲν συµφύσει τινὶ, τὰ δὲ ἐµφράξει γλίσχρων ὑγρῶν καὶ παχέων συνιστάµενα, τὰ δ’ αὖ αὐαινοµένων τῶν σωµάτων, ἢ στενο-χωρουµένων ὑπό τινος τῶν περικειµένων, ἐµπίπτοντος αὐτοῖς καὶ θλίβοντος. ἐνίοτε δὲ καὶ αὐτῶν τῶν τοὺς τοιούτους πόρους ἐχόντων σωµάτων ἡ οὐσία σκιῤῥουµένη τε καὶ φλεγµαίνουσα, καὶ σφακελίζουσα, καὶ διαπυϊσκοµένη, καὶ οἰδισκοµένη, καὶ ἄλλως ὁπωσοῦν ἐπίκτητον µέγεθος προσλαµβάνουσα, κᾄπειτα τὸν ὄγκον εἰς τὰς ἐντὸς ἀποχέουσα κοιλότητας, ἐµφράττει τοὺς πόρους, ἑτέρους ὄντας τούτους ἐκείνων τῶν πόρων, ὧν οἱ τῆς προτέρας αἱρέσεως ἡγεµόνες ὑπετίθεντο κατὰ τὴν τῶν πρώτων καὶ ἀπαθῶν στοιχείων σύνοδον γίνεσθαι. τοὺς γὰρ τῶν ἐντέρων, καὶ φλεβῶν, καὶ ἀρτηριῶν, καὶ πάντων τῶν τοιούτων ὀργάνων πόρους, τούτους δὴ τοὺς µεγάλους τε καὶ σαφεῖς ἅπαντες ἐναργῶς ὁρῶµεν. εἰ δὲ καὶ διαλανθάνοι ποτὲ τὴν αἴσθησιν ὑπὸ σµικρότητος ὁ τοιοῦτος πόρος, οὐδ’ οὗτος ἐκ ταὐτοῦ γένους ἐστὶν ἐκείνοις τοῖς πόροις, οὓς ἡ προτέρα τῶν αἱρέσεων ὑπετίθετο. κατὰ δὴ τὰς τοιαύτας ἁπάσας διαθέσεις, ἐν αἷς, τῶν σωµάτων αὐτῶν εἰς ὄγκον τινὰ ἀρθέντων, ἀποκλείεσθαί τε καὶ στενοχωρεῖσθαι τοὺς πόρους συµβαίνει, ποτὲ µὲν ἓν ἔσται νόσηµα µόνον, ἡ ἔµφραξις ἡ τὴν ἐνέργειαν βλάπτουσα, ποτὲ δὲ καὶ τοῦτο µὲν, ἀλλὰ καὶ ἡ τῶν σωµάτων διάθεσις ἡ τὴν ἔµφραξιν ἐργασαµένη. µηδεµίαν οὖν ἔχοντος ἰδίαν ἐνέργειαν τοῦ τὸν ὄγκον κεκτηµένου σώµατος, ἓν µὲν τὸ νόσηµα ἔσται τὸ κατὰ τὴν ἔµφραξιν, αἰτία δὲ αὐτοῦ καὶ οὐκ ἔτι νόσηµά ἐστιν ἡ τοῦ τὸν ὄγκον ἔχοντος σώµατος διάθεσις. εἰ µὲν γὰρ ὁ χιτὼν τῆς ἐν τοῖς σιµοῖς τοῦ ἥπατος, εἰ τύχοι, φλεβὸς ὁτιοῦν τοιοῦτον παθὼν ἐστεγνώθη τὸν πόρον, ἐξ οὗ µεταλαµβάνει τὸ αἷµα τὰ ἐν τοῖς κυρτοῖς τοῦ ἥπατος ἀγγεῖα, δύο ἂν οὕτως εἴη νοσήµατα, τό τε τῆς φλεβὸς αὐτῆς, ἣ πέπονθε, καὶ ἡ κατὰ τὸν πόρον ἔµφραξις. ἐµποδίζει γοῦν ἡ µὲν τῆς φλεβὸς διάθεσις αἵµατος χρηστοῦ γένεσιν, ἡ δὲ ἔµφραξις ἀνάδοσιν· ἐνέργεια δ’ ἑκατέρου τούτων ἀναγκαία τῷ ζώῳ. δῆλον γὰρ, ὡς αἱ διαθέσεις αἱ βλάπτουσαι τὰς ἐνεργείας πρώτως αὗται λέγοιντ’ ἂν εἶναι νοσήµατα. τῆς µέντοι φλεβὸς αὐτῆς µηδὲν πεπονθυίας, εἰ διὰ γλίσχρους τινὰς ἢ παχεῖς χυµοὺς σφη-νωθέντας ἐν τοῖς πόροις ἡ ἀνάδοσις βλάπτοιτο, µόνον ἂν τοῦτ’ εἴη νόσηµα κατὰ τὸ σπλάγχνον ἡ ἔµφραξις. οὕτω δὲ καὶ κατὰ τὸ ἔντερον εἰ µὲν ἔµφραξις εἴη