12. ᾿Επὶ δὲ τὰς συνθέτους ἤδη µετιέναι καιρὸς ἀπὸ τῶν ὁµοιοµερῶν αὖθις ἀρξαµένους σωµάτων. ἔσται δὴ κατὰ µὲν τὴν προτέραν ὑπόθεσιν ἐξ εὐρύτητός τε καὶ στεγνώσεως πόρων νόσηµά τι σύνθετον, οὐχ ἑκάστου τῶν κατὰ µέρος πόρων ἀµφότερα πάσχοντος. ἀλλὰ ἐναλλὰξ, τῶν µὲν στεγνουµένων, τῶν δ’ εὐρυνοµένων σωµάων, ὡς µηδὲν µᾶλλον εὐρύτητα πόρων ἢ στέγνωσιν ἔχειν αἰτιᾶσθαι κατὰ τὸ σύµπαν ὁµοιοµερὲς σῶµα, µηδ’ εἶναί τι λαβεῖν αἰσθητὸν αὐτοῦ µέρος, ᾧ θάτερον ὑπάρχει µόνον, ἀλλ’ αἰεὶ τὸ λαµβανόµενον ἅπαν ὑπ’ ἀµφοτέρων συνέχεσθαι. κατὰ δὲ τὴν δευτέραν ὑπόθεσιν ἐπὶ µὲν ταῖς ποιότησι µόναις ἐξισταµέναις τοῦ κατὰ φύσιν ἐν ἑκάστῳ τῶν ὁµοιοµερῶν σωµάτων ἔσται σύνθετα νοσήµατα τέτταρα, θερµὸν ἅµα καὶ ξηρὸν, καὶ θερµὸν ἅµα καὶ ὑγρὸν, καὶ ψυχρὸν ἅµα καὶ ξηρὸν, καὶ ψυχρὸν ἅµα καὶ ὑγρόν· οὐσίας δέ τινος ἐπιῤῥυείσης αὐτοῖς, ὁµοίως ἕτερα τέτταρα, τὰς αὐτὰς τῶν ποιοτήτων ἔχοντα συζυγίας. ἐπεὶ δὲ καὶ ἡ τῆς συνεχείας διαίρεσις οὐκ ἐν τοῖς συνθέτοις µόνον ὀργάνοις, ἀλλὰ καὶ ἐν τοῖς ἁπλοῖς ἐγγίνεται σώµασιν, ἐπιπλακήσεταί ποτε καὶ ἥδε τοῖς τε νῦν εἰρηµένοις συνθέτοις νοσήµασι κατ’ ἀµφοτέρας τὰς ὑποθέσεις καὶ τοῖς εὐθὺς ἐν ἀρχῇ τοῦ παντὸς λόγου γεγραµµένοις τοῖς ἁπλοῖς. οὐ γὰρ ἀδύνατον ἡλκῶσθαί τε ἅµα καὶ ξηρότερον εἶναι τοῦ κατὰ φύσιν ἢ ὑγρότερον ἢ ψυχρότερον ἢ θερµότερον τὸ µόριον, οὐδ’ ἡλκῶσθαι µὲν ἅµα καὶ ὑγρότερον ὑπάρχειν, οὐχὶ δὲ καὶ θερµότερον εἶναι. τά γ’ οὖν ἡλκωµένα τε ἅµα καὶ φλεγµαίνοντα µόρια τριχῇ τοῦ κατὰ φύσιν ἐξίστα-ται, διὰ µὲν τὴν ἕλκωσιν ἀπολλύντα τὴν ἕνωσιν τῶν οἰκείων µορίων, ὅτι δὲ φλεγµαίνει, θερµότερά τε καὶ ὑγρότερα τοῦ κατὰ φύσιν ἀποτελούµενα. τὸν γὰρ δὴ ὄγκον τὸν ἐν αὐτοῖς, ὅταν µὲν ἐπὶ τοσοῦτον αἴρηται µέγεθος, ὡς βλάπτειν τι δι’ αὐτὸ τοῦτο τὴν