9. ᾿Αλλ’ ἐπειδὴ καὶ τὰ κατὰ τοῦτο τὸ γένος εἴρηται νοσήµατα, περὶ τῶν κατὰ τὸ µέγεθος ἢ τὸ πηλίκον τῶν µορίων, ἢ ὅπως ἄν τις ὀνοµάζειν ἐθέλοι, διέλθωµεν. ἔστι δὲ οὐ ταὐτὸν τοῦτο τῷ προειρηµένῳ. µένοντος γὰρ τοῦ κατὰ φύσιν σχήµατος τῷ µορίῳ, διαφθειροµένου δὲ τοῦ µεγέθους, ὅταν ἐνέργειά τις βλάπτηται, διὰ τοῦτο νόσηµα ἔσται τοῦ µορίου τὸ συµβεβηκὸς, οἷον εἴ τῳ τηλικαύτη γένοιτο ἡ γλῶττα κατὰ τὴν πρώτην εὐθὺς διάπλασιν, ὡς ἤτοι µηδεµίαν ἔχειν ἀναστροφὴν ἐν τῷ στόµατι διὰ τὸ µέγεθος, ἢ διὰ σµικρότητα µὴ ψαύειν ἁπάντων αὐτοῦ τῶν µερῶν. ἐπὶ δὲ τῶν ἤδη τετελειωµένων αἱ µὲν παρὰ φύσιν ἐπαυξήσεις τῶν µορίων οὐ πάνυ τι φαίνονται συνεχῶς γιγνόµεναι, µειοῦνται µέντοι πολλάκις, καὶ καλεῖται τὸ νόσηµα πρὸς µὲν ἐνίων ἀτροφία, πρὸς ἄλλων δὲ φθίσις τοῦ µέρους. αἱ δὲ ἐπαυξήσεις τῶν µορίων ἔν τε τοῖς ὑπερσαρκοῦσιν ἕλκεσι γίγνονται κᾀν τῷ καλουµένῳ πριαπισµῷ. Νικοµάχῳ δὲ τῷ Σµυρναίῳ πᾶν ἀµέτρως ηὐξήθη τὸ σῶµα, καὶ οὐδὲ κινεῖν ἔτι δυνατὸς ἦν ἑαυτόν· ἀλλὰ τοῦτον µὲν ὁ ᾿Ασκληπιὸς ἰάσατο. γλῶσσαν δέ τινος ἐπιπλεῖστον αὐξηθεῖσαν ἐθεασάµεθα χωρὶς ἁπάσης ὀδύνης, ὥστε µήτ’ οἴδηµα δοκεῖν εἶναι, µήτε σκίῤῥον, µήτε φλεγµονήν· οὔτε γὰρ ἐκοιλαίνετο ὑπὸ πιεζόντων, οὔτ’ ἀναίσθητος ἦν, οὔτ’ ὠδυνᾶτο, ἀλλ’ αὐτὸ τοῦτο µόνον αὔξησίς τις ἄµετρος ὑπῆρχεν, οὐδὲν τῆς οὐσίας αὐτῆς τοῦ µορίου βεβλαµµένης. οὕτω δὲ καὶ ὄρχεις καὶ µαστοὶ τοῖς µὲν ἀµφότεροι, τοῖς δὲ ἀµέτρως ὁ ἕτερος ηὐξήθη. καὶ ἡ καλουµένη δὲ χοιρὰς τούτου τοῦ γένους ἐστὶ, δυσχρηστίαν οὐ µικρὰν ἐν ταῖς ἐνερ-γείαις, ὅταν ἀµέτρως αὐξηθῆ, παρεχοµένη. καὶ µὲν δὴ καὶ αἱ τῶν κανθῶν ἀµετρίαι τούτου τοῦ γένους εἰσίν·ὀνοµάζεται δὲ ἡ µὲν ἐπὶ πλέον αὔξησις ἐγκανθὶς, ἡ µείωσις δὲ ῥυάς. τοιαῦται µὲν δή τινες καὶ τούτου τοῦ γένους τῶν νοσηµάτων αἱ διαφοραί.
