8. Κατὰ δὲ τὸν ἀριθµὸν τῶν ἁπλῶν µορίων, ἐξ ὧν ἕκαστον τῶν ὀργάνων συνίσταται, διτταὶ µὲν αἱ πρῶται διαφοραὶ τῶν νοσηµάτων γενήσονται, ἢ ἐλλείποντός τινος µέρους, ἢ περιττεύοντος· ἐν ἑκατέρᾳ δ’ αὐτῶν ἕτεραι. τῶν µὲν γὰρ περιττευόντων τὰ µὲν ἐκ τοῦ γένους ἐστὶ τῶν κατὰ φύσιν, ὡς εἰ καί τῳ γένοιτο ἕκτος δάκτυλος, ἢ ἐν ὀφθαλµῷ πτερύγιον, ἢ ἐν ῥινὶ βλάστηµα σαρκὸς, ἢ κατ’ ἄλλον τινὰ πόρον ὁτιοῦν τοιοῦτον ἕτερον. ἔσται δὴ καὶ τούτων αὐτῶν τὰ µὲν νοσήµατα, καθάπερ τὸ πτερύγιον (ἐµποδίζει γὰρ, ὅταν ἱκανῶς αὐξηθῇ, τὴν ὄψιν, ἐπισκοτοῦν τῇ κόρῃ), τὰ δ’ αἴτια τῶν νοσηµάτων, ὡς τὰ βλαστήµατα τοὺς πόρους ἐµφράττοντα. πρώτως γὰρ νόσηµα ἡ ἔµφραξίς ἐστιν, ὅτι καὶ πρώτως βλάπτει τὴν ἐνέργειαν. ἔνια δ’ ὅλῳ τῷ γένει παρὰ φύσιν ἐστὶν, ὡς ἕλµινθές τε καὶ ἀσκαρίδες, καὶ ὁ ἐν τῇ κύστει λίθος, καὶ τὸ χαλάζιον ἐν ὀφθαλµῷ, καὶ τὸ ὑπόχυµα, καὶ τὸ πύον, ἀκροχορδόνες τε καὶ µελικηρίδες καὶ ἀθερώµατα καὶ στεατώµατα, καὶ ἄλφοι, καὶ λέπραι, καὶ λεῦκαι, καὶ πῶροι, καὶ τὰ ἐν τοῖς ἀποστήµασιν εὑρισκόµενα ἅπαντα. ὅτι δὲ καὶ τούτων ὅσα µὲν ἐνέργειαν ἐµποδίζει πρώτως, νοσήµατα ἐροῦµεν, ὥσπερ τὸ ὑπόχυµα, τὰ δὲ µὴ τοιαῦτα νοσηµάτων αἴτια, πρόδηλον παντί. τῶν δ’ ἐλλειπόντων µορίων τὰ µὲν ὅλα τελέως ἀπόλωλε, τὰ δὲ οἷον ἐξ ἡµίσεως ἀποκέκοπταί τε καὶ κεκολόβωται. κατὰ µὲν δὴ τὴν πρώτην γένεσιν ὡς πάµπολλα γίγνεται τοιαῦτα, πρόδηλον παντί. µετὰ δὲ τὴν ἀποκύησιν ἐξαιρεῖται µὲν ὅλα πολλάκις ὀστᾶ κατά τε τοὺς δακτύλους καὶ τὰ κῶλα καὶ τὴν κεφαλὴν καὶ τὰς πλευράς· ἀφαιρεῖται δὲ καὶ δάκτυλος ἐνίοτε καὶ ποὺς καὶ ἄκρα χεὶρ καὶ κνήµη καὶ πῆχυς· ἐξαιροῦνται δὲ καὶ φλέβες κιρσώδεις καὶ ἀδένες σκιῤῥωθέντες καὶ ὀδόντες τρηθέντες καὶ µὲν δὴ καὶ γαργαρεὼν ἀφαιρεῖται καὶ ἐπίπλοον καὶ πόσθη καὶ αὐτοῦ τι τοῦ αἰδοίου, καὶ πολλάκις γε καὶ σύµπαν αἰδοῖον, ὥσπερ γε καὶ οἱ ὄρχεις. ἐνδακὼν δέ τις ἔναγχος ἐπὶ σπασµῷ µεγάλῳ τοῦ παντὸς σώµατος ἀπέτραγε τῆς γλώττης τὸ πρόσθει, εἶτ’ ἐσώθη µὲν ἐκ τοῦ σπασµοῦ, διαλέγεσθαι δὲ ὁµοίως οὐκ ἠδύνατο. τούτου τοῦ γένους ἐστὶ καὶ τὰ κολοβώµατα καλούµενα χειλῶν καὶ ῥινῶν καὶ ὤτων, καὶ ὅσα ἑτέρων σαρκωδῶν µορίων ἢ ἀποσπασθέντα σφοδρῶς, ἢ διασαπέντα τελέως ἐξετµήθη. κατὰ πάσας γὰρ τὰς τοιαύτας περιστάσεις ὁ κατὰ φύσιν ἀριθµὸς οὐ συµπεπλήρωται τῶν µορίων, ἢ ἑνὸς ἢ δυοῖν ἢ καὶ πολλῶν λειπόντων καὶ ἤτοι τελέως ἀπολωλότων ἢ ἐκ µέρους ἀφῃρηµένων. ὅσα µὲν δὴ τῶν τοιούτων ἐνεργείας ἐµποδίζει κατὰ τὸν ἑαυτῶν λόγον, ἐν τῷ τῶν νοσηµάτων γένει τετάξεται· τὰ δ’ ἤτοι καταψύχοντά τι µόριον ἕτερον ἐνεργείας ἀπεργαστικὸν ἢ τροφὴν ἐλλιπῶς ἐπάρδοντα νοσηµάτων αἴτια· τινὰ δὲ ἄµφω συλλαβόντα ἔχει καὶ τὴν ὡς αἰτίου χώραν καὶ τὴν ὡς νοσήµατος, οἷον καὶ γαργαρεὼν, ὁπόταν ἕως βάσεως ἐκτµηθεὶς καὶ τὴν φωνὴν παραβλάπτῃ καὶ ψύχῃ τὰ κατὰ τὸν πνεύµονά τε καὶ τὸν θώρακα. ἐπειδὴ γὰρ ἔµαθες ἐν τοῖς τῶν ἐνεργειῶν τε καὶ χρειῶν λογισµοῖς, ὡς ἁπάντων τῶν τοῦ ζώου µορίων τὰ µὲν εἰς ἐνέργειάν τινα συντελεῖ τῷ παντὶ ζώῳ χρησίµην, τὰ δ’ αὐτὰ µὲν οὐδὲν ἐνεργεῖ, χρείαν δέ τινα τοῖς ἐνεργοῦσι παρέχεται, δῆλον ὡς καὶ τὰς βλάβας αὐτῶν, τὰς µὲν εἰς ἐνέργειαν ἄντικρυς διαφερούσας νοσήµατα ἐρεῖς πρώτως εἶναι τῶν τοῦ ζώου µορίων, τὰς δὲ εἰς χρείαν τινὰ νοσηµάτων αἰτίας. ὥσθ’ ὅσα µόρια διττὰς ἐνεργείας ἢ διττὰς χρείας ἀποτελεῖ, κατὰ µίαν ἐνίοτε βλάβην διττὸν ἕξει λόγον, ἢ νοσήµατος, ἢ αἰτίας. εἰ δέ τι µόριον ἅµα ἄµφω ποιεῖ, χρείαν καὶ ἐνέργειαν, ὥσπερ ἐνίοις εἶναι δοκεῖ καὶ ὁ γαργαρεὼν, ἡ τούτου τοῦ µέρους ἀπώλεια καθ’ ἕτερον µὲν λόγον ἔσται νόσηµα, καθ’ ἕτερον δὲ νοσήµατος αἰτία. δῆλον δὲ, ὡς τῷ λοιπῷ τῷ µένοντι καὶ σωζοµένῳ τὸ νόσηµά ἐστιν, οὐκ αὐτῷ τῷ µηκέτι ὄντι. τῆς γὰρ τοῦ στόµατος εὐρυχωρίας κατ’ ἐκεῖνο τὸ µέρος, οὗ νῦν ἐστι τὸ πάθος, µόριον εἶναι φήσεις τὸν κίονά τε καὶ γαργαρεῶνα προσαγορευόµενον. ὅταν οὖν οὗτος ἀπόληται, λείπει τι τῷ χωρίῳ, καὶ οὕτω τὸ ὅλον ἓν νόσηµά τι γίνεται, µένοντος τοῦ κατ’ ἀρχὰς ὁµολογηθέντος, τοῦ πᾶσαν ἐνέργειαν ὑπὸ νοσήµατος βλάπτεσθαι. ἢ τοίνυν, ὡς οὐκ ἔστι µία τις ἐνέργεια τοῦ ζώου καὶ ἡ φωνὴ, καὶ ἡ εἰσπνοὴ, καὶ ἡ ἐκπνοὴ, δεικτέον ἐστὶν, ἢ, εἴπερ τοῦθ’ οὕτως ἔχει, δῆλον, ὡς ἡ τοῦ κίονος ἀπώλεια νόσον ἐναπεργάζεται τῷ οὐρανίσκῳ. κατὰ δὲ τὰ αὐτὰ ταῦτα καὶ ἡ τοῦ ὀδόντος ἀπώλεια νόσηµά ἐστιν τοῦ στόµατος, εἰ µὲν τῶν πρὸς τὴν µάσσησιν ἐπιτηδείων εἴη, κατ’ ἐκεῖνο τὸ µέρος τῆς µασσήσεως βλαβέντος, εἰ δὲ τῶν τοµέων ὀνοµαζοµένων, εἴς τε τὰς ἐδωδὰς καὶ τὰς διαλέξεις ἐµποδίζοντος. οὕτω δὲ καὶ εἰ τῆς γλώσσης ἀποτµηθείη τὸ ἥµισυ, τῷ λειποµένῳ µέρει παρὰ φύσιν ἐστὶ τὸ κεκολοβῶσθαι. κατὰ ταὐτὰ δὲ καὶ τῷ ἐπιπλόῳ, καὶ τῷ αἰδοίῳ, καὶ πᾶσι τοῖς οὕτω παθοῦσι. καὶ εἰ µὴ νόσηµά τις αὐτὸ καλεῖν, ἀλλὰ πάθος ἢ πάθηµα βούλοιτο, περὶ ὀνόµατος, οὐ περὶ πράγµατος ἀµφισβητήσει. δῆλον δὲ, ὡς τῇ µὲν γλώττη, καὶ τῷ ἐπιπλόῳ, καὶ τῷ αἰδοίῳ, καὶ ὅλως ἅπασι τοῖς τοιούτοις κεκολοβωµένοις ὀργάνοις ἐστί τις µείωσις τοῦ µεγέθους ἐν ἅπασι τοῖς εἰρηµένοις νοσήµασιν· αὐτῷ δὲ τῷ ζώῳ µείωσις µὲν οὐκ ἐξ ἀνάγκης ἔσται σαφὴς, ὡς φαίνεσθαι κολοβὸν, ἀριθµὸς δέ τις ἀφαιρεθήσεται µορίων, εἴγε δὴ καὶ ἀρτηρίαι, καὶ φλέβες, καὶ νεῦρα, καὶ δέρµα ἐνίοτε, καὶ πιµελὴ, καὶ ὑµένες, καὶ σὰρξ ἀφαιρεῖται κατὰ τὰς τοιαύτας διαθέσεις. ἐπὶ µέντοι τοῦ γαργαρεῶνος καὶ τῶν κιρσωδῶν ἀγγείων ἐκτµηθέντων καὶ αὐτῶν τῶν ὀργάνων ἀφαιρεῖταί τις ἀριθµὸς µορίων. καὶ δὴ καὶ τετάξεται τὰ µὲν τοιαῦτα πάντα ὑπὸ τὸν ἀριθµὸν τῶν µορίων ὑπαλλαττοµένων· ὅσων δὲ ὀργάνων ἀφαιρεῖται µέν τι, οὐκ ἐξαιρεῖται δὲ τὰ µέρη, ταῦτα ἐν ἀµφοτέροις οἷον τετάξεται τοῖς γένεσι. καὶ γὰρ ἀριθµὸς ἐνδεῖ τῷ ζώῳ µορίων ἁπλῶν, καὶ µέγεθος ὀργάνου συνθέτου· κεκολόβωται γὰρ τὸ ὅλον. καὶ µὲν δὴ καὶ ὡς ἀµφοῖν τοῖν γενοῖν, τοῦ τε κατ’ ἀριθµὸν καὶ τοῦ κατὰ µέγεθος, ἀνωτέρω τάττειν ἑτέραν ἐγχωρεῖ κατηγορίαν τὴν τοῦ ποσοῦ, παντί που δῆλον, εἴγε δὴ τοῦ ποσοῦ τὸ µὲν διωρισµένον ἐστὶν, ὃ δὴ καὶ ποσὸν ἰδικῶς ὀνοµάζεται, τὸ δὲ συνεχὲς, ὃ δὴ καὶ πηλίκον προσαγορεύεται. ἀλλ’ ἐν τῷ παρόντι σαφέστερον ἔδοξέ µοι διαιρεῖν αὐτὰ οὕτω, κατὰ µὲν τὸν ἀριθµὸν τάξαντι τὴν ἑτέραν διαφορὰν τοῦ ποσοῦ, κατὰ δὲ τὸ µέγεθος τὴν ἑτέραν.