ἐνέργειαν, ἤδη νόσηµα νοµιστέον, ἄλλως δὲ σύµπτωµά τε καὶ πάθηµα µόνον, ὥσπερ καὶ τὴν ὀδύνην. ἅπαντ’ οὖν τὰ φλεγµαίνοντά τε ἅµα καὶ ἡλκωµένα σώµατα τριχῇ µὲν ἐξ ἀνάγκης, τετραχῇ δ’ ἔστιν ὅτε νοσεῖ, φλεγµονὴν ὀνοµαζόντων ἡµῶν δηλονότι νῦν οὐ τὴν οἷον φλόγωσιν τῶν µορίων, ὥσπερ ἦν ἔθος τοῖς παλαιοῖς, ἀλλὰ τὸν ἐρυθρόν τε καὶ ἀντίτυπον καὶ ὀδυνηρὸν ὄγκον. οὕτω δὲ καὶ τοῖς ἐρυσιπέλασι συµπίπτει πόθ’ ἕλκη. τοῖς µὲν γὰρ ἄνθραξιν ἀδύνατον ἄλλως συστῆναι, µέσα δὲ τούτων ἐστὶ τὴν φύσιν ἕρπητές τε καὶ καρκῖνοι, τὰ πολλὰ µὲν ἅµα τοῖς ἕλκεσιν, ἔστιν ὅτε δὲ καὶ χωρὶς ἐκείνων συνιστάµενα. σύνθετα γοῦν ἐστι τὰ τοιαῦτα πάντα νοσήµατα, κᾂν χωρὶς ἕλκους γίγνηται· καθ’ ἕνα µὲν τρόπον, ὅτι πάντα περιττῆς ὑγρότητος ἤτοι θερµῆς ἢ ψυχρᾶς ἐστιν ἔγγονα, χολῆς µὲν ξανθῆς ἐρυσίπελας, µελαίνης δὲ καρκῖνος, αἵµατος δὲ φλεγµονὴ, καὶ φλέγµατος οἴδηµα· καθ’ ἕτερον δὲ, διότι τῶν εἰρηµένων χυµῶν, εἰ καὶ κατὰ τὴν ἰδέαν ὑγροὶ σύµπαντες εἰσὶν, ἀλλὰ τήν γε δύναµιν οὐχ ὑγροί· ὁ µὲν γὰρ τῆς µελαίνης χολῆς ξηρὸς καὶ ψυχρός· ὁ δὲ τῆς ξανθῆς ξηρὸς καὶ θερµός· ὁ δὲ τοῦ φλέγµατος ὑγρὸς καὶ ψυχρός· ὑγρὸν δὲ καὶ θερµὸν τὸ αἷµα· κατὰ δ’ αὖ τρίτον τρόπον, ὅτι πάντα ἀλλήλοις ἐπιπλέκεται, καὶ σπάνιόν ἐστιν εὑρεῖν ἕκαστον αὐτῶν εἰλικρινές. ἀναµέµικται γὰρ ὡς τὰ πολλὰ ταῖς µὲν φλεγµοναῖς ἢ ἐρυσιπελατῶδες, ἢ οἰδηµατῶδες, ἢ σκιῤῥῶδές τι, τοῖς δ’ ἐρυσιπέλασιν ἢ φλεγµονῶδες, ἢ οἰδηµατῶδες, ἢ σκιῤῥῶδες, καὶ τῶν ἄλλων ὁµοίως ἑκάστῳ. σύνθετα τοίνυν γίγνεται πολυειδῶς ἅπαντα τοιαῦτα νοσήµατα· καὶ ῥηθήσεται περὶ αὐτῶν ἐπὶ πλέον ἔν τε τῷ περὶ τῶν νοσερῶν αἰτίων γράµµατι, καὶ ἐν τῷ µετ’ αὐτὸ, τῷ τῶν νοσωδῶν συµπτωµάτων, καὶ πρὸς τούτοις ἔτι διὰ τῆς θεραπευτικῆς πραγµατείας, ἧσπερ ἕνεκα σύµπαντα ταῦτα γράφεται.