10. Τῆς δὲ συνθέσεως τῆς κατὰ φύσιν ὑπαλλαττοµένης, γίνεται νοσήµατα, παρὰ µὲν τὴν θέσιν ἐν ταῖς ἐξαρθρήσεσί τε καὶ παραρθρήσεσι κἀν ταῖς ἐντεροκήλαις τε καὶ ἐπιπλοκήλαις ὀνοµαζοµέναις, παρὰ δὲ τὴν πρὸς τὰ παρακείµενα µόρια µὴ κατὰ φύσιν ὁµιλίαν σύνδεσµός που χαλασθεὶς, ἢ συνταθεὶς, ἢ ἀποῤῥαγεὶς ἐµποδίζει τὴν ἐν ἐκείνῳ τῷ µορίῳ κίνησιν τῆς διαρθρώσεως. ἐν τούτῳ τῷ γένει καὶ οἱ τῆς γλώττης εἰσὶν ἄµετροι δεσµοὶ, καὶ οἱ τῶν αἰδοίων, ἐφ’ οἷς ἡ µὲν εἰς τὸ διαλέγεσθαί τε καὶ µασσᾶσθαι ἱκανῶς ἐµποδίζεται, τὸ δὲ αἰδοῖον ἐν τῷ κατασπείρειν εἰς τὸ θῆλυ πόῤῥω καὶ κατὰ εὐθὺ προπέµπειν ἀδυνατεῖ τὸ σπέρµα, διεστραµµένου τοῦ πόρου. καὶ µὲν δὴ καὶ αἱ συµφύσεις αἱ παρὰ φύσιν ἢ χειλῶν ἑλκωθέντων, ἢ βλεφάρων, ἢ δακτύλων, ἢ ἕδρας, ἤ τινος ἑτέρου τοιούτου ταύτης εἰσὶν τῆς διαφορᾶς. τοιαῦται µὲν δὴ καὶ αἱ τοῦ παρὰ τὴν σύνθεσιν τῶν µορίων γένους ἰδέαι τῶν νοσηµάτων.
11. Λοιπὸν δέ ἐστι καὶ πέµπτον γένος νοσήµατος, ἡ τῆς ἑνώσεως λύσις, εἴτ’ οὖν ἐν ἑνί τινι τῶν ἁπλῶν γένοιτο µορίων τῶν ὁµοιοµερῶν ὀνοµαζοµένων, εἴτε κᾀν τοῖς συνθέτοις, ὅθεν καὶ µικρῷ πρόσθεν ἐν τοῖς κοινοῖς ἑκατέρων τῶν µορίων νοσήµασι ἐµνηµονεύσαµεν αὐτῆς. ὅπου γὰρ διασπᾶται σύνδεσµος ἢ ἀρτηρία, κοινὸν τὸ πάθηµά ἐστι καὶ τοῦ παντὸς ὀργάνου καὶ αὐτοῦ τοῦ διασπασθέντος µορίου. λέλυται γὰρ ἑκάτερον τῆς συνεχείας, τὸ µὲν ὅλον, µηκέτι συναπτοµένων αὐτοῦ µηδ’ ἑνουµένων τῶν µορίων, αὐτὸ δὲ τὸ διασπασθὲν οὐκ ἔτι µένον ἓν, ἀλλὰ δύο γενόµενον. εἰ µέντοι µὴ διασπασθείη τελέως, ἀλλ’ ἐκ µέρους τινὸς, οὐκ ἔτι τοῦτο τοῦ παντὸς ὀργάνου τὸ νόσηµά ἐστι, πλὴν εἰ µὴ κατὰ συµβεβηκὸς, ὅτι µόριον αὐτοῦ πέπονθεν, ἀλλ’ αὐτοῦ µόνον τοῦ πεπονθότος ἴδιον ἐξαίρετον. ὀνοµάζεται δὲ κατὰ µὲν ὀστοῦν ἡ τῆς συνεχείας λύσις κάταγµα, κατὰ δὲ τὰ σαρκώδη πάντα κοινῶς ἕλκος. τὸ δὲ ῥῆγµα καὶ τὸ σπάσµα τοῦ µὲν αὐτοῦ γένους ἐστί· συνίσταται δὲ τὸ µὲν ἐν σαρκώδει, τὸ δὲ ἐν νευρώδει µορίῳ, τῶν ἐν αὐτοῖς ἰνῶν διασπασθεισῶν ὑπὸ βιαίας τινὸς θλάσεως, ἢ ἐξαιφνιδίου τε καὶ ἀθρόας τάσεως. τὰ δὲ ἀποσπάσµατα καλούµενα µόνων τῶν ὀργανικῶν ἐστι µορίων ἴδια παθήµατα. αὗται µὲν αἱ σύµπασαι διαφοραὶ τῶν ἁπλῶν νοσηµάτων.