µόνον, ἓν ἔσται καὶ τὸ νόσηµα· φλεγµαίνοντος δὲ αὐτοῦ καὶ διὰ τοῦτο ἀποκλείοντος τὴν ἐντὸς εὐρυχωρίαν καὶ κωλύοντος ἰέναι κάτω τὰ περιττώµατα, δύο ἂν εἴη καὶ τὰ νοσήµατα. πολλάκις µὲν γὰρ ὑπὸ νοσήµατος γίγνεται νόσηµα, καθάπερ ἐπί τε τῶν προειρηµένων ἔχει, κᾀπειδὰν ἐπὶ φλεγµοναῖς, ἢ ἐρυσιπέλασιν, ἢ ἕρπησιν, ἢ ἄνθραξιν, ἤ τινι τοιούτῳ ἐπιγένηται πυρετός. ἐνίοτε δὲ τὸ µὲν ἀποτελούµενον ἐνεργείας ἐστὶ βλάβη, καὶ χρὴ καλεῖν αὐτὸ πάθηµά τε καὶ σύµπτωµα, τὸ δ’ αἴτιον αὐτοῦ δηλονότι νόσηµα, καθάπερ ἡ µὲν ἔµφραξις τοῦ µηκέτι ἀναδίδοσθαι τὴν τροφὴν, ἡ κατάψυξις δὲ τῆς δυσαισθησίας αἴτιον ὑπάρχει, νόσηµα οὖσα συµπτώµατος. ὅταν δ’ αὐτὴ µὲν ἡ διάθεσις ἐνέργειαν βλάπτῃ πρώτως, τὸ δ’ αἴτιον αὐτῆς µὴ βλάπτῃ πρώτως, τὴν µὲν διάθεσιν νόσηµα, τὸ δ’ ἐργαζόµενον αὐτὴν αἰτίαν ὀνοµάζειν χρὴ νοσήµατος, ὥσπερ ἐπί τε τῶν γλίσχρων ἔχει χυµῶν καὶ τῆς ἐµφράξεως· αὐτὴ µὲν γὰρ ἡ ἔµφραξις τὸ νόσηµά ἐστιν, οἱ χυµοὶ δὲ αἴτιοι τοῦ νοσήµατος. ἅπαντ’ οὖν ὅσα περὶ τὰς κοιλότητας γίνεται νοσήµατα, ποτὲ µὲν ἐµφραττοµένων ποτὲ δὲ ἀµέτρως εὐρυνοµένων, ὑπὸ τὸ τῆς διαπλάσεως τοῦ µέρους ἀναχθήσεται γένος· ἐµποδίζεται γάρ πως ἐν τούτοις ἅπασιν ἡ φυσικὴ διάπλασις. ἀλλὰ µὲν δὴ καὶ λειότης καὶ τραχύτης οὐδ’ αὗται µαταίως ὑπὸ τῆς φύσεως ἐγένοντο διαπλαττούσης τὰ µόρια. συστήσεται γοῦν κᾀνταῦθα νοσήµατα κατὰ πάντα τὰ µόρια, τοῦ µὲν φύσει λείου τραχυνθέντος, τοῦ δ’ αὖ τραχέος λείου γενοµένου. φανερώτατα δ’ αὐτῶν τοῖς ἰατροῖς ἐστι τά τ’ ἐν τοῖς ὀστοῖς γινόµενα τραχυνοµένοις τε καὶ λειαινοµένοις, αἵ τε τῆς φάρυγγος τραχύτητες ἐργαζόµεναι βῆχας. χρὴ δὲ κᾀνταῦθα γινώσκειν, ὡς ἐνίοτε τὸ σχῆµα τοῦ µορίου βλαβὲν ἐκάκωσεν ἅµα ἑαυτῷ τινα πόρον, οἷόν τι κᾀπὶ τῆς ῥινὸς φαίνεται γιγνόµενον, ἐπειδὰν ὑπὸ πληγῆς βιαίου ποτὲ σιµωθεῖσα στεγνωθῇ τὸν ἐντὸς πόρον εἰς τοσοῦτον, ὡς ἤτοι µηδ’ ὅλως ἢ µόγις ἀναπνεῖν δι’ αὐτοῦ. δῆλον οὖν, ὡς ἐν ταῖς τοιαύταις διαθέσεσιν ἡ µὲν στενοχωρία τοῦ πόρου τὸ νόσηµά ἐστι (πρώτως γὰρ αὕτη τὴν τῆς ἀναπνοῆς ἐνέργειαν ἐµποδίζει), προηγουµένη δ’ αὐτῆς αἰτία τῆς ῥινὸς ἡ σιµότης, βλάβη τοῦ κατὰ φύσιν ἐν αὐτῇ σχήµατος ὑπάρχουσα. κατὰ µὲν δὴ τὸ τῆς διαπλάσεως γένος τὸ ἐξιστάµενον τοῦ κατὰ φύσιν εἰς τοσοῦτον, ὡς ἐνέργειαν ἤδη βλάπτειν, αἱ προειρηµέναι διαφοραὶ τῶν νοσηµάτων γενήσονται.